1.1 ἄνδρα μοι ἔννεπε, μοῦσα, πολύτροπον, ὃς μάλα πολλὰ
1.2 πλάγχθη, ἐπεὶ Τροίης ἱερὸν πτολίεθρον ἔπερσεν:
1.3 πολλῶν δ᾽ ἀνθρώπων ἴδεν ἄστεα καὶ νόον ἔγνω,
1.4 πολλὰ δ᾽ ὅ γ᾽ ἐν πόντῳ πάθεν ἄλγεα ὃν κατὰ θυμόν,
1.5 ἀρνύμενος ἥν τε ψυχὴν καὶ νόστον ἑταίρων.
1.6 ἀλλ᾽ οὐδ᾽ ὣς ἑτάρους ἐρρύσατο, ἱέμενός περ:
1.7 αὐτῶν γὰρ σφετέρῃσιν ἀτασθαλίῃσιν ὄλοντο,
1.8 νήπιοι, οἳ κατὰ βοῦς Ὑπερίονος Ἠελίοιο
1.9 ἤσθιον: αὐτὰρ ὁ τοῖσιν ἀφείλετο νόστιμον ἦμαρ.
1.10 τῶν ἁμόθεν γε, θεά, θύγατερ Διός, εἰπὲ καὶ ἡμῖν.
1.11 ἔνθ᾽ ἄλλοι μὲν πάντες, ὅσοι φύγον αἰπὺν ὄλεθρον,
1.12 οἴκοι ἔσαν, πόλεμόν τε πεφευγότες ἠδὲ θάλασσαν:
1.13 τὸν δ᾽ οἶον νόστου κεχρημένον ἠδὲ γυναικὸς
1.14 νύμφη πότνι᾽ ἔρυκε Καλυψὼ δῖα θεάων
1.15 ἐν σπέσσι γλαφυροῖσι, λιλαιομένη πόσιν εἶναι.
1.16 ἀλλ᾽ ὅτε δὴ ἔτος ἦλθε περιπλομένων ἐνιαυτῶν,
1.17 τῷ οἱ ἐπεκλώσαντο θεοὶ οἶκόνδε νέεσθαι
1.18 εἰς Ἰθάκην, οὐδ᾽ ἔνθα πεφυγμένος ἦεν ἀέθλων
1.19 καὶ μετὰ οἷσι φίλοισι. θεοὶ δ᾽ ἐλέαιρον ἅπαντες
1.20 νόσφι Ποσειδάωνος: ὁ δ᾽ ἀσπερχὲς μενέαινεν
1.21 ἀντιθέῳ Ὀδυσῆι πάρος ἣν γαῖαν ἱκέσθαι.
1.22 ἀλλ᾽ ὁ μὲν Αἰθίοπας μετεκίαθε τηλόθ᾽ ἐόντας,
1.23 Αἰθίοπας τοὶ διχθὰ δεδαίαται, ἔσχατοι ἀνδρῶν,
1.24 οἱ μὲν δυσομένου Ὑπερίονος οἱ δ᾽ ἀνιόντος,
1.25 ἀντιόων ταύρων τε καὶ ἀρνειῶν ἑκατόμβης.
1.26 ἔνθ᾽ ὅ γ᾽ ἐτέρπετο δαιτὶ παρήμενος: οἱ δὲ δὴ ἄλλοι
1.27 Ζηνὸς ἐνὶ μεγάροισιν Ὀλυμπίου ἁθρόοι ἦσαν.
1.28 τοῖσι δὲ μύθων ἦρχε πατὴρ ἀνδρῶν τε θεῶν τε:
1.29 μνήσατο γὰρ κατὰ θυμὸν ἀμύμονος Αἰγίσθοιο,
1.30 τόν ῥ᾽ Ἀγαμεμνονίδης τηλεκλυτὸς ἔκταν᾽ Ὀρέστης:
1.31 τοῦ ὅ γ᾽ ἐπιμνησθεὶς ἔπε᾽ ἀθανάτοισι μετηύδα:
1.32 ὢ πόποι, οἷον δή νυ θεοὺς βροτοὶ αἰτιόωνται:
1.33 ἐξ ἡμέων γάρ φασι κάκ᾽ ἔμμεναι, οἱ δὲ καὶ αὐτοὶ
1.34 σφῇσιν ἀτασθαλίῃσιν ὑπὲρ μόρον ἄλγε᾽ ἔχουσιν,
1.35 ὡς καὶ νῦν Αἴγισθος ὑπὲρ μόρον Ἀτρεΐδαο
1.36 γῆμ᾽ ἄλοχον μνηστήν, τὸν δ᾽ ἔκτανε νοστήσαντα,
1.37 εἰδὼς αἰπὺν ὄλεθρον, ἐπεὶ πρό οἱ εἴπομεν ἡμεῖς,
1.38 Ἑρμείαν πέμψαντες, ἐύσκοπον ἀργεϊφόντην,
1.39 μήτ᾽ αὐτὸν κτείνειν μήτε μνάασθαι ἄκοιτιν:
1.40 ἐκ γὰρ Ὀρέσταο τίσις ἔσσεται Ἀτρεΐδαο,
1.41 ὁππότ᾽ ἂν ἡβήσῃ τε καὶ ἧς ἱμείρεται αἴης.
1.42 ὣς ἔφαθ᾽ Ἑρμείας, ἀλλ᾽ οὐ φρένας Αἰγίσθοιο
1.43 πεῖθ᾽ ἀγαθὰ φρονέων: νῦν δ᾽ ἁθρόα πάντ᾽ ἀπέτισεν.
1.44 τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα θεά, γλαυκῶπις Ἀθήνη:
1.45 ὦ πάτερ ἡμέτερε Κρονίδη, ὕπατε κρειόντων,
1.46 καὶ λίην κεῖνός γε ἐοικότι κεῖται ὀλέθρῳ:
1.47 ὡς ἀπόλοιτο καὶ ἄλλος, ὅτις τοιαῦτά γε ῥέζοι:
1.48 ἀλλά μοι ἀμφ᾽ Ὀδυσῆι δαΐφρονι δαίεται ἦτορ,
1.49 δυσμόρῳ, ὃς δὴ δηθὰ φίλων ἄπο πήματα πάσχει
1.50 νήσῳ ἐν ἀμφιρύτῃ, ὅθι τ᾽ ὀμφαλός ἐστι θαλάσσης.
1.51 νῆσος δενδρήεσσα, θεὰ δ᾽ ἐν δώματα ναίει,
1.52 Ἄτλαντος θυγάτηρ ὀλοόφρονος, ὅς τε θαλάσσης
1.53 πάσης βένθεα οἶδεν, ἔχει δέ τε κίονας αὐτὸς
1.54 μακράς, αἳ γαῖάν τε καὶ οὐρανὸν ἀμφὶς ἔχουσιν.
1.55 τοῦ θυγάτηρ δύστηνον ὀδυρόμενον κατερύκει,
1.56 αἰεὶ δὲ μαλακοῖσι καὶ αἱμυλίοισι λόγοισιν
1.57 θέλγει, ὅπως Ἰθάκης ἐπιλήσεται: αὐτὰρ Ὀδυσσεύς,
1.58 ἱέμενος καὶ καπνὸν ἀποθρῴσκοντα νοῆσαι
1.59 ἧς γαίης, θανέειν ἱμείρεται. οὐδέ νυ σοί περ
1.60 ἐντρέπεται φίλον ἦτορ, Ὀλύμπιε. οὔ νύ τ᾽ Ὀδυσσεὺς
1.61 Ἀργείων παρὰ νηυσὶ χαρίζετο ἱερὰ ῥέζων
1.62 Τροίῃ ἐν εὐρείῃ; τί νύ οἱ τόσον ὠδύσαο, Ζεῦ;
1.63 τὴν δ᾽ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς:
1.64 τέκνον ἐμόν, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων.
1.65 πῶς ἂν ἔπειτ᾽ Ὀδυσῆος ἐγὼ θείοιο λαθοίμην,
1.66 ὃς περὶ μὲν νόον ἐστὶ βροτῶν, περὶ δ᾽ ἱρὰ θεοῖσιν
1.67 ἀθανάτοισιν ἔδωκε, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν;
1.68 ἀλλὰ Ποσειδάων γαιήοχος ἀσκελὲς αἰεὶ
1.69 Κύκλωπος κεχόλωται, ὃν ὀφθαλμοῦ ἀλάωσεν,
1.70 ἀντίθεον Πολύφημον, ὅου κράτος ἐστὶ μέγιστον
1.71 πᾶσιν Κυκλώπεσσι: Θόωσα δέ μιν τέκε νύμφη,
1.72 Φόρκυνος θυγάτηρ ἁλὸς ἀτρυγέτοιο μέδοντος,
1.73 ἐν σπέσσι γλαφυροῖσι Ποσειδάωνι μιγεῖσα.
1.74 ἐκ τοῦ δὴ Ὀδυσῆα Ποσειδάων ἐνοσίχθων
1.75 οὔ τι κατακτείνει, πλάζει δ᾽ ἀπὸ πατρίδος αἴης.
1.76 ἀλλ᾽ ἄγεθ᾽, ἡμεῖς οἵδε περιφραζώμεθα πάντες
1.77 νόστον, ὅπως ἔλθῃσι: Ποσειδάων δὲ μεθήσει
1.78 ὃν χόλον: οὐ μὲν γὰρ τι δυνήσεται ἀντία πάντων
1.79 ἀθανάτων ἀέκητι θεῶν ἐριδαινέμεν οἶος.
1.80 τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα θεά, γλαυκῶπις Ἀθήνη:
1.81 ὦ πάτερ ἡμέτερε Κρονίδη, ὕπατε κρειόντων,
1.82 εἰ μὲν δὴ νῦν τοῦτο φίλον μακάρεσσι θεοῖσιν,
1.83 νοστῆσαι Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε,
1.84 Ἑρμείαν μὲν ἔπειτα διάκτορον ἀργεϊφόντην
1.85 νῆσον ἐς Ὠγυγίην ὀτρύνομεν, ὄφρα τάχιστα
1.86 νύμφῃ ἐυπλοκάμῳ εἴπῃ νημερτέα βουλήν,
1.87 νόστον Ὀδυσσῆος ταλασίφρονος, ὥς κε νέηται:
1.88 αὐτὰρ ἐγὼν Ἰθάκηνδ᾽ ἐσελεύσομαι, ὄφρα οἱ υἱὸν
1.89 μᾶλλον ἐποτρύνω καί οἱ μένος ἐν φρεσὶ θείω,
1.90 εἰς ἀγορὴν καλέσαντα κάρη κομόωντας Ἀχαιοὺς
1.91 πᾶσι μνηστήρεσσιν ἀπειπέμεν, οἵ τέ οἱ αἰεὶ
1.92 μῆλ᾽ ἁδινὰ σφάζουσι καὶ εἰλίποδας ἕλικας βοῦς.
1.93 πέμψω δ᾽ ἐς Σπάρτην τε καὶ ἐς Πύλον ἠμαθόεντα
1.94 νόστον πευσόμενον πατρὸς φίλου, ἤν που ἀκούσῃ,
1.95 ἠδ᾽ ἵνα μιν κλέος ἐσθλὸν ἐν ἀνθρώποισιν ἔχῃσιν.
1.96 ὣς εἰποῦσ᾽ ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα,
1.97 ἀμβρόσια χρύσεια, τά μιν φέρον ἠμὲν ἐφ᾽ ὑγρὴν
1.98 ἠδ᾽ ἐπ᾽ ἀπείρονα γαῖαν ἅμα πνοιῇς ἀνέμοιο:
1.99 εἵλετο δ᾽ ἄλκιμον ἔγχος, ἀκαχμένον ὀξέι χαλκῷ,
1.100 βριθὺ μέγα στιβαρόν, τῷ δάμνησι στίχας ἀνδρῶν
1.101 ἡρώων, τοῖσίν τε κοτέσσεται ὀβριμοπάτρη.
1.102 βῆ δὲ κατ᾽ Οὐλύμποιο καρήνων ἀίξασα,
1.103 στῆ δ᾽ Ἰθάκης ἐνὶ δήμῳ ἐπὶ προθύροις Ὀδυσῆος,
1.104 οὐδοῦ ἐπ᾽ αὐλείου: παλάμῃ δ᾽ ἔχε χάλκεον ἔγχος,
1.105 εἰδομένη ξείνῳ, Ταφίων ἡγήτορι Μέντῃ.
1.106 εὗρε δ᾽ ἄρα μνηστῆρας ἀγήνορας. οἱ μὲν ἔπειτα
1.107 πεσσοῖσι προπάροιθε θυράων θυμὸν ἔτερπον
1.108 ἥμενοι ἐν ῥινοῖσι βοῶν, οὓς ἔκτανον αὐτοί:
1.109 κήρυκες δ᾽ αὐτοῖσι καὶ ὀτρηροὶ θεράποντες
1.110 οἱ μὲν οἶνον ἔμισγον ἐνὶ κρητῆρσι καὶ ὕδωρ,
1.111 οἱ δ᾽ αὖτε σπόγγοισι πολυτρήτοισι τραπέζας
1.112 νίζον καὶ πρότιθεν, τοὶ δὲ κρέα πολλὰ δατεῦντο.
1.113 τὴν δὲ πολὺ πρῶτος ἴδε Τηλέμαχος θεοειδής,
1.114 ἧστο γὰρ ἐν μνηστῆρσι φίλον τετιημένος ἦτορ,
1.115 ὀσσόμενος πατέρ᾽ ἐσθλὸν ἐνὶ φρεσίν, εἴ ποθεν ἐλθὼν
1.116 μνηστήρων τῶν μὲν σκέδασιν κατὰ δώματα θείη,
1.117 τιμὴν δ᾽ αὐτὸς ἔχοι καὶ δώμασιν οἷσιν ἀνάσσοι.
1.118 τὰ φρονέων, μνηστῆρσι μεθήμενος, εἴσιδ᾽ Ἀθήνην.
1.119 βῆ δ᾽ ἰθὺς προθύροιο, νεμεσσήθη δ᾽ ἐνὶ θυμῷ
1.120 ξεῖνον δηθὰ θύρῃσιν ἐφεστάμεν: ἐγγύθι δὲ στὰς
1.121 χεῖρ᾽ ἕλε δεξιτερὴν καὶ ἐδέξατο χάλκεον ἔγχος,
1.122 καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα:
1.123 χαῖρε, ξεῖνε, παρ᾽ ἄμμι φιλήσεαι: αὐτὰρ ἔπειτα
1.124 δείπνου πασσάμενος μυθήσεαι ὅττεό σε χρή.
1.125 ὣς εἰπὼν ἡγεῖθ᾽, ἡ δ᾽ ἕσπετο Παλλὰς Ἀθήνη.
1.126 οἱ δ᾽ ὅτε δή ῥ᾽ ἔντοσθεν ἔσαν δόμου ὑψηλοῖο,
1.127 ἔγχος μέν ῥ᾽ ἔστησε φέρων πρὸς κίονα μακρὴν
1.128 δουροδόκης ἔντοσθεν ἐυξόου, ἔνθα περ ἄλλα
1.129 ἔγχε᾽ Ὀδυσσῆος ταλασίφρονος ἵστατο πολλά,
1.130 αὐτὴν δ᾽ ἐς θρόνον εἷσεν ἄγων, ὑπὸ λῖτα πετάσσας,
1.131 καλὸν δαιδάλεον: ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν.
1.132 πὰρ δ᾽ αὐτὸς κλισμὸν θέτο ποικίλον, ἔκτοθεν ἄλλων
1.133 μνηστήρων, μὴ ξεῖνος ἀνιηθεὶς ὀρυμαγδῷ
1.134 δείπνῳ ἁδήσειεν, ὑπερφιάλοισι μετελθών,
1.135 ἠδ᾽ ἵνα μιν περὶ πατρὸς ἀποιχομένοιο ἔροιτο.
1.136 χέρνιβα δ᾽ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα
1.137 καλῇ χρυσείῃ, ὑπὲρ ἀργυρέοιο λέβητος,
1.138 νίψασθαι: παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.
1.139 σῖτον δ᾽ αἰδοίη ταμίη παρέθηκε φέρουσα,
1.140 εἴδατα πόλλ᾽ ἐπιθεῖσα, χαριζομένη παρεόντων:
1.141 δαιτρὸς δὲ κρειῶν πίνακας παρέθηκεν ἀείρας
1.142 παντοίων, παρὰ δέ σφι τίθει χρύσεια κύπελλα:
1.143 κῆρυξ δ᾽ αὐτοῖσιν θάμ᾽ ἐπῴχετο οἰνοχοεύων.
1.144 ἐς δ᾽ ἦλθον μνηστῆρες ἀγήνορες. οἱ μὲν ἔπειτα
1.145 ἑξείης ἕζοντο κατὰ κλισμούς τε θρόνους τε,
1.146 τοῖσι δὲ κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν,
1.147 σῖτον δὲ δμῳαὶ παρενήνεον ἐν κανέοισιν,
1.148 κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο.
1.149 οἱ δ᾽ ἐπ᾽ ὀνείαθ᾽ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
1.150 αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο
1.151 μνηστῆρες, τοῖσιν μὲν ἐνὶ φρεσὶν ἄλλα μεμήλει,
1.152 μολπή τ᾽ ὀρχηστύς τε: τὰ γὰρ τ᾽ ἀναθήματα δαιτός:
1.153 κῆρυξ δ᾽ ἐν χερσὶν κίθαριν περικαλλέα θῆκεν
1.154 Φημίῳ, ὅς ῥ᾽ ἤειδε παρὰ μνηστῆρσιν ἀνάγκῃ.
1.155 ἦ τοι ὁ φορμίζων ἀνεβάλλετο καλὸν ἀείδειν.
1.156 αὐτὰρ Τηλέμαχος προσέφη γλαυκῶπιν Ἀθήνην,
1.157 ἄγχι σχὼν κεφαλήν, ἵνα μὴ πευθοίαθ᾽ οἱ ἄλλοι:
1.158 ξεῖνε φίλ᾽, ἦ καὶ μοι νεμεσήσεαι ὅττι κεν εἴπω;
1.159 τούτοισιν μὲν ταῦτα μέλει, κίθαρις καὶ ἀοιδή,
1.160 ῥεῖ᾽, ἐπεὶ ἀλλότριον βίοτον νήποινον ἔδουσιν,
1.161 ἀνέρος, οὗ δή που λεύκ᾽ ὀστέα πύθεται ὄμβρῳ
1.162 κείμεν᾽ ἐπ᾽ ἠπείρου, ἢ εἰν ἁλὶ κῦμα κυλίνδει.
1.163 εἰ κεῖνόν γ᾽ Ἰθάκηνδε ἰδοίατο νοστήσαντα,
1.164 πάντες κ᾽ ἀρησαίατ᾽ ἐλαφρότεροι πόδας εἶναι
1.165 ἢ ἀφνειότεροι χρυσοῖό τε ἐσθῆτός τε.
1.166 νῦν δ᾽ ὁ μὲν ὣς ἀπόλωλε κακὸν μόρον, οὐδέ τις ἡμῖν
1.167 θαλπωρή, εἴ πέρ τις ἐπιχθονίων ἀνθρώπων
1.168 φῇσιν ἐλεύσεσθαι: τοῦ δ᾽ ὤλετο νόστιμον ἦμαρ.
1.169 ἀλλ᾽ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον:
1.170 τίς πόθεν εἰς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες;
1.171 ὁπποίης τ᾽ ἐπὶ νηὸς ἀφίκεο: πῶς δέ σε ναῦται
1.172 ἤγαγον εἰς Ἰθάκην; τίνες ἔμμεναι εὐχετόωντο;
1.173 οὐ μὲν γὰρ τί σε πεζὸν ὀίομαι ἐνθάδ᾽ ἱκέσθαι.
1.174 καί μοι τοῦτ᾽ ἀγόρευσον ἐτήτυμον, ὄφρ᾽ ἐὺ εἰδῶ,
1.175 ἠὲ νέον μεθέπεις ἦ καὶ πατρώιός ἐσσι
1.176 ξεῖνος, ἐπεὶ πολλοὶ ἴσαν ἀνέρες ἡμέτερον δῶ
1.177 ἄλλοι, ἐπεὶ καὶ κεῖνος ἐπίστροφος ἦν ἀνθρώπων.
1.178 τὸν δ᾽ αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη:
1.179 τοιγὰρ ἐγώ τοι ταῦτα μάλ᾽ ἀτρεκέως ἀγορεύσω.
1.180 Μέντης Ἀγχιάλοιο δαΐφρονος εὔχομαι εἶναι
1.181 υἱός, ἀτὰρ Ταφίοισι φιληρέτμοισιν ἀνάσσω.
1.182 νῦν δ᾽ ὧδε ξὺν νηὶ κατήλυθον ἠδ᾽ ἑτάροισιν
1.183 πλέων ἐπὶ οἴνοπα πόντον ἐπ᾽ ἀλλοθρόους ἀνθρώπους,
1.184 ἐς Τεμέσην μετὰ χαλκόν, ἄγω δ᾽ αἴθωνα σίδηρον.
1.185 νηῦς δέ μοι ἥδ᾽ ἕστηκεν ἐπ᾽ ἀγροῦ νόσφι πόληος,
1.186 ἐν λιμένι Ῥείθρῳ ὑπὸ Νηίῳ ὑλήεντι.
1.187 ξεῖνοι δ᾽ ἀλλήλων πατρώιοι εὐχόμεθ᾽ εἶναι
1.188 ἐξ ἀρχῆς, εἴ πέρ τε γέροντ᾽ εἴρηαι ἐπελθὼν
1.189 Λαέρτην ἥρωα, τὸν οὐκέτι φασὶ πόλινδε
1.190 ἔρχεσθ᾽, ἀλλ᾽ ἀπάνευθεν ἐπ᾽ ἀγροῦ πήματα πάσχειν
1.191 γρηὶ σὺν ἀμφιπόλῳ, ἥ οἱ βρῶσίν τε πόσιν τε
1.192 παρτιθεῖ, εὖτ᾽ ἄν μιν κάματος κατὰ γυῖα λάβῃσιν
1.193 ἑρπύζοντ᾽ ἀνὰ γουνὸν ἀλωῆς οἰνοπέδοιο.
1.194 νῦν δ᾽ ἦλθον: δὴ γάρ μιν ἔφαντ᾽ ἐπιδήμιον εἶναι,
1.195 σὸν πατέρ᾽: ἀλλά νυ τόν γε θεοὶ βλάπτουσι κελεύθου.
1.196 οὐ γάρ πω τέθνηκεν ἐπὶ χθονὶ δῖος Ὀδυσσεύς,
1.197 ἀλλ᾽ ἔτι που ζωὸς κατερύκεται εὐρέι πόντῳ
1.198 νήσῳ ἐν ἀμφιρύτῃ, χαλεποὶ δέ μιν ἄνδρες ἔχουσιν
1.199 ἄγριοι, οἵ που κεῖνον ἐρυκανόωσ᾽ ἀέκοντα.
1.200 αὐτὰρ νῦν τοι ἐγὼ μαντεύσομαι, ὡς ἐνὶ θυμῷ
1.201 ἀθάνατοι βάλλουσι καὶ ὡς τελέεσθαι ὀίω,
1.202 οὔτε τι μάντις ἐὼν οὔτ᾽ οἰωνῶν σάφα εἰδώς.
1.203 οὔ τοι ἔτι δηρόν γε φίλης ἀπὸ πατρίδος αἴης
1.204 ἔσσεται, οὐδ᾽ εἴ πέρ τε σιδήρεα δέσματ᾽ ἔχῃσιν:
1.205 φράσσεται ὥς κε νέηται, ἐπεὶ πολυμήχανός ἐστιν.
1.206 ἀλλ᾽ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,
1.207 εἰ δὴ ἐξ αὐτοῖο τόσος πάϊς εἰς Ὀδυσῆος.
1.208 αἰνῶς μὲν κεφαλήν τε καὶ ὄμματα καλὰ ἔοικας
1.209 κείνῳ, ἐπεὶ θαμὰ τοῖον ἐμισγόμεθ᾽ ἀλλήλοισιν,
1.210 πρίν γε τὸν ἐς Τροίην ἀναβήμεναι, ἔνθα περ ἄλλοι
1.211 Ἀργείων οἱ ἄριστοι ἔβαν κοίλῃς ἐνὶ νηυσίν:
1.212 ἐκ τοῦ δ᾽ οὔτ᾽ Ὀδυσῆα ἐγὼν ἴδον οὔτ᾽ ἔμ᾽ ἐκεῖνος.
1.213 τὴν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα:
1.214 τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλ᾽ ἀτρεκέως ἀγορεύσω.
1.215 μήτηρ μέν τέ μέ φησι τοῦ ἔμμεναι, αὐτὰρ ἐγώ γε
1.216 οὐκ οἶδ᾽: οὐ γάρ πώ τις ἑὸν γόνον αὐτὸς ἀνέγνω.
1.217 ὡς δὴ ἐγώ γ᾽ ὄφελον μάκαρός νύ τευ ἔμμεναι υἱὸς
1.218 ἀνέρος, ὃν κτεάτεσσιν ἑοῖς ἔπι γῆρας ἔτετμε.
1.219 νῦν δ᾽ ὃς ἀποτμότατος γένετο θνητῶν ἀνθρώπων,
1.220 τοῦ μ᾽ ἔκ φασι γενέσθαι, ἐπεὶ σύ με τοῦτ᾽ ἐρεείνεις.
1.221 τὸν δ᾽ αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη:
1.222 οὐ μέν τοι γενεήν γε θεοὶ νώνυμνον ὀπίσσω
1.223 θῆκαν, ἐπεὶ σέ γε τοῖον ἐγείνατο Πηνελόπεια.
1.224 ἀλλ᾽ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον:
1.225 τίς δαίς, τίς δὲ ὅμιλος ὅδ᾽ ἔπλετο; τίπτε δέ σε χρεώ;
1.226 εἰλαπίνη ἠὲ γάμος; ἐπεὶ οὐκ ἔρανος τάδε γ᾽ ἐστίν:
1.227 ὥς τέ μοι ὑβρίζοντες ὑπερφιάλως δοκέουσι
1.228 δαίνυσθαι κατὰ δῶμα. νεμεσσήσαιτό κεν ἀνὴρ
1.229 αἴσχεα πόλλ᾽ ὁρόων, ὅς τις πινυτός γε μετέλθοι.
1.230 τὴν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα:
1.231 ξεῖν᾽, ἐπεὶ ἂρ δὴ ταῦτά μ᾽ ἀνείρεαι ἠδὲ μεταλλᾷς,
1.232 μέλλεν μέν ποτε οἶκος ὅδ᾽ ἀφνειὸς καὶ ἀμύμων
1.233 ἔμμεναι, ὄφρ᾽ ἔτι κεῖνος ἀνὴρ ἐπιδήμιος ἦεν:
1.234 νῦν δ᾽ ἑτέρως ἐβόλοντο θεοὶ κακὰ μητιόωντες,
1.235 οἳ κεῖνον μὲν ἄιστον ἐποίησαν περὶ πάντων
1.236 ἀνθρώπων, ἐπεὶ οὔ κε θανόντι περ ὧδ᾽ ἀκαχοίμην,
1.237 εἰ μετὰ οἷς ἑτάροισι δάμη Τρώων ἐνὶ δήμῳ,
1.238 ἠὲ φίλων ἐν χερσίν, ἐπεὶ πόλεμον τολύπευσεν.
1.239 τῷ κέν οἱ τύμβον μὲν ἐποίησαν Παναχαιοί,
1.240 ἠδέ κε καὶ ᾧ παιδὶ μέγα κλέος ἤρατ᾽ ὀπίσσω.
1.241 νῦν δέ μιν ἀκλειῶς ἅρπυιαι ἀνηρείψαντο:
1.242 οἴχετ᾽ ἄιστος ἄπυστος, ἐμοὶ δ᾽ ὀδύνας τε γόους τε
1.243 κάλλιπεν. οὐδέ τι κεῖνον ὀδυρόμενος στεναχίζω
1.244 οἶον, ἐπεί νύ μοι ἄλλα θεοὶ κακὰ κήδε᾽ ἔτευξαν.
1.245 ὅσσοι γὰρ νήσοισιν ἐπικρατέουσιν ἄριστοι,
1.246 Δουλιχίῳ τε Σάμῃ τε καὶ ὑλήεντι Ζακύνθῳ,
1.247 ἠδ᾽ ὅσσοι κραναὴν Ἰθάκην κάτα κοιρανέουσιν,
1.248 τόσσοι μητέρ᾽ ἐμὴν μνῶνται, τρύχουσι δὲ οἶκον.
1.249 ἡ δ᾽ οὔτ᾽ ἀρνεῖται στυγερὸν γάμον οὔτε τελευτὴν
1.250 ποιῆσαι δύναται: τοὶ δὲ φθινύθουσιν ἔδοντες
1.251 οἶκον ἐμόν: τάχα δή με διαρραίσουσι καὶ αὐτόν.
1.252 τὸν δ᾽ ἐπαλαστήσασα προσηύδα Παλλὰς Ἀθήνη:
1.253 ὢ πόποι, ἦ δὴ πολλὸν ἀποιχομένου Ὀδυσῆος
1.254 δεύῃ, ὅ κε μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφείη.
1.255 εἰ γὰρ νῦν ἐλθὼν δόμου ἐν πρώτῃσι θύρῃσι
1.256 σταίη, ἔχων πήληκα καὶ ἀσπίδα καὶ δύο δοῦρε,
1.257 τοῖος ἐὼν οἷόν μιν ἐγὼ τὰ πρῶτ᾽ ἐνόησα
1.258 οἴκῳ ἐν ἡμετέρῳ πίνοντά τε τερπόμενόν τε,
1.259 ἐξ Ἐφύρης ἀνιόντα παρ᾽ Ἴλου Μερμερίδαο—
1.260 ᾤχετο γὰρ καὶ κεῖσε θοῆς ἐπὶ νηὸς Ὀδυσσεὺς
1.261 φάρμακον ἀνδροφόνον διζήμενος, ὄφρα οἱ εἴη
1.262 ἰοὺς χρίεσθαι χαλκήρεας: ἀλλ᾽ ὁ μὲν οὔ οἱ
1.263 δῶκεν, ἐπεί ῥα θεοὺς νεμεσίζετο αἰὲν ἐόντας,
1.264 ἀλλὰ πατήρ οἱ δῶκεν ἐμός: φιλέεσκε γὰρ αἰνῶς—
1.265 τοῖος ἐὼν μνηστῆρσιν ὁμιλήσειεν Ὀδυσσεύς:
1.266 πάντες κ᾽ ὠκύμοροί τε γενοίατο πικρόγαμοί τε.
1.267 ἀλλ᾽ ἦ τοι μὲν ταῦτα θεῶν ἐν γούνασι κεῖται,
1.268 ἤ κεν νοστήσας ἀποτίσεται, ἦε καὶ οὐκί,
1.269 οἷσιν ἐνὶ μεγάροισι: σὲ δὲ φράζεσθαι ἄνωγα,
1.270 ὅππως κε μνηστῆρας ἀπώσεαι ἐκ μεγάροιο.
1.271 εἰ δ᾽ ἄγε νῦν ξυνίει καὶ ἐμῶν ἐμπάζεο μύθων:
1.272 αὔριον εἰς ἀγορὴν καλέσας ἥρωας Ἀχαιοὺς
1.273 μῦθον πέφραδε πᾶσι, θεοὶ δ᾽ ἐπὶ μάρτυροι ἔστων.
1.274 μνηστῆρας μὲν ἐπὶ σφέτερα σκίδνασθαι ἄνωχθι,
1.275 μητέρα δ᾽, εἴ οἱ θυμὸς ἐφορμᾶται γαμέεσθαι,
1.276 ἂψ ἴτω ἐς μέγαρον πατρὸς μέγα δυναμένοιο:
1.277 οἱ δὲ γάμον τεύξουσι καὶ ἀρτυνέουσιν ἔεδνα
1.278 πολλὰ μάλ᾽, ὅσσα ἔοικε φίλης ἐπὶ παιδὸς ἕπεσθαι.
1.279 σοὶ δ᾽ αὐτῷ πυκινῶς ὑποθήσομαι, αἴ κε πίθηαι:
1.280 νῆ᾽ ἄρσας ἐρέτῃσιν ἐείκοσιν, ἥ τις ἀρίστη,
1.281 ἔρχεο πευσόμενος πατρὸς δὴν οἰχομένοιο,
1.282 ἤν τίς τοι εἴπῃσι βροτῶν, ἢ ὄσσαν ἀκούσῃς
1.283 ἐκ Διός, ἥ τε μάλιστα φέρει κλέος ἀνθρώποισι.
1.284 πρῶτα μὲν ἐς Πύλον ἐλθὲ καὶ εἴρεο Νέστορα δῖον,
1.285 κεῖθεν δὲ Σπάρτηνδε παρὰ ξανθὸν Μενέλαον:
1.286 ὃς γὰρ δεύτατος ἦλθεν Ἀχαιῶν χαλκοχιτώνων.
1.287 εἰ μέν κεν πατρὸς βίοτον καὶ νόστον ἀκούσῃς,
1.288 ἦ τ᾽ ἂν τρυχόμενός περ ἔτι τλαίης ἐνιαυτόν:
1.289 εἰ δέ κε τεθνηῶτος ἀκούσῃς μηδ᾽ ἔτ᾽ ἐόντος,
1.290 νοστήσας δὴ ἔπειτα φίλην ἐς πατρίδα γαῖαν
1.291 σῆμά τέ οἱ χεῦαι καὶ ἐπὶ κτέρεα κτερεΐξαι
1.292 πολλὰ μάλ᾽, ὅσσα ἔοικε, καὶ ἀνέρι μητέρα δοῦναι.
1.293 αὐτὰρ ἐπὴν δὴ ταῦτα τελευτήσῃς τε καὶ ἔρξῃς,
1.294 φράζεσθαι δὴ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν
1.295 ὅππως κε μνηστῆρας ἐνὶ μεγάροισι τεοῖσι
1.296 κτείνῃς ἠὲ δόλῳ ἢ ἀμφαδόν: οὐδέ τί σε χρὴ
1.297 νηπιάας ὀχέειν, ἐπεὶ οὐκέτι τηλίκος ἐσσι.
1.298 ἢ οὐκ ἀίεις οἷον κλέος ἔλλαβε δῖος Ὀρέστης
1.299 πάντας ἐπ᾽ ἀνθρώπους, ἐπεὶ ἔκτανε πατροφονῆα,
1.300 Αἴγισθον δολόμητιν, ὅ οἱ πατέρα κλυτὸν ἔκτα;
1.301 καὶ σύ, φίλος, μάλα γάρ σ᾽ ὁρόω καλόν τε μέγαν τε,
1.302 ἄλκιμος ἔσσ᾽, ἵνα τίς σε καὶ ὀψιγόνων ἐὺ εἴπῃ.
1.303 αὐτὰρ ἐγὼν ἐπὶ νῆα θοὴν κατελεύσομαι ἤδη
1.304 ἠδ᾽ ἑτάρους, οἵ πού με μάλ᾽ ἀσχαλόωσι μένοντες:
1.305 σοὶ δ᾽ αὐτῷ μελέτω, καὶ ἐμῶν ἐμπάζεο μύθων.
1.306 τὴν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα:
1.307 ξεῖν᾽, ἦ τοι μὲν ταῦτα φίλα φρονέων ἀγορεύεις,
1.308 ὥς τε πατὴρ ᾧ παιδί, καὶ οὔ ποτε λήσομαι αὐτῶν.
1.309 ἀλλ᾽ ἄγε νῦν ἐπίμεινον, ἐπειγόμενός περ ὁδοῖο,
1.310 ὄφρα λοεσσάμενός τε τεταρπόμενός τε φίλον κῆρ,
1.311 δῶρον ἔχων ἐπὶ νῆα κίῃς, χαίρων ἐνὶ θυμῷ,
1.312 τιμῆεν, μάλα καλόν, ὅ τοι κειμήλιον ἔσται
1.313 ἐξ ἐμεῦ, οἷα φίλοι ξεῖνοι ξείνοισι διδοῦσι.
1.314 τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα θεά, γλαυκῶπις Ἀθήνη:
1.315 μή μ᾽ ἔτι νῦν κατέρυκε, λιλαιόμενόν περ ὁδοῖο.
1.316 δῶρον δ᾽ ὅττι κέ μοι δοῦναι φίλον ἦτορ ἀνώγῃ,
1.317 αὖτις ἀνερχομένῳ δόμεναι οἶκόνδε φέρεσθαι,
1.318 καὶ μάλα καλὸν ἑλών: σοὶ δ᾽ ἄξιον ἔσται ἀμοιβῆς.
1.319 ἡ μὲν ἄρ᾽ ὣς εἰποῦσ᾽ ἀπέβη γλαυκῶπις Ἀθήνη,
1.320 ὄρνις δ᾽ ὣς ἀνόπαια διέπτατο: τῷ δ᾽ ἐνὶ θυμῷ
1.321 θῆκε μένος καὶ θάρσος, ὑπέμνησέν τέ ἑ πατρὸς
1.322 μᾶλλον ἔτ᾽ ἢ τὸ πάροιθεν. ὁ δὲ φρεσὶν ᾗσι νοήσας
1.323 θάμβησεν κατὰ θυμόν: ὀίσατο γὰρ θεὸν εἶναι.
1.324 αὐτίκα δὲ μνηστῆρας ἐπῴχετο ἰσόθεος φώς.
1.325 τοῖσι δ᾽ ἀοιδὸς ἄειδε περικλυτός, οἱ δὲ σιωπῇ
1.326 ἥατ᾽ ἀκούοντες: ὁ δ᾽ Ἀχαιῶν νόστον ἄειδε
1.327 λυγρόν, ὃν ἐκ Τροίης ἐπετείλατο Παλλὰς Ἀθήνη.
1.328 τοῦ δ᾽ ὑπερωιόθεν φρεσὶ σύνθετο θέσπιν ἀοιδὴν
1.329 κούρη Ἰκαρίοιο, περίφρων Πηνελόπεια:
1.330 κλίμακα δ᾽ ὑψηλὴν κατεβήσετο οἷο δόμοιο,
1.331 οὐκ οἴη, ἅμα τῇ γε καὶ ἀμφίπολοι δύ᾽ ἕποντο.
1.332 ἡ δ᾽ ὅτε δὴ μνηστῆρας ἀφίκετο δῖα γυναικῶν,
1.333 στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο,
1.334 ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα:
1.335 ἀμφίπολος δ᾽ ἄρα οἱ κεδνὴ ἑκάτερθε παρέστη.
1.336 δακρύσασα δ᾽ ἔπειτα προσηύδα θεῖον ἀοιδόν:
1.337 Φήμιε, πολλὰ γὰρ ἄλλα βροτῶν θελκτήρια οἶδας,
1.338 ἔργ᾽ ἀνδρῶν τε θεῶν τε, τά τε κλείουσιν ἀοιδοί:
1.339 τῶν ἕν γέ σφιν ἄειδε παρήμενος, οἱ δὲ σιωπῇ
1.340 οἶνον πινόντων: ταύτης δ᾽ ἀποπαύε᾽ ἀοιδῆς
1.341 λυγρῆς, ἥ τέ μοι αἰεὶ ἐνὶ στήθεσσι φίλον κῆρ
1.342 τείρει, ἐπεί με μάλιστα καθίκετο πένθος ἄλαστον.
1.343 τοίην γὰρ κεφαλὴν ποθέω μεμνημένη αἰεί,
1.344 ἀνδρός, τοῦ κλέος εὐρὺ καθ᾽ Ἑλλάδα καὶ μέσον Ἄργος.
1.345 τὴν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα:
1.346 μῆτερ ἐμή, τί τ᾽ ἄρα φθονέεις ἐρίηρον ἀοιδὸν
1.347 τέρπειν ὅππῃ οἱ νόος ὄρνυται; οὔ νύ τ᾽ ἀοιδοὶ
1.348 αἴτιοι, ἀλλά ποθι Ζεὺς αἴτιος, ὅς τε δίδωσιν
1.349 ἀνδράσιν ἀλφηστῇσιν, ὅπως ἐθέλῃσιν, ἑκάστῳ.
1.350 τούτῳ δ᾽ οὐ νέμεσις Δαναῶν κακὸν οἶτον ἀείδειν:
1.351 τὴν γὰρ ἀοιδὴν μᾶλλον ἐπικλείουσ᾽ ἄνθρωποι,
1.352 ἥ τις ἀκουόντεσσι νεωτάτη ἀμφιπέληται.
1.353 σοί δ᾽ ἐπιτολμάτω κραδίη καὶ θυμὸς ἀκούειν:
1.354 οὐ γὰρ Ὀδυσσεὺς οἶος ἀπώλεσε νόστιμον ἦμαρ
1.355 ἐν Τροίῃ, πολλοὶ δὲ καὶ ἄλλοι φῶτες ὄλοντο.
1.356 ἀλλ᾽ εἰς οἶκον ἰοῦσα τὰ σ᾽ αὐτῆς ἔργα κόμιζε,
1.357 ἱστόν τ᾽ ἠλακάτην τε, καὶ ἀμφιπόλοισι κέλευε
1.358 ἔργον ἐποίχεσθαι: μῦθος δ᾽ ἄνδρεσσι μελήσει
1.359 πᾶσι, μάλιστα δ᾽ ἐμοί: τοῦ γὰρ κράτος ἔστ᾽ ἐνὶ οἴκῳ.
1.360 ἡ μὲν θαμβήσασα πάλιν οἶκόνδε βεβήκει:
1.361 παιδὸς γὰρ μῦθον πεπνυμένον ἔνθετο θυμῷ.
1.362 ἐς δ᾽ ὑπερῷ᾽ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶ
1.363 κλαῖεν ἔπειτ᾽ Ὀδυσῆα φίλον πόσιν, ὄφρα οἱ ὕπνον
1.364 ἡδὺν ἐπὶ βλεφάροισι βάλε γλαυκῶπις Ἀθήνη.
1.365 μνηστῆρες δ᾽ ὁμάδησαν ἀνὰ μέγαρα σκιόεντα,
1.366 πάντες δ᾽ ἠρήσαντο παραὶ λεχέεσσι κλιθῆναι.
1.367 τοῖσι δὲ Τηλέμαχος πεπνυμένος ἤρχετο μύθων:
1.368 μητρὸς ἐμῆς μνηστῆρες ὑπέρβιον ὕβριν ἔχοντες,
1.369 νῦν μὲν δαινύμενοι τερπώμεθα, μηδὲ βοητὺς
1.370 ἔστω, ἐπεὶ τόδε καλὸν ἀκουέμεν ἐστὶν ἀοιδοῦ
1.371 τοιοῦδ᾽ οἷος ὅδ᾽ ἐστί, θεοῖς ἐναλίγκιος αὐδήν.
1.372 ἠῶθεν δ᾽ ἀγορήνδε καθεζώμεσθα κιόντες
1.373 πάντες, ἵν᾽ ὕμιν μῦθον ἀπηλεγέως ἀποείπω,
1.374 ἐξιέναι μεγάρων: ἄλλας δ᾽ ἀλεγύνετε δαῖτας,
1.375 ὑμὰ κτήματ᾽ ἔδοντες, ἀμειβόμενοι κατὰ οἴκους.
1.376 εἰ δ᾽ ὕμιν δοκέει τόδε λωίτερον καὶ ἄμεινον
1.377 ἔμμεναι, ἀνδρὸς ἑνὸς βίοτον νήποινον ὀλέσθαι,
1.378 κείρετ᾽: ἐγὼ δὲ θεοὺς ἐπιβώσομαι αἰὲν ἐόντας,
1.379 αἴ κέ ποθι Ζεὺς δῷσι παλίντιτα ἔργα γενέσθαι:
1.380 νήποινοί κεν ἔπειτα δόμων ἔντοσθεν ὄλοισθε.
1.381 ὣς ἔφαθ᾽, οἱ δ᾽ ἄρα πάντες ὀδὰξ ἐν χείλεσι φύντες
1.382 Τηλέμαχον θαύμαζον, ὃ θαρσαλέως ἀγόρευεν.
1.383 τὸν δ᾽ αὖτ᾽ Ἀντίνοος προσέφη, Εὐπείθεος υἱός:
1.384 Τηλέμαχ᾽, ἦ μάλα δή σε διδάσκουσιν θεοὶ αὐτοὶ
1.385 ὑψαγόρην τ᾽ ἔμεναι καὶ θαρσαλέως ἀγορεύειν:
1.386 μὴ σέ γ᾽ ἐν ἀμφιάλῳ Ἰθάκῃ βασιλῆα Κρονίων
1.387 ποιήσειεν, ὅ τοι γενεῇ πατρώιόν ἐστιν.
1.388 τὸν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα:
1.389 Ἀντίνο᾽, ἦ καί μοι νεμεσήσεαι ὅττι κεν εἴπω;
1.390 καὶ κεν τοῦτ᾽ ἐθέλοιμι Διός γε διδόντος ἀρέσθαι.
1.391 ἦ φῂς τοῦτο κάκιστον ἐν ἀνθρώποισι τετύχθαι;
1.392 οὐ μὲν γάρ τι κακὸν βασιλευέμεν: αἶψά τέ οἱ δῶ
1.393 ἀφνειὸν πέλεται καὶ τιμηέστερος αὐτός.
1.394 ἀλλ᾽ ἦ τοι βασιλῆες Ἀχαιῶν εἰσὶ καὶ ἄλλοι
1.395 πολλοὶ ἐν ἀμφιάλῳ Ἰθάκῃ, νέοι ἠδὲ παλαιοί,
1.396 τῶν κέν τις τόδ᾽ ἔχῃσιν, ἐπεὶ θάνε δῖος Ὀδυσσεύς:
1.397 αὐτὰρ ἐγὼν οἴκοιο ἄναξ ἔσομ᾽ ἡμετέροιο
1.398 καὶ δμώων, οὕς μοι ληίσσατο δῖος Ὀδυσσεύς.
1.399 τὸν δ᾽ αὖτ᾽ Εὐρύμαχος Πολύβου πάϊς ἀντίον ηὔδα:
1.400 Τηλέμαχ᾽, ἦ τοι ταῦτα θεῶν ἐν γούνασι κεῖται,
1.401 ὅς τις ἐν ἀμφιάλῳ Ἰθάκῃ βασιλεύσει Ἀχαιῶν:
1.402 κτήματα δ᾽ αὐτὸς ἔχοις καὶ δώμασιν οἷσιν ἀνάσσοις.
1.403 μὴ γὰρ ὅ γ᾽ ἔλθοι ἀνὴρ ὅς τίς σ᾽ ἀέκοντα βίηφιν
1.404 κτήματ᾽ ἀπορραίσει, Ἰθάκης ἔτι ναιετοώσης.
1.405 ἀλλ᾽ ἐθέλω σε, φέριστε, περὶ ξείνοιο ἐρέσθαι,
1.406 ὁππόθεν οὗτος ἀνήρ, ποίης δ᾽ ἐξ εὔχεται εἶναι
1.407 γαίης, ποῦ δέ νύ οἱ γενεὴ καὶ πατρὶς ἄρουρα.
1.408 ἠέ τιν᾽ ἀγγελίην πατρὸς φέρει ἐρχομένοιο,
1.409 ἦ ἑὸν αὐτοῦ χρεῖος ἐελδόμενος τόδ᾽ ἱκάνει;
1.410 οἷον ἀναΐξας ἄφαρ οἴχεται, οὐδ᾽ ὑπέμεινε
1.411 γνώμεναι: οὐ μὲν γάρ τι κακῷ εἰς ὦπα ἐῴκει.
1.412 τὸν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα:
1.413 Εὐρύμαχ᾽, ἦ τοι νόστος ἀπώλετο πατρὸς ἐμοῖο:
1.414 οὔτ᾽ οὖν ἀγγελίῃ ἔτι πείθομαι, εἴ ποθεν ἔλθοι,
1.415 οὔτε θεοπροπίης ἐμπάζομαι, ἥν τινα μήτηρ
1.416 ἐς μέγαρον καλέσασα θεοπρόπον ἐξερέηται.
1.417 ξεῖνος δ᾽ οὗτος ἐμὸς πατρώιος ἐκ Τάφου ἐστίν,
1.418 Μέντης δ᾽ Ἀγχιάλοιο δαΐφρονος εὔχεται εἶναι
1.419 υἱός, ἀτὰρ Ταφίοισι φιληρέτμοισιν ἀνάσσει.
1.420 ὣς φάτο Τηλέμαχος, φρεσὶ δ᾽ ἀθανάτην θεὸν ἔγνω.
1.421 οἱ δ᾽ εἰς ὀρχηστύν τε καὶ ἱμερόεσσαν ἀοιδὴν
1.422 τρεψάμενοι τέρποντο, μένον δ᾽ ἐπὶ ἕσπερον ἐλθεῖν.
1.423 τοῖσι δὲ τερπομένοισι μέλας ἐπὶ ἕσπερος ἦλθε:
1.424 δὴ τότε κακκείοντες ἔβαν οἶκόνδε ἕκαστος.
1.425 Τηλέμαχος δ᾽, ὅθι οἱ θάλαμος περικαλλέος αὐλῆς
1.426 ὑψηλὸς δέδμητο περισκέπτῳ ἐνὶ χώρῳ,
1.427 ἔνθ᾽ ἔβη εἰς εὐνὴν πολλὰ φρεσὶ μερμηρίζων.
1.428 τῷ δ᾽ ἄρ᾽ ἅμ᾽ αἰθομένας δαΐδας φέρε κεδνὰ ἰδυῖα
1.429 Εὐρύκλει᾽, Ὦπος θυγάτηρ Πεισηνορίδαο,
1.430 τήν ποτε Λαέρτης πρίατο κτεάτεσσιν ἑοῖσιν
1.431 πρωθήβην ἔτ᾽ ἐοῦσαν, ἐεικοσάβοια δ᾽ ἔδωκεν,
1.432 ἶσα δέ μιν κεδνῇ ἀλόχῳ τίεν ἐν μεγάροισιν,
1.433 εὐνῇ δ᾽ οὔ ποτ᾽ ἔμικτο, χόλον δ᾽ ἀλέεινε γυναικός:
1.434 ἥ οἱ ἅμ᾽ αἰθομένας δαΐδας φέρε, καί ἑ μάλιστα
1.435 δμῳάων φιλέεσκε, καὶ ἔτρεφε τυτθὸν ἐόντα.
1.436 ὤιξεν δὲ θύρας θαλάμου πύκα ποιητοῖο,
1.437 ἕζετο δ᾽ ἐν λέκτρῳ, μαλακὸν δ᾽ ἔκδυνε χιτῶνα:
1.438 καὶ τὸν μὲν γραίης πυκιμηδέος ἔμβαλε χερσίν.
1.439 ἡ μὲν τὸν πτύξασα καὶ ἀσκήσασα χιτῶνα,
1.440 πασσάλῳ ἀγκρεμάσασα παρὰ τρητοῖσι λέχεσσι
1.441 βῆ ῥ᾽ ἴμεν ἐκ θαλάμοιο, θύρην δ᾽ ἐπέρυσσε κορώνῃ
1.442 ἀργυρέῃ, ἐπὶ δὲ κληῖδ᾽ ἐτάνυσσεν ἱμάντι.
1.443 ἔνθ᾽ ὅ γε παννύχιος, κεκαλυμμένος οἰὸς ἀώτῳ,
1.444 βούλευε φρεσὶν ᾗσιν ὁδὸν τὴν πέφραδ᾽ Ἀθήνη.
2.1 ἦμος δ᾽ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
2.2 ὤρνυτ᾽ ἄρ᾽ ἐξ εὐνῆφιν Ὀδυσσῆος φίλος υἱὸς
2.3 εἵματα ἑσσάμενος, περὶ δὲ ξίφος ὀξὺ θέτ᾽ ὤμῳ,
2.4 ποσσὶ δ᾽ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα,
2.5 βῆ δ᾽ ἴμεν ἐκ θαλάμοιο θεῷ ἐναλίγκιος ἄντην.
2.6 αἶψα δὲ κηρύκεσσι λιγυφθόγγοισι κέλευσε
2.7 κηρύσσειν ἀγορήνδε κάρη κομόωντας Ἀχαιούς.
2.8 οἱ μὲν ἐκήρυσσον, τοὶ δ᾽ ἠγείροντο μάλ᾽ ὦκα.
2.9 αὐτὰρ ἐπεί ῥ᾽ ἤγερθεν ὁμηγερέες τ᾽ ἐγένοντο,
2.10 βῆ ῥ᾽ ἴμεν εἰς ἀγορήν, παλάμῃ δ᾽ ἔχε χάλκεον ἔγχος,
2.11 οὐκ οἶος, ἅμα τῷ γε δύω κύνες ἀργοὶ ἕποντο.
2.12 θεσπεσίην δ᾽ ἄρα τῷ γε χάριν κατέχευεν Ἀθήνη.
2.13 τὸν δ᾽ ἄρα πάντες λαοὶ ἐπερχόμενον θηεῦντο:
2.14 ἕζετο δ᾽ ἐν πατρὸς θώκῳ, εἶξαν δὲ γέροντες.
2.15 τοῖσι δ᾽ ἔπειθ᾽ ἥρως Αἰγύπτιος ἦρχ᾽ ἀγορεύειν,
2.16 ὃς δὴ γήραϊ κυφὸς ἔην καὶ μυρία ᾔδη.
2.17 καὶ γὰρ τοῦ φίλος υἱὸς ἅμ᾽ ἀντιθέῳ Ὀδυσῆι
2.18 Ἴλιον εἰς ἐύπωλον ἔβη κοίλῃς ἐνὶ νηυσίν,
2.19 Ἄντιφος αἰχμητής: τὸν δ᾽ ἄγριος ἔκτανε Κύκλωψ
2.20 ἐν σπῆι γλαφυρῷ, πύματον δ᾽ ὡπλίσσατο δόρπον.
2.21 τρεῖς δέ οἱ ἄλλοι ἔσαν, καὶ ὁ μὲν μνηστῆρσιν ὁμίλει,
2.22 Εὐρύνομος, δύο δ᾽ αἰὲν ἔχον πατρώια ἔργα.
2.23 ἀλλ᾽ οὐδ᾽ ὣς τοῦ λήθετ᾽ ὀδυρόμενος καὶ ἀχεύων.
2.24 τοῦ ὅ γε δάκρυ χέων ἀγορήσατο καὶ μετέειπε:
2.25 κέκλυτε δὴ νῦν μευ, Ἰθακήσιοι, ὅττι κεν εἴπω:
2.26 οὔτε ποθ᾽ ἡμετέρη ἀγορὴ γένετ᾽ οὔτε θόωκος
2.27 ἐξ οὗ Ὀδυσσεὺς δῖος ἔβη κοίλῃς ἐνὶ νηυσί.
2.28 νῦν δὲ τίς ὧδ᾽ ἤγειρε; τίνα χρειὼ τόσον ἵκει
2.29 ἠὲ νέων ἀνδρῶν ἢ οἳ προγενέστεροί εἰσιν;
2.30 ἠέ τιν᾽ ἀγγελίην στρατοῦ ἔκλυεν ἐρχομένοιο,
2.31 ἥν χ᾽ ἡμῖν σάφα εἴποι, ὅτε πρότερός γε πύθοιτο;
2.32 ἦέ τι δήμιον ἄλλο πιφαύσκεται ἠδ᾽ ἀγορεύει;
2.33 ἐσθλός μοι δοκεῖ εἶναι, ὀνήμενος. εἴθε οἱ αὐτῷ
2.34 Ζεὺς ἀγαθὸν τελέσειεν, ὅτι φρεσὶν ᾗσι μενοινᾷ.
2.35 ὣς φάτο, χαῖρε δὲ φήμῃ Ὀδυσσῆος φίλος υἱός,
2.36 οὐδ᾽ ἄρ᾽ ἔτι δὴν ἧστο, μενοίνησεν δ᾽ ἀγορεύειν,
2.37 στῆ δὲ μέσῃ ἀγορῇ: σκῆπτρον δέ οἱ ἔμβαλε χειρὶ
2.38 κῆρυξ Πεισήνωρ πεπνυμένα μήδεα εἰδώς.
2.39 πρῶτον ἔπειτα γέροντα καθαπτόμενος προσέειπεν:
2.40 ὦ γέρον, οὐχ ἑκὰς οὗτος ἀνήρ, τάχα δ᾽ εἴσεαι αὐτός,
2.41 ὃς λαὸν ἤγειρα: μάλιστα δέ μ᾽ ἄλγος ἱκάνει.
2.42 οὔτε τιν᾽ ἀγγελίην στρατοῦ ἔκλυον ἐρχομένοιο,
2.43 ἥν χ᾽ ὑμῖν σάφα εἴπω, ὅτε πρότερός γε πυθοίμην,
2.44 οὔτε τι δήμιον ἄλλο πιφαύσκομαι οὐδ᾽ ἀγορεύω,
2.45 ἀλλ᾽ ἐμὸν αὐτοῦ χρεῖος, ὅ μοι κακὰ ἔμπεσεν οἴκῳ
2.46 δοιά: τὸ μὲν πατέρ᾽ ἐσθλὸν ἀπώλεσα, ὅς ποτ᾽ ἐν ὑμῖν
2.47 τοίσδεσσιν βασίλευε, πατὴρ δ᾽ ὣς ἤπιος ἦεν:
2.48 νῦν δ᾽ αὖ καὶ πολὺ μεῖζον, ὃ δὴ τάχα οἶκον ἅπαντα
2.49 πάγχυ διαρραίσει, βίοτον δ᾽ ἀπὸ πάμπαν ὀλέσσει.
2.50 μητέρι μοι μνηστῆρες ἐπέχραον οὐκ ἐθελούσῃ,
2.51 τῶν ἀνδρῶν φίλοι υἷες, οἳ ἐνθάδε γ᾽ εἰσὶν ἄριστοι,
2.52 οἳ πατρὸς μὲν ἐς οἶκον ἀπερρίγασι νέεσθαι
2.53 Ἰκαρίου, ὥς κ᾽ αὐτὸς ἐεδνώσαιτο θύγατρα,
2.54 δοίη δ᾽ ᾧ κ᾽ ἐθέλοι καί οἱ κεχαρισμένος ἔλθοι:
2.55 οἱ δ᾽ εἰς ἡμέτερον πωλεύμενοι ἤματα πάντα,
2.56 βοῦς ἱερεύοντες καὶ ὄις καὶ πίονας αἶγας
2.57 εἰλαπινάζουσιν πίνουσί τε αἴθοπα οἶνον
2.58 μαψιδίως: τὰ δὲ πολλὰ κατάνεται. οὐ γὰρ ἔπ᾽ ἀνήρ,
2.59 οἷος Ὀδυσσεὺς ἔσκεν, ἀρὴν ἀπὸ οἴκου ἀμῦναι.
2.60 ἡμεῖς δ᾽ οὔ νύ τι τοῖοι ἀμυνέμεν: ἦ καὶ ἔπειτα
2.61 λευγαλέοι τ᾽ ἐσόμεσθα καὶ οὐ δεδαηκότες ἀλκήν.
2.62 ἦ τ᾽ ἂν ἀμυναίμην, εἴ μοι δύναμίς γε παρείη.
2.63 οὐ γὰρ ἔτ᾽ ἀνσχετὰ ἔργα τετεύχαται, οὐδ᾽ ἔτι καλῶς
2.64 οἶκος ἐμὸς διόλωλε. νεμεσσήθητε καὶ αὐτοί,
2.65 ἄλλους τ᾽ αἰδέσθητε περικτίονας ἀνθρώπους,
2.66 οἳ περιναιετάουσι: θεῶν δ᾽ ὑποδείσατε μῆνιν,
2.67 μή τι μεταστρέψωσιν ἀγασσάμενοι κακὰ ἔργα.
2.68 λίσσομαι ἠμὲν Ζηνὸς Ὀλυμπίου ἠδὲ Θέμιστος,
2.69 ἥ τ᾽ ἀνδρῶν ἀγορὰς ἠμὲν λύει ἠδὲ καθίζει:
2.70 σχέσθε, φίλοι, καί μ᾽ οἶον ἐάσατε πένθεϊ λυγρῷ
2.71 τείρεσθ᾽, εἰ μή πού τι πατὴρ ἐμὸς ἐσθλὸς Ὀδυσσεὺς
2.72 δυσμενέων κάκ᾽ ἔρεξεν ἐυκνήμιδας Ἀχαιούς,
2.73 τῶν μ᾽ ἀποτινύμενοι κακὰ ῥέζετε δυσμενέοντες,
2.74 τούτους ὀτρύνοντες. ἐμοὶ δέ κε κέρδιον εἴη
2.75 ὑμέας ἐσθέμεναι κειμήλιά τε πρόβασίν τε.
2.76 εἴ χ᾽ ὑμεῖς γε φάγοιτε, τάχ᾽ ἄν ποτε καὶ τίσις εἴη:
2.77 τόφρα γὰρ ἂν κατὰ ἄστυ ποτιπτυσσοίμεθα μύθῳ
2.78 χρήματ᾽ ἀπαιτίζοντες, ἕως κ᾽ ἀπὸ πάντα δοθείη:
2.79 νῦν δέ μοι ἀπρήκτους ὀδύνας ἐμβάλλετε θυμῷ.
2.80 ὣς φάτο χωόμενος, ποτὶ δὲ σκῆπτρον βάλε γαίῃ
2.81 δάκρυ᾽ ἀναπρήσας: οἶκτος δ᾽ ἕλε λαὸν ἅπαντα.
2.82 ἔνθ᾽ ἄλλοι μὲν πάντες ἀκὴν ἔσαν, οὐδέ τις ἔτλη
2.83 Τηλέμαχον μύθοισιν ἀμείψασθαι χαλεποῖσιν:
2.84 Ἀντίνοος δέ μιν οἶος ἀμειβόμενος προσέειπε:
2.85 Τηλέμαχ᾽ ὑψαγόρη, μένος ἄσχετε, ποῖον ἔειπες
2.86 ἡμέας αἰσχύνων: ἐθέλοις δέ κε μῶμον ἀνάψαι.
2.87 σοὶ δ᾽ οὔ τι μνηστῆρες Ἀχαιῶν αἴτιοί εἰσιν,
2.88 ἀλλὰ φίλη μήτηρ, ἥ τοι πέρι κέρδεα οἶδεν.
2.89 ἤδη γὰρ τρίτον ἐστὶν ἔτος, τάχα δ᾽ εἶσι τέταρτον,
2.90 ἐξ οὗ ἀτέμβει θυμὸν ἐνὶ στήθεσσιν Ἀχαιῶν.
2.91 πάντας μέν ῥ᾽ ἔλπει καὶ ὑπίσχεται ἀνδρὶ ἑκάστῳ
2.92 ἀγγελίας προϊεῖσα, νόος δέ οἱ ἄλλα μενοινᾷ.
2.93 ἡ δὲ δόλον τόνδ᾽ ἄλλον ἐνὶ φρεσὶ μερμήριξε:
2.94 στησαμένη μέγαν ἱστὸν ἐνὶ μεγάροισιν ὕφαινε,
2.95 λεπτὸν καὶ περίμετρον: ἄφαρ δ᾽ ἡμῖν μετέειπε:
2.96 κοῦροι ἐμοὶ μνηστῆρες, ἐπεὶ θάνε δῖος Ὀδυσσεύς,
2.97 μίμνετ᾽ ἐπειγόμενοι τὸν ἐμὸν γάμον, εἰς ὅ κε φᾶρος
2.98 ἐκτελέσω, μή μοι μεταμώνια νήματ᾽ ὄληται,
2.99 Λαέρτῃ ἥρωι ταφήιον, εἰς ὅτε κέν μιν
2.100 μοῖρ᾽ ὀλοὴ καθέλῃσι τανηλεγέος θανάτοιο,
2.101 μή τίς μοι κατὰ δῆμον Ἀχαιϊάδων νεμεσήσῃ.
2.102 αἴ κεν ἄτερ σπείρου κεῖται πολλὰ κτεατίσσας.
2.103 ὣς ἔφαθ᾽, ἡμῖν δ᾽ αὖτ᾽ ἐπεπείθετο θυμὸς ἀγήνωρ.
2.104 ἔνθα καὶ ἠματίη μὲν ὑφαίνεσκεν μέγαν ἱστόν,
2.105 νύκτας δ᾽ ἀλλύεσκεν, ἐπεὶ δαΐδας παραθεῖτο.
2.106 ὣς τρίετες μὲν ἔληθε δόλῳ καὶ ἔπειθεν Ἀχαιούς:
2.107 ἀλλ᾽ ὅτε τέτρατον ἦλθεν ἔτος καὶ ἐπήλυθον ὧραι,
2.108 καὶ τότε δή τις ἔειπε γυναικῶν, ἣ σάφα ᾔδη,
2.109 καὶ τήν γ᾽ ἀλλύουσαν ἐφεύρομεν ἀγλαὸν ἱστόν.
2.110 ὣς τὸ μὲν ἐξετέλεσσε καὶ οὐκ ἐθέλουσ᾽ ὑπ᾽ ἀνάγκης:
2.111 σοὶ δ᾽ ὧδε μνηστῆρες ὑποκρίνονται, ἵν᾽ εἰδῇς
2.112 αὐτὸς σῷ θυμῷ, εἰδῶσι δὲ πάντες Ἀχαιοί:
2.113 μητέρα σὴν ἀπόπεμψον, ἄνωχθι δέ μιν γαμέεσθαι
2.114 τῷ ὅτεῴ τε πατὴρ κέλεται καὶ ἁνδάνει αὐτῇ.
2.115 εἰ δ᾽ ἔτ᾽ ἀνιήσει γε πολὺν χρόνον υἷας Ἀχαιῶν,
2.116 τὰ φρονέουσ᾽ ἀνὰ θυμόν, ὅ οἱ πέρι δῶκεν Ἀθήνη
2.117 ἔργα τ᾽ ἐπίστασθαι περικαλλέα καὶ φρένας ἐσθλὰς
2.118 κέρδεά θ᾽, οἷ᾽ οὔ πώ τιν᾽ ἀκούομεν οὐδὲ παλαιῶν,
2.119 τάων αἳ πάρος ἦσαν ἐυπλοκαμῖδες Ἀχαιαί,
2.120 Τυρώ τ᾽ Ἀλκμήνη τε ἐυστέφανός τε Μυκήνη:
2.121 τάων οὔ τις ὁμοῖα νοήματα Πηνελοπείῃ
2.122 ᾔδη: ἀτὰρ μὲν τοῦτό γ᾽ ἐναίσιμον οὐκ ἐνόησε.
2.123 τόφρα γὰρ οὖν βίοτόν τε τεὸν καὶ κτήματ᾽ ἔδονται,
2.124 ὄφρα κε κείνη τοῦτον ἔχῃ νόον, ὅν τινά οἱ νῦν
2.125 ἐν στήθεσσι τιθεῖσι θεοί. μέγα μὲν κλέος αὐτῇ
2.126 ποιεῖτ᾽, αὐτὰρ σοί γε ποθὴν πολέος βιότοιο.
2.127 ἡμεῖς δ᾽ οὔτ᾽ ἐπὶ ἔργα πάρος γ᾽ ἴμεν οὔτε πῃ ἄλλῃ,
2.128 πρίν γ᾽ αὐτὴν γήμασθαι Ἀχαιῶν ᾧ κ᾽ ἐθέλῃσι.
2.129 τὸν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα:
2.130 Ἀντίνο᾽, οὔ πως ἔστι δόμων ἀέκουσαν ἀπῶσαι
2.131 ἥ μ᾽ ἔτεχ᾽, ἥ μ᾽ ἔθρεψε: πατὴρ δ᾽ ἐμὸς ἄλλοθι γαίης,
2.132 ζώει ὅ γ᾽ ἦ τέθνηκε: κακὸν δέ με πόλλ᾽ ἀποτίνειν
2.133 Ἰκαρίῳ, αἴ κ᾽ αὐτὸς ἑκὼν ἀπὸ μητέρα πέμψω.
2.134 ἐκ γὰρ τοῦ πατρὸς κακὰ πείσομαι, ἄλλα δὲ δαίμων
2.135 δώσει, ἐπεὶ μήτηρ στυγερὰς ἀρήσετ᾽ ἐρινῦς
2.136 οἴκου ἀπερχομένη: νέμεσις δέ μοι ἐξ ἀνθρώπων
2.137 ἔσσεται: ὣς οὐ τοῦτον ἐγώ ποτε μῦθον ἐνίψω.
2.138 ὑμέτερος δ᾽ εἰ μὲν θυμὸς νεμεσίζεται αὐτῶν,
2.139 ἔξιτέ μοι μεγάρων, ἄλλας δ᾽ ἀλεγύνετε δαῖτας
2.140 ὑμὰ κτήματ᾽ ἔδοντες ἀμειβόμενοι κατὰ οἴκους.
2.141 εἰ δ᾽ ὑμῖν δοκέει τόδε λωίτερον καὶ ἄμεινον
2.142 ἔμμεναι, ἀνδρὸς ἑνὸς βίοτον νήποινον ὀλέσθαι,
2.143 κείρετ᾽: ἐγὼ δὲ θεοὺς ἐπιβώσομαι αἰὲν ἐόντας,
2.144 αἴ κέ ποθι Ζεὺς δῷσι παλίντιτα ἔργα γενέσθαι.
2.145 νήποινοί κεν ἔπειτα δόμων ἔντοσθεν ὄλοισθε.
2.146 ὣς φάτο Τηλέμαχος, τῷ δ᾽ αἰετὼ εὐρύοπα Ζεὺς
2.147 ὑψόθεν ἐκ κορυφῆς ὄρεος προέηκε πέτεσθαι.
2.148 τὼ δ᾽ ἕως μέν ῥ᾽ ἐπέτοντο μετὰ πνοιῇς ἀνέμοιο
2.149 πλησίω ἀλλήλοισι τιταινομένω πτερύγεσσιν:
2.150 ἀλλ᾽ ὅτε δὴ μέσσην ἀγορὴν πολύφημον ἱκέσθην,
2.151 ἔνθ᾽ ἐπιδινηθέντε τιναξάσθην πτερὰ πυκνά,
2.152 ἐς δ᾽ ἰδέτην πάντων κεφαλάς, ὄσσοντο δ᾽ ὄλεθρον:
2.153 δρυψαμένω δ᾽ ὀνύχεσσι παρειὰς ἀμφί τε δειρὰς
2.154 δεξιὼ ἤιξαν διά τ᾽ οἰκία καὶ πόλιν αὐτῶν.
2.155 θάμβησαν δ᾽ ὄρνιθας, ἐπεὶ ἴδον ὀφθαλμοῖσιν:
2.156 ὥρμηναν δ᾽ ἀνὰ θυμὸν ἅ περ τελέεσθαι ἔμελλον.
2.157 τοῖσι δὲ καὶ μετέειπε γέρων ἥρως Ἁλιθέρσης
2.158 Μαστορίδης: ὁ γὰρ οἶος ὁμηλικίην ἐκέκαστο
2.159 ὄρνιθας γνῶναι καὶ ἐναίσιμα μυθήσασθαι:
2.160 ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπε:
2.161 κέκλυτε δὴ νῦν μευ, Ἰθακήσιοι, ὅττι κεν εἴπω:
2.162 μνηστῆρσιν δὲ μάλιστα πιφαυσκόμενος τάδε εἴρω:
2.163 τοῖσιν γὰρ μέγα πῆμα κυλίνδεται: οὐ γὰρ Ὀδυσσεὺς
2.164 δὴν ἀπάνευθε φίλων ὧν ἔσσεται, ἀλλά που ἤδη
2.165 ἐγγὺς ἐὼν τοῖσδεσσι φόνον καὶ κῆρα φυτεύει
2.166 πάντεσσιν: πολέσιν δὲ καὶ ἄλλοισιν κακὸν ἔσται,
2.167 οἳ νεμόμεσθ᾽ Ἰθάκην ἐυδείελον. ἀλλὰ πολὺ πρὶν
2.168 φραζώμεσθ᾽, ὥς κεν καταπαύσομεν: οἱ δὲ καὶ αὐτοὶ
2.169 παυέσθων: καὶ γάρ σφιν ἄφαρ τόδε λώιόν ἐστιν.
2.170 οὐ γὰρ ἀπείρητος μαντεύομαι, ἀλλ᾽ ἐὺ εἰδώς:
2.171 καὶ γὰρ κείνῳ φημὶ τελευτηθῆναι ἅπαντα,
2.172 ὥς οἱ ἐμυθεόμην, ὅτε Ἴλιον εἰσανέβαινον
2.173 Ἀργεῖοι, μετὰ δέ σφιν ἔβη πολύμητις Ὀδυσσεύς.
2.174 φῆν κακὰ πολλὰ παθόντ᾽, ὀλέσαντ᾽ ἄπο πάντας ἑταίρους,
2.175 ἄγνωστον πάντεσσιν ἐεικοστῷ ἐνιαυτῷ
2.176 οἴκαδ᾽ ἐλεύσεσθαι: τὰ δὲ δὴ νῦν πάντα τελεῖται.
2.177 τὸν δ᾽ αὖτ᾽ Εὐρύμαχος Πολύβου πάϊς ἀντίον ηὔδα:
2.178 ὦ γέρον, εἰ δ᾽ ἄγε νῦν μαντεύεο σοῖσι τέκεσσιν
2.179 οἴκαδ᾽ ἰών, μή πού τι κακὸν πάσχωσιν ὀπίσσω:
2.180 ταῦτα δ᾽ ἐγὼ σέο πολλὸν ἀμείνων μαντεύεσθαι.
2.181 ὄρνιθες δέ τε πολλοὶ ὑπ᾽ αὐγὰς ἠελίοιο
2.182 φοιτῶσ᾽, οὐδέ τε πάντες ἐναίσιμοι: αὐτὰρ Ὀδυσσεὺς
2.183 ὤλετο τῆλ᾽, ὡς καὶ σὺ καταφθίσθαι σὺν ἐκείνῳ
2.184 ὤφελες. οὐκ ἂν τόσσα θεοπροπέων ἀγόρευες,
2.185 οὐδέ κε Τηλέμαχον κεχολωμένον ὧδ᾽ ἀνιείης,
2.186 σῷ οἴκῳ δῶρον ποτιδέγμενος, αἴ κε πόρῃσιν.
2.187 ἀλλ᾽ ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται:
2.188 αἴ κε νεώτερον ἄνδρα παλαιά τε πολλά τε εἰδὼς
2.189 παρφάμενος ἐπέεσσιν ἐποτρύνῃς χαλεπαίνειν,
2.190 αὐτῷ μέν οἱ πρῶτον ἀνιηρέστερον ἔσται,
2.191 πρῆξαι δ᾽ ἔμπης οὔ τι δυνήσεται εἵνεκα τῶνδε:
2.192 σοὶ δέ, γέρον, θωὴν ἐπιθήσομεν, ἥν κ᾽ ἐνὶ θυμῷ
2.193 τίνων ἀσχάλλῃς: χαλεπὸν δέ τοι ἔσσεται ἄλγος.
2.194 Τηλεμάχῳ δ᾽ ἐν πᾶσιν ἐγὼν ὑποθήσομαι αὐτός:
2.195 μητέρα ἣν ἐς πατρὸς ἀνωγέτω ἀπονέεσθαι:
2.196 οἱ δὲ γάμον τεύξουσι καὶ ἀρτυνέουσιν ἔεδνα
2.197 πολλὰ μάλ᾽, ὅσσα ἔοικε φίλης ἐπὶ παιδὸς ἕπεσθαι.
2.198 οὐ γὰρ πρὶν παύσεσθαι ὀίομαι υἷας Ἀχαιῶν
2.199 μνηστύος ἀργαλέης, ἐπεὶ οὔ τινα δείδιμεν ἔμπης,
2.200 οὔτ᾽ οὖν Τηλέμαχον μάλα περ πολύμυθον ἐόντα,
2.201 οὔτε θεοπροπίης ἐμπαζόμεθ᾽, ἣν σύ, γεραιέ,
2.202 μυθέαι ἀκράαντον, ἀπεχθάνεαι δ᾽ ἔτι μᾶλλον.
2.203 χρήματα δ᾽ αὖτε κακῶς βεβρώσεται, οὐδέ ποτ᾽ ἶσα
2.204 ἔσσεται, ὄφρα κεν ἥ γε διατρίβῃσιν Ἀχαιοὺς
2.205 ὃν γάμον: ἡμεῖς δ᾽ αὖ ποτιδέγμενοι ἤματα πάντα
2.206 εἵνεκα τῆς ἀρετῆς ἐριδαίνομεν, οὐδὲ μετ᾽ ἄλλας
2.207 ἐρχόμεθ᾽, ἃς ἐπιεικὲς ὀπυιέμεν ἐστὶν ἑκάστῳ.
2.208 τὸν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα:
2.209 Εὐρύμαχ᾽ ἠδὲ καὶ ἄλλοι, ὅσοι μνηστῆρες ἀγαυοί,
2.210 ταῦτα μὲν οὐχ ὑμέας ἔτι λίσσομαι οὐδ᾽ ἀγορεύω:
2.211 ἤδη γὰρ τὰ ἴσασι θεοὶ καὶ πάντες Ἀχαιοί.
2.212 ἀλλ᾽ ἄγε μοι δότε νῆα θοὴν καὶ εἴκοσ᾽ ἑταίρους,
2.213 οἵ κέ μοι ἔνθα καὶ ἔνθα διαπρήσσωσι κέλευθον.
2.214 εἶμι γὰρ ἐς Σπάρτην τε καὶ ἐς Πύλον ἠμαθόεντα
2.215 νόστον πευσόμενος πατρὸς δὴν οἰχομένοιο,
2.216 ἤν τίς μοι εἴπῃσι βροτῶν ἢ ὄσσαν ἀκούσω
2.217 ἐκ Διός, ἥ τε μάλιστα φέρει κλέος ἀνθρώποισιν:
2.218 εἰ μέν κεν πατρὸς βίοτον καὶ νόστον ἀκούσω,
2.219 ἦ τ᾽ ἄν, τρυχόμενός περ, ἔτι τλαίην ἐνιαυτόν:
2.220 εἰ δέ κε τεθνηῶτος ἀκούσω μηδ᾽ ἔτ᾽ ἐόντος,
2.221 νοστήσας δὴ ἔπειτα φίλην ἐς πατρίδα γαῖαν
2.222 σῆμά τέ οἱ χεύω καὶ ἐπὶ κτέρεα κτερεΐξω
2.223 πολλὰ μάλ᾽, ὅσσα ἔοικε, καὶ ἀνέρι μητέρα δώσω.
2.224 ἦ τοι ὅ γ᾽ ὣς εἰπὼν κατ᾽ ἄρ᾽ ἕζετο, τοῖσι δ᾽ ἀνέστη
2.225 Μέντωρ, ὅς ῥ᾽ Ὀδυσῆος ἀμύμονος ἦεν ἑταῖρος,
2.226 καὶ οἱ ἰὼν ἐν νηυσὶν ἐπέτρεπεν οἶκον ἅπαντα,
2.227 πείθεσθαί τε γέροντι καὶ ἔμπεδα πάντα φυλάσσειν:
2.228 ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν:
2.229 κέκλυτε δὴ νῦν μευ, Ἰθακήσιοι, ὅττι κεν εἴπω:
2.230 μή τις ἔτι πρόφρων ἀγανὸς καὶ ἤπιος ἔστω
2.231 σκηπτοῦχος βασιλεύς, μηδὲ φρεσὶν αἴσιμα εἰδώς,
2.232 ἀλλ᾽ αἰεὶ χαλεπός τ᾽ εἴη καὶ αἴσυλα ῥέζοι:
2.233 ὡς οὔ τις μέμνηται Ὀδυσσῆος θείοιο
2.234 λαῶν οἷσιν ἄνασσε, πατὴρ δ᾽ ὣς ἤπιος ἦεν.
2.235 ἀλλ᾽ ἦ τοι μνηστῆρας ἀγήνορας οὔ τι μεγαίρω
2.236 ἔρδειν ἔργα βίαια κακορραφίῃσι νόοιο:
2.237 σφὰς γὰρ παρθέμενοι κεφαλὰς κατέδουσι βιαίως
2.238 οἶκον Ὀδυσσῆος, τὸν δ᾽ οὐκέτι φασὶ νέεσθαι.
2.239 νῦν δ᾽ ἄλλῳ δήμῳ νεμεσίζομαι, οἷον ἅπαντες
2.240 ἧσθ᾽ ἄνεῳ, ἀτὰρ οὔ τι καθαπτόμενοι ἐπέεσσι
2.241 παύρους μνηστῆρας καταπαύετε πολλοὶ ἐόντες.
2.242 τὸν δ᾽ Εὐηνορίδης Λειώκριτος ἀντίον ηὔδα:
2.243 Μέντορ ἀταρτηρέ, φρένας ἠλεέ, ποῖον ἔειπες
2.244 ἡμέας ὀτρύνων καταπαυέμεν. ἀργαλέον δὲ
2.245 ἀνδράσι καὶ πλεόνεσσι μαχήσασθαι περὶ δαιτί.
2.246 εἴ περ γάρ κ᾽ Ὀδυσεὺς Ἰθακήσιος αὐτὸς ἐπελθὼν
2.247 δαινυμένους κατὰ δῶμα ἑὸν μνηστῆρας ἀγαυοὺς
2.248 ἐξελάσαι μεγάροιο μενοινήσει᾽ ἐνὶ θυμῷ,
2.249 οὔ κέν οἱ κεχάροιτο γυνή, μάλα περ χατέουσα,
2.250 ἐλθόντ᾽, ἀλλά κεν αὐτοῦ ἀεικέα πότμον ἐπίσποι,
2.251 εἰ πλεόνεσσι μάχοιτο: σὺ δ᾽ οὐ κατὰ μοῖραν ἔειπες.
2.252 ἀλλ᾽ ἄγε, λαοὶ μὲν σκίδνασθ᾽ ἐπὶ ἔργα ἕκαστος,
2.253 τούτῳ δ᾽ ὀτρυνέει Μέντωρ ὁδὸν ἠδ᾽ Ἁλιθέρσης,
2.254 οἵ τέ οἱ ἐξ ἀρχῆς πατρώιοί εἰσιν ἑταῖροι.
2.255 ἀλλ᾽ ὀίω, καὶ δηθὰ καθήμενος ἀγγελιάων
2.256 πεύσεται εἰν Ἰθάκῃ, τελέει δ᾽ ὁδὸν οὔ ποτε ταύτην.
2.257 ὣς ἄρ᾽ ἐφώνησεν, λῦσεν δ᾽ ἀγορὴν αἰψηρήν.
2.258 οἱ μὲν ἄρ᾽ ἐσκίδναντο ἑὰ πρὸς δώμαθ᾽ ἕκαστος,
2.259 μνηστῆρες δ᾽ ἐς δώματ᾽ ἴσαν θείου Ὀδυσῆος.
2.260 Τηλέμαχος δ᾽ ἀπάνευθε κιὼν ἐπὶ θῖνα θαλάσσης,
2.261 χεῖρας νιψάμενος πολιῆς ἁλὸς εὔχετ᾽ Ἀθήνῃ:
2.262 κλῦθί μευ, ὃ χθιζὸς θεὸς ἤλυθες ἡμέτερον δῶ
2.263 καὶ μ᾽ ἐν νηὶ κέλευσας ἐπ᾽ ἠεροειδέα πόντον
2.264 νόστον πευσόμενον πατρὸς δὴν οἰχομένοιο
2.265 ἔρχεσθαι: τὰ δὲ πάντα διατρίβουσιν Ἀχαιοί,
2.266 μνηστῆρες δὲ μάλιστα κακῶς ὑπερηνορέοντες.
2.267 ὣς ἔφατ᾽ εὐχόμενος, σχεδόθεν δέ οἱ ἦλθεν Ἀθήνη,
2.268 Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν,
2.269 καί μιν φωνήσασ᾽ ἔπεα πτερόεντα προσηύδα:
2.270 Τηλέμαχ᾽, οὐδ᾽ ὄπιθεν κακὸς ἔσσεαι οὐδ᾽ ἀνοήμων,
2.271 εἰ δή τοι σοῦ πατρὸς ἐνέστακται μένος ἠύ,
2.272 οἷος κεῖνος ἔην τελέσαι ἔργον τε ἔπος τε:
2.273 οὔ τοι ἔπειθ᾽ ἁλίη ὁδὸς ἔσσεται οὐδ᾽ ἀτέλεστος.
2.274 εἰ δ᾽ οὐ κείνου γ᾽ ἐσσὶ γόνος καὶ Πηνελοπείης,
2.275 οὐ σέ γ᾽ ἔπειτα ἔολπα τελευτήσειν, ἃ μενοινᾷς.
2.276 παῦροι γάρ τοι παῖδες ὁμοῖοι πατρὶ πέλονται,
2.277 οἱ πλέονες κακίους, παῦροι δέ τε πατρὸς ἀρείους.
2.278 ἀλλ᾽ ἐπεὶ οὐδ᾽ ὄπιθεν κακὸς ἔσσεαι οὐδ᾽ ἀνοήμων,
2.279 οὐδέ σε πάγχυ γε μῆτις Ὀδυσσῆος προλέλοιπεν,
2.280 ἐλπωρή τοι ἔπειτα τελευτῆσαι τάδε ἔργα.
2.281 τῶ νῦν μνηστήρων μὲν ἔα βουλήν τε νόον τε
2.282 ἀφραδέων, ἐπεὶ οὔ τι νοήμονες οὐδὲ δίκαιοι:
2.283 οὐδέ τι ἴσασιν θάνατον καὶ κῆρα μέλαιναν,
2.284 ὃς δή σφι σχεδόν ἐστιν, ἐπ᾽ ἤματι πάντας ὀλέσθαι.
2.285 σοὶ δ᾽ ὁδὸς οὐκέτι δηρὸν ἀπέσσεται ἣν σὺ μενοινᾷς:
2.286 τοῖος γάρ τοι ἑταῖρος ἐγὼ πατρώιός εἰμι,
2.287 ὅς τοι νῆα θοὴν στελέω καὶ ἅμ᾽ ἕψομαι αὐτός.
2.288 ἀλλὰ σὺ μὲν πρὸς δώματ᾽ ἰὼν μνηστῆρσιν ὁμίλει,
2.289 ὅπλισσόν τ᾽ ἤια καὶ ἄγγεσιν ἄρσον ἅπαντα,
2.290 οἶνον ἐν ἀμφιφορεῦσι, καὶ ἄλφιτα, μυελὸν ἀνδρῶν,
2.291 δέρμασιν ἐν πυκινοῖσιν: ἐγὼ δ᾽ ἀνὰ δῆμον ἑταίρους
2.292 αἶψ᾽ ἐθελοντῆρας συλλέξομαι. εἰσὶ δὲ νῆες
2.293 πολλαὶ ἐν ἀμφιάλῳ Ἰθάκῃ, νέαι ἠδὲ παλαιαί:
2.294 τάων μέν τοι ἐγὼν ἐπιόψομαι ἥ τις ἀρίστη,
2.295 ὦκα δ᾽ ἐφοπλίσσαντες ἐνήσομεν εὐρέι πόντῳ.
2.296 ὣς φάτ᾽ Ἀθηναίη κούρη Διός: οὐδ᾽ ἄρ᾽ ἔτι δὴν
2.297 Τηλέμαχος παρέμιμνεν, ἐπεὶ θεοῦ ἔκλυεν αὐδήν.
2.298 βῆ δ᾽ ἰέναι πρὸς δῶμα, φίλον τετιημένος ἦτορ,
2.299 εὗρε δ᾽ ἄρα μνηστῆρας ἀγήνορας ἐν μεγάροισιν,
2.300 αἶγας ἀνιεμένους σιάλους θ᾽ εὕοντας ἐν αὐλῇ.
2.301 Ἀντίνοος δ᾽ ἰθὺς γελάσας κίε Τηλεμάχοιο,
2.302 ἔν τ᾽ ἄρα οἱ φῦ χειρί, ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζε:
2.303 Τηλέμαχ᾽ ὑψαγόρη, μένος ἄσχετε, μή τί τοι ἄλλο
2.304 ἐν στήθεσσι κακὸν μελέτω ἔργον τε ἔπος τε,
2.305 ἀλλά μοι ἐσθιέμεν καὶ πινέμεν, ὡς τὸ πάρος περ.
2.306 ταῦτα δέ τοι μάλα πάντα τελευτήσουσιν Ἀχαιοί,
2.307 νῆα καὶ ἐξαίτους ἐρέτας, ἵνα θᾶσσον ἵκηαι
2.308 ἐς Πύλον ἠγαθέην μετ᾽ ἀγαυοῦ πατρὸς ἀκουήν.
2.309 τὸν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα:
2.310 Ἀντίνο᾽, οὔ πως ἔστιν ὑπερφιάλοισι μεθ᾽ ὑμῖν
2.311 δαίνυσθαί τ᾽ ἀκέοντα καὶ εὐφραίνεσθαι ἕκηλον.
2.312 ἦ οὐχ ἅλις ὡς τὸ πάροιθεν ἐκείρετε πολλὰ καὶ ἐσθλὰ
2.313 κτήματ᾽ ἐμά, μνηστῆρες, ἐγὼ δ᾽ ἔτι νήπιος ἦα;
2.314 νῦν δ᾽ ὅτε δὴ μέγας εἰμὶ καὶ ἄλλων μῦθον ἀκούων
2.315 πυνθάνομαι, καὶ δή μοι ἀέξεται ἔνδοθι θυμός,
2.316 πειρήσω, ὥς κ᾽ ὔμμι κακὰς ἐπὶ κῆρας ἰήλω,
2.317 ἠὲ Πύλονδ᾽ ἐλθών, ἢ αὐτοῦ τῷδ᾽ ἐνὶ δήμῳ.
2.318 εἶμι μέν, οὐδ᾽ ἁλίη ὁδὸς ἔσσεται ἣν ἀγορεύω,
2.319 ἔμπορος: οὐ γὰρ νηὸς ἐπήβολος οὐδ᾽ ἐρετάων
2.320 γίγνομαι: ὥς νύ που ὔμμιν ἐείσατο κέρδιον εἶναι.
2.321 ἦ ῥα, καὶ ἐκ χειρὸς χεῖρα σπάσατ᾽ Ἀντινόοιο
2.322 ῥεῖα: μνηστῆρες δὲ δόμον κάτα δαῖτα πένοντο.
2.323 οἱ δ᾽ ἐπελώβευον καὶ ἐκερτόμεον ἐπέεσσιν.
2.324 ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων:
2.325 ἦ μάλα Τηλέμαχος φόνον ἡμῖν μερμηρίζει.
2.326 ἤ τινας ἐκ Πύλου ἄξει ἀμύντορας ἠμαθόεντος
2.327 ἢ ὅ γε καὶ Σπάρτηθεν, ἐπεί νύ περ ἵεται αἰνῶς:
2.328 ἠὲ καὶ εἰς Ἐφύρην ἐθέλει, πίειραν ἄρουραν,
2.329 ἐλθεῖν, ὄφρ᾽ ἔνθεν θυμοφθόρα φάρμακ᾽ ἐνείκῃ,
2.330 ἐν δὲ βάλῃ κρητῆρι καὶ ἡμέας πάντας ὀλέσσῃ.
2.331 ἄλλος δ᾽ αὖτ᾽ εἴπεσκε νέων ὑπερηνορεόντων:
2.332 τίς δ᾽ οἶδ᾽, εἴ κε καὶ αὐτὸς ἰὼν κοίλης ἐπὶ νηὸς
2.333 τῆλε φίλων ἀπόληται ἀλώμενος ὥς περ Ὀδυσσεύς;
2.334 οὕτω κεν καὶ μᾶλλον ὀφέλλειεν πόνον ἄμμιν:
2.335 κτήματα γάρ κεν πάντα δασαίμεθα, οἰκία δ᾽ αὖτε
2.336 τούτου μητέρι δοῖμεν ἔχειν ἠδ᾽ ὅς τις ὀπυίοι.
2.337 ὣς φάν, ὁ δ᾽ ὑψόροφον θάλαμον κατεβήσετο πατρὸς
2.338 εὐρύν, ὅθι νητὸς χρυσὸς καὶ χαλκὸς ἔκειτο
2.339 ἐσθής τ᾽ ἐν χηλοῖσιν ἅλις τ᾽ ἐυῶδες ἔλαιον:
2.340 ἐν δὲ πίθοι οἴνοιο παλαιοῦ ἡδυπότοιο
2.341 ἕστασαν, ἄκρητον θεῖον ποτὸν ἐντὸς ἔχοντες,
2.342 ἑξείης ποτὶ τοῖχον ἀρηρότες, εἴ ποτ᾽ Ὀδυσσεὺς
2.343 οἴκαδε νοστήσειε καὶ ἄλγεα πολλὰ μογήσας.
2.344 κληισταὶ δ᾽ ἔπεσαν σανίδες πυκινῶς ἀραρυῖαι,
2.345 δικλίδες: ἐν δὲ γυνὴ ταμίη νύκτας τε καὶ ἦμαρ
2.346 ἔσχ᾽, ἣ πάντ᾽ ἐφύλασσε νόου πολυϊδρείῃσιν,
2.347 Εὐρύκλει᾽, Ὦπος θυγάτηρ Πεισηνορίδαο.
2.348 τὴν τότε Τηλέμαχος προσέφη θαλαμόνδε καλέσσας:
2.349 μαῖ᾽, ἄγε δή μοι οἶνον ἐν ἀμφιφορεῦσιν ἄφυσσον
2.350 ἡδύν, ὅτις μετὰ τὸν λαρώτατος ὃν σὺ φυλάσσεις
2.351 κεῖνον ὀιομένη τὸν κάμμορον, εἴ ποθεν ἔλθοι
2.352 διογενὴς Ὀδυσεὺς θάνατον καὶ κῆρας ἀλύξας.
2.353 δώδεκα δ᾽ ἔμπλησον καὶ πώμασιν ἄρσον ἅπαντας.
2.354 ἐν δέ μοι ἄλφιτα χεῦον ἐϋρραφέεσσι δοροῖσιν:
2.355 εἴκοσι δ᾽ ἔστω μέτρα μυληφάτου ἀλφίτου ἀκτῆς.
2.356 αὐτὴ δ᾽ οἴη ἴσθι: τὰ δ᾽ ἁθρόα πάντα τετύχθω:
2.357 ἑσπέριος γὰρ ἐγὼν αἱρήσομαι, ὁππότε κεν δὴ
2.358 μήτηρ εἰς ὑπερῷ᾽ ἀναβῇ κοίτου τε μέδηται.
2.359 εἶμι γὰρ ἐς Σπάρτην τε καὶ ἐς Πύλον ἠμαθόεντα
2.360 νόστον πευσόμενος πατρὸς φίλου, ἤν που ἀκούσω.
2.361 ὣς φάτο, κώκυσεν δὲ φίλη τροφὸς Εὐρύκλεια,
2.362 καί ῥ᾽ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα:
2.363 τίπτε δέ τοι, φίλε τέκνον, ἐνὶ φρεσὶ τοῦτο νόημα
2.364 ἔπλετο; πῇ δ᾽ ἐθέλεις ἰέναι πολλὴν ἐπὶ γαῖαν
2.365 μοῦνος ἐὼν ἀγαπητός; ὁ δ᾽ ὤλετο τηλόθι πάτρης
2.366 διογενὴς Ὀδυσεὺς ἀλλογνώτῳ ἐνὶ δήμῳ.
2.367 οἱ δέ τοι αὐτίκ᾽ ἰόντι κακὰ φράσσονται ὀπίσσω,
2.368 ὥς κε δόλῳ φθίῃς, τάδε δ᾽ αὐτοὶ πάντα δάσονται.
2.369 ἀλλὰ μέν᾽ αὖθ᾽ ἐπὶ σοῖσι καθήμενος: οὐδέ τί σε χρὴ
2.370 πόντον ἐπ᾽ ἀτρύγετον κακὰ πάσχειν οὐδ᾽ ἀλάλησθαι.
2.371 τὴν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα:
2.372 θάρσει, μαῖ᾽, ἐπεὶ οὔ τοι ἄνευ θεοῦ ἥδε γε βουλή.
2.373 ἀλλ᾽ ὄμοσον μὴ μητρὶ φίλῃ τάδε μυθήσασθαι,
2.374 πρίν γ᾽ ὅτ᾽ ἂν ἑνδεκάτη τε δυωδεκάτη τε γένηται,
2.375 ἢ αὐτὴν ποθέσαι καὶ ἀφορμηθέντος ἀκοῦσαι,
2.376 ὡς ἂν μὴ κλαίουσα κατὰ χρόα καλὸν ἰάπτῃ.
2.377 ὣς ἄρ᾽ ἔφη, γρῆυς δὲ θεῶν μέγαν ὅρκον ἀπώμνυ.
2.378 αὐτὰρ ἐπεί ῥ᾽ ὄμοσέν τε τελεύτησέν τε τὸν ὅρκον,
2.379 αὐτίκ᾽ ἔπειτά οἱ οἶνον ἐν ἀμφιφορεῦσιν ἄφυσσεν,
2.380 ἐν δέ οἱ ἄλφιτα χεῦεν ἐϋρραφέεσσι δοροῖσι.
2.381 Τηλέμαχος δ᾽ ἐς δώματ᾽ ἰὼν μνηστῆρσιν ὁμίλει.
2.382 ἔνθ᾽ αὖτ᾽ ἄλλ᾽ ἐνόησε θεά, γλαυκῶπις Ἀθήνη.
2.383 Τηλεμάχῳ ἐικυῖα κατὰ πτόλιν ᾤχετο πάντῃ,
2.384 καί ῥα ἑκάστῳ φωτὶ παρισταμένη φάτο μῦθον,
2.385 ἑσπερίους δ᾽ ἐπὶ νῆα θοὴν ἀγέρεσθαι ἀνώγει.
2.386 ἡ δ᾽ αὖτε Φρονίοιο Νοήμονα φαίδιμον υἱὸν
2.387 ᾔτεε νῆα θοήν: ὁ δέ οἱ πρόφρων ὑπέδεκτο.
2.388 δύσετό τ᾽ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί,
2.389 καὶ τότε νῆα θοὴν ἅλαδ᾽ εἴρυσε, πάντα δ᾽ ἐν αὐτῇ
2.390 ὅπλ᾽ ἐτίθει, τά τε νῆες ἐύσσελμοι φορέουσι.
2.391 στῆσε δ᾽ ἐπ᾽ ἐσχατιῇ λιμένος, περὶ δ᾽ ἐσθλοὶ ἑταῖροι
2.392 ἁθρόοι ἠγερέθοντο: θεὰ δ᾽ ὤτρυνεν ἕκαστον.
2.393 ἔνθ᾽ αὖτ᾽ ἄλλ᾽ ἐνόησε θεά, γλαυκῶπις Ἀθήνη.
2.394 βῆ ῤ᾽ ἰέναι πρὸς δώματ᾽ Ὀδυσσῆος θείοιο:
2.395 ἔνθα μνηστήρεσσιν ἐπὶ γλυκὺν ὕπνον ἔχευε,
2.396 πλάζε δὲ πίνοντας, χειρῶν δ᾽ ἔκβαλλε κύπελλα.
2.397 οἱ δ᾽ εὕδειν ὤρνυντο κατὰ πτόλιν, οὐδ᾽ ἄρ᾽ ἔτι δὴν
2.398 ἥατ᾽, ἐπεί σφισιν ὕπνος ἐπὶ βλεφάροισιν ἔπιπτεν.
2.399 αὐτὰρ Τηλέμαχον προσέφη γλαυκῶπις Ἀθήνη
2.400 ἐκπροκαλεσσαμένη μεγάρων ἐὺ ναιεταόντων,
2.401 Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν:
2.402 Τηλέμαχ᾽, ἤδη μέν τοι ἐυκνήμιδες ἑταῖροι
2.403 ἥατ᾽ ἐπήρετμοι τὴν σὴν ποτιδέγμενοι ὁρμήν:
2.404 ἀλλ᾽ ἴομεν, μὴ δηθὰ διατρίβωμεν ὁδοῖο.
2.405 ὣς ἄρα φωνήσασ᾽ ἡγήσατο Παλλὰς Ἀθήνη
2.406 καρπαλίμως: ὁ δ᾽ ἔπειτα μετ᾽ ἴχνια βαῖνε θεοῖο.
2.407 αὐτὰρ ἐπεί ῥ᾽ ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν,
2.408 εὗρον ἔπειτ᾽ ἐπὶ θινὶ κάρη κομόωντας ἑταίρους.
2.409 τοῖσι δὲ καὶ μετέειφ᾽ ἱερὴ ἲς Τηλεμάχοιο:
2.410 δεῦτε, φίλοι, ἤια φερώμεθα: πάντα γὰρ ἤδη
2.411 ἁθρό᾽ ἐνὶ μεγάρῳ. μήτηρ δ᾽ ἐμὴ οὔ τι πέπυσται,
2.412 οὐδ᾽ ἄλλαι δμωαί, μία δ᾽ οἴη μῦθον ἄκουσεν.
2.413 ὣς ἄρα φωνήσας ἡγήσατο, τοὶ δ᾽ ἅμ᾽ ἕποντο.
2.414 οἱ δ᾽ ἄρα πάντα φέροντες ἐυσσέλμῳ ἐπὶ νηὶ
2.415 κάτθεσαν, ὡς ἐκέλευσεν Ὀδυσσῆος φίλος υἱός.
2.416 ἂν δ᾽ ἄρα Τηλέμαχος νηὸς βαῖν᾽, ἦρχε δ᾽ Ἀθήνη,
2.417 νηὶ δ᾽ ἐνὶ πρυμνῇ κατ᾽ ἄρ᾽ ἕζετο: ἄγχι δ᾽ ἄρ᾽ αὐτῆς
2.418 ἕζετο Τηλέμαχος. τοὶ δὲ πρυμνήσι᾽ ἔλυσαν,
2.419 ἂν δὲ καὶ αὐτοὶ βάντες ἐπὶ κληῖσι καθῖζον.
2.420 τοῖσιν δ᾽ ἴκμενον οὖρον ἵει γλαυκῶπις Ἀθήνη,
2.421 ἀκραῆ Ζέφυρον, κελάδοντ᾽ ἐπὶ οἴνοπα πόντον.
2.422 Τηλέμαχος δ᾽ ἑτάροισιν ἐποτρύνας ἐκέλευσεν
2.423 ὅπλων ἅπτεσθαι: τοὶ δ᾽ ὀτρύνοντος ἄκουσαν.
2.424 ἱστὸν δ᾽ εἰλάτινον κοίλης ἔντοσθε μεσόδμης
2.425 στῆσαν ἀείραντες, κατὰ δὲ προτόνοισιν ἔδησαν,
2.426 ἕλκον δ᾽ ἱστία λευκὰ ἐυστρέπτοισι βοεῦσιν.
2.427 ἔπρησεν δ᾽ ἄνεμος μέσον ἱστίον, ἀμφὶ δὲ κῦμα
2.428 στείρῃ πορφύρεον μεγάλ᾽ ἴαχε νηὸς ἰούσης:
2.429 ἡ δ᾽ ἔθεεν κατὰ κῦμα διαπρήσσουσα κέλευθον.
2.430 δησάμενοι δ᾽ ἄρα ὅπλα θοὴν ἀνὰ νῆα μέλαιναν
2.431 στήσαντο κρητῆρας ἐπιστεφέας οἴνοιο,
2.432 λεῖβον δ᾽ ἀθανάτοισι θεοῖς αἰειγενέτῃσιν,
2.433 ἐκ πάντων δὲ μάλιστα Διὸς γλαυκώπιδι κούρῃ.
2.434 παννυχίη μέν ῥ᾽ ἥ γε καὶ ἠῶ πεῖρε κέλευθον.
3.1 Ἠέλιος δ᾽ ἀνόρουσε, λιπὼν περικαλλέα λίμνην,
3.2 οὐρανὸν ἐς πολύχαλκον, ἵν᾽ ἀθανάτοισι φαείνοι
3.3 καὶ θνητοῖσι βροτοῖσιν ἐπὶ ζείδωρον ἄρουραν:
3.4 οἱ δὲ Πύλον, Νηλῆος ἐυκτίμενον πτολίεθρον,
3.5 ἷξον: τοὶ δ᾽ ἐπὶ θινὶ θαλάσσης ἱερὰ ῥέζον,
3.6 ταύρους παμμέλανας, ἐνοσίχθονι κυανοχαίτῃ.
3.7 ἐννέα δ᾽ ἕδραι ἔσαν, πεντακόσιοι δ᾽ ἐν ἑκάστῃ
3.8 ἥατο καὶ προύχοντο ἑκάστοθι ἐννέα ταύρους.
3.9 εὖθ᾽ οἱ σπλάγχνα πάσαντο, θεῷ δ᾽ ἐπὶ μηρί᾽ ἔκαιον,
3.10 οἱ δ᾽ ἰθὺς κατάγοντο ἰδ᾽ ἱστία νηὸς ἐίσης
3.11 στεῖλαν ἀείραντες, τὴν δ᾽ ὥρμισαν, ἐκ δ᾽ ἔβαν αὐτοί:
3.12 ἐκ δ᾽ ἄρα Τηλέμαχος νηὸς βαῖν᾽, ἦρχε δ᾽ Ἀθήνη.
3.13 τὸν προτέρη προσέειπε θεά, γλαυκῶπις Ἀθήνη:
3.14 Τηλέμαχ᾽, οὐ μέν σε χρὴ ἔτ᾽ αἰδοῦς, οὐδ᾽ ἠβαιόν:
3.15 τοὔνεκα γὰρ καὶ πόντον ἐπέπλως, ὄφρα πύθηαι
3.16 πατρός, ὅπου κύθε γαῖα καὶ ὅν τινα πότμον ἐπέσπεν.
3.17 ἀλλ᾽ ἄγε νῦν ἰθὺς κίε Νέστορος ἱπποδάμοιο:
3.18 εἴδομεν ἥν τινα μῆτιν ἐνὶ στήθεσσι κέκευθε.
3.19 λίσσεσθαι δέ μιν αὐτός, ὅπως νημερτέα εἴπῃ:
3.20 ψεῦδος δ᾽ οὐκ ἐρέει: μάλα γὰρ πεπνυμένος ἐστί.
3.21 τὴν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα:
3.22 Μέντορ, πῶς τ᾽ ἄρ᾽ ἴω; πῶς τ᾽ ἂρ προσπτύξομαι αὐτόν;
3.23 οὐδέ τί πω μύθοισι πεπείρημαι πυκινοῖσιν:
3.24 αἰδὼς δ᾽ αὖ νέον ἄνδρα γεραίτερον ἐξερέεσθαι.
3.25 τὸν δ᾽ αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη:
3.26 Τηλέμαχ᾽, ἄλλα μὲν αὐτὸς ἐνὶ φρεσὶ σῇσι νοήσεις,
3.27 ἄλλα δὲ καὶ δαίμων ὑποθήσεται: οὐ γὰρ ὀίω
3.28 οὔ σε θεῶν ἀέκητι γενέσθαι τε τραφέμεν τε.
3.29 ὣς ἄρα φωνήσασ᾽ ἡγήσατο Παλλὰς Ἀθήνη
3.30 καρπαλίμως: ὁ δ᾽ ἔπειτα μετ᾽ ἴχνια βαῖνε θεοῖο.
3.31 ἷξον δ᾽ ἐς Πυλίων ἀνδρῶν ἄγυρίν τε καὶ ἕδρας,
3.32 ἔνθ᾽ ἄρα Νέστωρ ἧστο σὺν υἱάσιν, ἀμφὶ δ᾽ ἑταῖροι
3.33 δαῖτ᾽ ἐντυνόμενοι κρέα τ᾽ ὤπτων ἄλλα τ᾽ ἔπειρον.
3.34 οἱ δ᾽ ὡς οὖν ξείνους ἴδον, ἁθρόοι ἦλθον ἅπαντες,
3.35 χερσίν τ᾽ ἠσπάζοντο καὶ ἑδριάασθαι ἄνωγον.
3.36 πρῶτος Νεστορίδης Πεισίστρατος ἐγγύθεν ἐλθὼν
3.37 ἀμφοτέρων ἕλε χεῖρα καὶ ἵδρυσεν παρὰ δαιτὶ
3.38 κώεσιν ἐν μαλακοῖσιν ἐπὶ ψαμάθοις ἁλίῃσιν
3.39 πάρ τε κασιγνήτῳ Θρασυμήδεϊ καὶ πατέρι ᾧ:
3.40 δῶκε δ᾽ ἄρα σπλάγχνων μοίρας, ἐν δ᾽ οἶνον ἔχευεν
3.41 χρυσείῳ δέπαϊ: δειδισκόμενος δὲ προσηύδα
3.42 Παλλάδ᾽ Ἀθηναίην κούρην Διὸς αἰγιόχοιο:
3.43 εὔχεο νῦν, ὦ ξεῖνε, Ποσειδάωνι ἄνακτι:
3.44 τοῦ γὰρ καὶ δαίτης ἠντήσατε δεῦρο μολόντες.
3.45 αὐτὰρ ἐπὴν σπείσῃς τε καὶ εὔξεαι, ἣ θέμις ἐστί,
3.46 δὸς καὶ τούτῳ ἔπειτα δέπας μελιηδέος οἴνου
3.47 σπεῖσαι, ἐπεὶ καὶ τοῦτον ὀίομαι ἀθανάτοισιν
3.48 εὔχεσθαι: πάντες δὲ θεῶν χατέουσ᾽ ἄνθρωποι.
3.49 ἀλλὰ νεώτερός ἐστιν, ὁμηλικίη δ᾽ ἐμοὶ αὐτῷ:
3.50 τοὔνεκα σοὶ προτέρῳ δώσω χρύσειον ἄλεισον.
3.51 ὣς εἰπὼν ἐν χειρὶ τίθει δέπας ἡδέος οἴνου:
3.52 χαῖρε δ᾽ Ἀθηναίη πεπνυμένῳ ἀνδρὶ δικαίῳ,
3.53 οὕνεκα οἷ προτέρῃ δῶκε χρύσειον ἄλεισον:
3.54 αὐτίκα δ᾽ εὔχετο πολλὰ Ποσειδάωνι ἄνακτι:
3.55 κλῦθι, Ποσείδαον γαιήοχε, μηδὲ μεγήρῃς
3.56 ἡμῖν εὐχομένοισι τελευτῆσαι τάδε ἔργα.
3.57 Νέστορι μὲν πρώτιστα καὶ υἱάσι κῦδος ὄπαζε,
3.58 αὐτὰρ ἔπειτ᾽ ἄλλοισι δίδου χαρίεσσαν ἀμοιβὴν
3.59 σύμπασιν Πυλίοισιν ἀγακλειτῆς ἑκατόμβης.
3.60 δὸς δ᾽ ἔτι Τηλέμαχον καὶ ἐμὲ πρήξαντα νέεσθαι,
3.61 οὕνεκα δεῦρ᾽ ἱκόμεσθα θοῇ σὺν νηὶ μελαίνῃ.
3.62 ὣς ἄρ᾽ ἔπειτ᾽ ἠρᾶτο καὶ αὐτὴ πάντα τελεύτα.
3.63 δῶκε δὲ Τηλεμάχῳ καλὸν δέπας ἀμφικύπελλον:
3.64 ὣς δ᾽ αὔτως ἠρᾶτο Ὀδυσσῆος φίλος υἱός.
3.65 οἱ δ᾽ ἐπεί ὤπτησαν κρέ᾽ ὑπέρτερα καὶ ἐρύσαντο,
3.66 μοίρας δασσάμενοι δαίνυντ᾽ ἐρικυδέα δαῖτα.
3.67 αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
3.68 τοῖς ἄρα μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ:
3.69 νῦν δὴ κάλλίον ἐστι μεταλλῆσαι καὶ ἐρέσθαι
3.70 ξείνους, οἱ τινές εἰσιν, ἐπεὶ τάρπησαν ἐδωδῆς.
3.71 ὦ ξεῖνοι, τίνες ἐστέ; πόθεν πλεῖθ᾽ ὑγρὰ κέλευθα;
3.72 ἤ τι κατά πρῆξιν ἦ μαψιδίως ἀλάλησθε
3.73 οἷά τε ληιστῆρες ὑπεὶρ ἅλα, τοί τ᾽ ἀλόωνται
3.74 ψυχὰς παρθέμενοι κακὸν ἀλλοδαποῖσι πέροντες;
3.75 τὸν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα
3.76 θαρσήσας: αὐτὴ γὰρ ἐνὶ φρεσὶ θάρσος Ἀθήνη
3.77 θῆχ᾽, ἵνα μιν περὶ πατρὸς ἀποιχομένοιο ἔροιτο
3.78 ἠδ᾽ ἵνα μιν κλέος ἐσθλὸν ἐν ἀνθρώποισιν ἔχῃσιν:
3.79 ὦ Νέστορ Νηληϊάδη, μέγα κῦδος Ἀχαιῶν,
3.80 εἴρεαι ὁππόθεν εἰμέν: ἐγὼ δέ κέ τοι καταλέξω.
3.81 ἡμεῖς ἐξ Ἰθάκης ὑπονηίου εἰλήλουθμεν:
3.82 πρῆξις δ᾽ ἥδ᾽ ἰδίη, οὐ δήμιος, ἣν ἀγορεύω.
3.83 πατρὸς ἐμοῦ κλέος εὐρὺ μετέρχομαι, ἤν που ἀκούσω,
3.84 δίου Ὀδυσσῆος ταλασίφρονος, ὅν ποτέ φασι
3.85 σὺν σοὶ μαρνάμενον Τρώων πόλιν ἐξαλαπάξαι.
3.86 ἄλλους μὲν γὰρ πάντας, ὅσοι Τρωσὶν πολέμιξον,
3.87 πευθόμεθ᾽, ἧχι ἕκαστος ἀπώλετο λυγρῷ ὀλέθρῳ,
3.88 κείνου δ᾽ αὖ καὶ ὄλεθρον ἀπευθέα θῆκε Κρονίων.
3.89 οὐ γάρ τις δύναται σάφα εἰπέμεν ὁππόθ᾽ ὄλωλεν,
3.90 εἴθ᾽ ὅ γ᾽ ἐπ᾽ ἠπείρου δάμη ἀνδράσι δυσμενέεσσιν,
3.91 εἴτε καὶ ἐν πελάγει μετὰ κύμασιν Ἀμφιτρίτης.
3.92 τοὔνεκα νῦν τὰ σὰ γούναθ᾽ ἱκάνομαι, αἴ κ᾽ ἐθέλῃσθα
3.93 κείνου λυγρὸν ὄλεθρον ἐνισπεῖν, εἴ που ὄπωπας
3.94 ὀφθαλμοῖσι τεοῖσιν ἢ ἄλλου μῦθον ἄκουσας
3.95 πλαζομένου: πέρι γάρ μιν ὀιζυρὸν τέκε μήτηρ.
3.96 μηδέ τί μ᾽ αἰδόμενος μειλίσσεο μηδ᾽ ἐλεαίρων,
3.97 ἀλλ᾽ εὖ μοι κατάλεξον ὃπως ἤντησας ὀπωπῆς.
3.98 λίσσομαι, εἴ ποτέ τοί τι πατὴρ ἐμός, ἐσθλὸς Ὀδυσσεύς,
3.99 ἢ ἔπος ἠέ τι ἔργον ὑποστὰς ἐξετέλεσσε
3.100 δήμῳ ἔνι Τρώων, ὅθι πάσχετε πήματ᾽ Ἀχαιοί,
3.101 τῶν νῦν μοι μνῆσαι, καί μοι νημερτὲς ἐνίσπες.
3.102 τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ:
3.103 ὦ φίλ᾽, ἐπεί μ᾽ ἔμνησας ὀιζύος, ἥν ἐν ἐκείνῳ
3.104 δήμῳ ἀνέτλημεν μένος ἄσχετοι υἷες Ἀχαιῶν,
3.105 ἠμέν ὅσα ξὺν νηυσίν ἐπ᾽ ἠεροειδέα πόντον
3.106 πλαζόμενοι κατὰ ληίδ᾽, ὅπῃ ἄρξειεν Ἀχιλλεύς,
3.107 ἠδ᾽ ὅσα καὶ περί ἄστυ μέγα Πριάμοιο ἄνακτος
3.108 μαρνάμεθ᾽: ἔνθα δ᾽ ἔπειτα κατέκταθεν ὅσσοι ἄριστοι.
3.109 ἔνθα μὲν Αἴας κεῖται ἀρήιος, ἔνθα δ᾽ Ἀχιλλεύς,
3.110 ἔνθα δὲ Πάτροκλος, θεόφιν μήστωρ ἀτάλαντος,
3.111 ἔνθα δ᾽ ἐμὸς φίλος υἱός, ἅμα κρατερὸς καὶ ἀμύμων,
3.112 Ἀντίλοχος, πέρι μὲν θείειν ταχὺς ἠδὲ μαχητής:
3.113 ἄλλα τε πόλλ᾽ ἐπὶ τοῖς πάθομεν κακά: τίς κεν ἐκεῖνα
3.114 πάντα γε μυθήσαιτο καταθνητῶν ἀνθρώπων;
3.115 οὐδ᾽ εἰ πεντάετές γε καὶ ἑξάετες παραμίμνων
3.116 ἐξερέοις ὅσα κεῖθι πάθον κακὰ δῖοι Ἀχαιοί:
3.117 πρίν κεν ἀνιηθεὶς σὴν πατρίδα γαῖαν ἵκοιο.
3.118 εἰνάετες γάρ σφιν κακὰ ῥάπτομεν ἀμφιέποντες
3.119 παντοίοισι δόλοισι, μόγις δ᾽ ἐτέλεσσε Κρονίων.
3.120 ἔνθ᾽ οὔ τίς ποτε μῆτιν ὁμοιωθήμεναι ἄντην
3.121 ἤθελ᾽, ἐπεὶ μάλα πολλὸν ἐνίκα δῖος Ὀδυσσεὺς
3.122 παντοίοισι δόλοισι, πατὴρ τεός, εἰ ἐτεόν γε
3.123 κείνου ἔκγονός ἐσσι: σέβας μ᾽ ἔχει εἰσορόωντα.
3.124 ἦ τοι γὰρ μῦθοί γε ἐοικότες, οὐδέ κε φαίης
3.125 ἄνδρα νεώτερον ὧδε ἐοικότα μυθήσασθαι.
3.126 ἔνθ᾽ ἦ τοι ἧος μὲν ἐγὼ καὶ δῖος Ὀδυσσεὺς
3.127 οὔτε ποτ᾽ εἰν ἀγορῇ δίχ᾽ ἐβάζομεν οὔτ᾽ ἐνὶ βουλῇ,
3.128 ἀλλ᾽ ἕνα θυμὸν ἔχοντε νόω καὶ ἐπίφρονι βουλῇ
3.129 φραζόμεθ᾽ Ἀργείοισιν ὅπως ὄχ᾽ ἄριστα γένοιτο.
3.130 αὐτὰρ ἐπεὶ Πριάμοιο πόλιν διεπέρσαμεν αἰπήν,
3.131 βῆμεν δ᾽ ἐν νήεσσι, θεὸς δ᾽ ἐσκέδασσεν Ἀχαιούς,
3.132 καὶ τότε δὴ Ζεὺς λυγρὸν ἐνὶ φρεσὶ μήδετο νόστον
3.133 Ἀργείοις, ἐπεὶ οὔ τι νοήμονες οὐδὲ δίκαιοι
3.134 πάντες ἔσαν: τῶ σφεων πολέες κακὸν οἶτον ἐπέσπον
3.135 μήνιος ἐξ ὀλοῆς γλαυκώπιδος ὀβριμοπάτρης.
3.136 ἥ τ᾽ ἔριν Ἀτρεΐδῃσι μετ᾽ ἀμφοτέροισιν ἔθηκε.
3.137 τὼ δὲ καλεσσαμένω ἀγορὴν ἐς πάντας Ἀχαιούς,
3.138 μάψ, ἀτὰρ οὐ κατὰ κόσμον, ἐς ἠέλιον καταδύντα,
3.139 οἱ ἦλθον οἴνῳ βεβαρηότες υἷες Ἀχαιῶν,
3.140 μῦθον μυθείσθην, τοῦ εἵνεκα λαὸν ἄγειραν.
3.141 ἔνθ᾽ ἤ τοι Μενέλαος ἀνώγει πάντας Ἀχαιοὺς
3.142 νόστου μιμνήσκεσθαι ἐπ᾽ εὐρέα νῶτα θαλάσσης,
3.143 οὐδ᾽ Ἀγαμέμνονι πάμπαν ἑήνδανε: βούλετο γάρ ῥα
3.144 λαὸν ἐρυκακέειν ῥέξαι θ᾽ ἱερὰς ἑκατόμβας,
3.145 ὡς τὸν Ἀθηναίης δεινὸν χόλον ἐξακέσαιτο,
3.146 νήπιος, οὐδὲ τὸ ᾔδη, ὃ οὐ πείσεσθαι ἔμελλεν:
3.147 οὐ γάρ τ᾽ αἶψα θεῶν τρέπεται νόος αἰέν ἐόντων.
3.148 ὣς τὼ μὲν χαλεποῖσιν ἀμειβομένω ἐπέεσσιν
3.149 ἕστασαν: οἱ δ᾽ ἀνόρουσαν ἐυκνήμιδες Ἀχαιοὶ
3.150 ἠχῇ θεσπεσίῃ, δίχα δέ σφισιν ἥνδανε βουλή.
3.151 νύκτα μὲν ἀέσαμεν χαλεπὰ φρεσὶν ὁρμαίνοντες
3.152 ἀλλήλοις: ἐπὶ γὰρ Ζεὺς ἤρτυε πῆμα κακοῖο:
3.153 ἠῶθεν δ᾽ οἱ μὲν νέας ἕλκομεν εἰς ἅλα δῖαν
3.154 κτήματά τ᾽ ἐντιθέμεσθα βαθυζώνους τε γυναῖκας.
3.155 ἡμίσεες δ᾽ ἄρα λαοὶ ἐρητύοντο μένοντες
3.156 αὖθι παρ᾽ Ἀτρεΐδῃ Ἀγαμέμνονι, ποιμένι λαῶν:
3.157 ἡμίσεες δ᾽ ἀναβάντες ἐλαύνομεν: αἱ δὲ μάλ᾽ ὦκα
3.158 ἔπλεον, ἐστόρεσεν δέ θεὸς μεγακήτεα πόντον.
3.159 ἐς Τένεδον δ᾽ ἐλθόντες ἐρέξαμεν ἱρὰ θεοις=ν,
3.160 οἴκαδε ἱέμενοι: Ζεὺς δ᾽ οὔ πω μήδετο νόστον,
3.161 σχέτλιος, ὅς ῥ᾽ ἔριν ὦρσε κακήν ἔπι δεύτερον αὖτις.
3.162 οἱ μὲν ἀποστρέψαντες ἔβαν νέας ἀμφιελίσσας
3.163 ἀμφ᾽ Ὀδυσῆα ἄνακτα δαΐφρονα, ποικιλομήτην,
3.164 αὖτις ἐπ᾽ Ἀτρεΐδῃ Ἀγαμέμνονι ἦρα φέροντες:
3.165 αὐτὰρ ἐγὼ σὺν νηυσὶν ἀολλέσιν, αἵ μοι ἕποντο,
3.166 φεῦγον, ἐπεὶ γίγνωσκον, ὃδὴ κακὰ μήδετο δαίμων.
3.167 φεῦγε δὲ Τυδέος υἱὸς ἀρήιος, ὦρσε δ᾽ ἑταίρους.
3.168 ὀψὲ δὲ δὴ μετὰ νῶι κίε ξανθὸς Μενέλαος,
3.169 ἐν Λέσβῳ δ᾽ ἔκιχεν δολιχὸν πλόον ὁρμαίνοντας,
3.170 ἢ καθύπερθε Χίοιο νεοίμεθα παιπαλοέσσης,
3.171 νήσου ἔπι Ψυρίης, αὐτὴν ἐπ᾽ ἀριστέρ᾽ ἔχοντες,
3.172 ἦ ὑπένερθε Χίοιο, παρ᾽ ἠνεμόεντα Μίμαντα.
3.173 ᾐτέομεν δὲ θεὸν φῆναι τέρας: αὐτὰρ ὅ γ᾽ ἡμῖν
3.174 δεῖξε, καὶ ἠνώγει πέλαγος μέσον εἰς Εὔβοιαν
3.175 τέμνειν, ὄφρα τάχιστα ὑπὲκ κακότητα φύγοιμεν.
3.176 ὦρτο δ᾽ ἐπὶ λιγὺς οὖρος ἀήμεναι: αἱ δὲ μάλ᾽ ὦκα
3.177 ἰχθυόεντα κέλευθα διέδραμον, ἐς δὲ Γεραιστὸν
3.178 ἐννύχιαι κατάγοντο: Ποσειδάωνι δὲ ταύρων
3.179 πόλλ᾽ ἐπὶ μῆρ᾽ ἔθεμεν, πέλαγος μέγα μετρήσαντες.
3.180 τέτρατον ἦμαρ ἔην, ὅτ᾽ ἐν Ἄργεϊ νῆας ἐίσας
3.181 Τυδεΐδεω ἕταροι Διομήδεος ἱπποδάμοιο
3.182 ἵστασαν: αὐτάρ ἐγώ γε Πύλονδ᾽ ἔχον, οὐδέ ποτ᾽ ἔσβη
3.183 οὖρος, ἐπεὶ δὴ πρῶτα θεὸς προέηκεν ἀῆναι.
3.184 ὣς ἦλθον, φίλε τέκνον, ἀπευθής, οὐδέ τι οἶδα
3.185 κείνων, οἵ τ᾽ ἐσάωθεν Ἀχαιῶν οἵ τ᾽ ἀπόλοντο.
3.186 ὅσσα δ᾽ ἐνὶ μεγάροισι καθήμενος ἡμετέροισι
3.187 πεύθομαι, ἣ θέμις ἐστί, δαήσεαι, κοὐδέ σε δεύσω.
3.188 εὖ μὲν Μυρμιδόνας φάσ᾽ ἐλθέμεν ἐγχεσιμώρους,
3.189 οὓς ἄγ᾽ Ἀχιλλῆος μεγαθύμου φαίδιμος υἱός,
3.190 εὖ δὲ Φιλοκτήτην, Ποιάντιον ἀγλαὸν υἱόν.
3.191 πάντας δ᾽ Ἰδομενεὺς Κρήτην εἰσήγαγ᾽ ἑταίρους,
3.192 οἳ φύγον ἐκ πολέμου, πόντος δέ οἱ οὔ τιν᾽ ἀπηύρα.
3.193 Ἀτρεΐδην δὲ καὶ αὐτοὶ ἀκούετε, νόσφιν ἐόντες,
3.194 ὥς τ᾽ ἦλθ᾽, ὥς τ᾽ Αἴγισθος ἐμήσατο λυγρὸν ὄλεθρον.
3.195 ἀλλ᾽ ἦ τοι κεῖνος μὲν ἐπισμυγερῶς ἀπέτισεν:
3.196 ὡς ἀγαθὸν καὶ παῖδα καταφθιμένοιο λιπέσθαι
3.197 ἀνδρός, ἐπεὶ καὶ κεῖνος ἐτίσατο πατροφονῆα,
3.198 Αἴγισθον δολόμητιν, ὅ οἱ πατέρα κλυτὸν ἔκτα.
3.199 καὶ σὺ φίλος, μάλα γάρ σ᾽ ὁρόω καλόν τε μέγαν τε,
3.200 ἄλκιμος ἔσσ᾽, ἵνα τίς σε καὶ ὀψιγόνων ἐὺ εἴπῃ.
3.201 τὸν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα:
3.202 ὦ Νέστορ Νηληϊάδη, μέγα κῦδος Ἀχαιῶν,
3.203 καὶ λίην κεῖνος μὲν ἐτίσατο, καί οἱ Ἀχαιοὶ
3.204 οἴσουσι κλέος εὐρὺ καὶ ἐσσομένοισι πυθέσθαι:
3.205 αἲ γὰρ ἐμοὶ τοσσήνδε θεοὶ δύναμιν περιθεῖεν,
3.206 τίσασθαι μνηστῆρας ὑπερβασίης ἀλεγεινῆς,
3.207 οἵ τέ μοι ὑβρίζοντες ἀτάσθαλα μηχανόωνται.
3.208 ἀλλ᾽ οὔ μοι τοιοῦτον ἐπέκλωσαν θεοὶ ὄλβον,
3.209 πατρί τ᾽ ἐμῷ καὶ ἐμοί: νῦν δὲ χρὴ τετλάμεν ἔμπης.
3.210 τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ:
3.211 ὦ φίλ᾽, ἐπεὶ δὴ ταῦτά μ᾽ ἀνέμνησας καὶ ἔειπες,
3.212 φασὶ μνηστῆρας σῆς μητέρος εἵνεκα πολλοὺς
3.213 ἐν μεγάροις ἀέκητι σέθεν κακὰ μηχανάασθαι:
3.214 εἰπέ μοι, ἠὲ ἑκὼν ὑποδάμνασαι, ἦ σέ γε λαοὶ
3.215 ἐχθαίρουσ᾽ ἀνὰ δῆμον, ἐπισπόμενοι θεοῦ ὀμφῇ.
3.216 τίς δ᾽ οἶδ᾽ εἴ κέ ποτέ σφι βίας ἀποτίσεται ἐλθών,
3.217 ἢ ὅ γε μοῦνος ἐὼν ἢ καὶ σύμπαντες Ἀχαιοί;
3.218 εἰ γάρ σ᾽ ὣς ἐθέλοι φιλέειν γλαυκῶπις Ἀθήνη,
3.219 ὡς τότ᾽ Ὀδυσσῆος περικήδετο κυδαλίμοιο
3.220 δήμῳ ἔνι Τρώων, ὅθι πάσχομεν ἄλγε᾽ Ἀχαιοί—
3.221 οὐ γάρ πω ἴδον ὧδε θεοὺς ἀναφανδὰ φιλεῦντας,
3.222 ὡς κείνῳ ἀναφανδὰ παρίστατο Παλλὰς Ἀθήνη—
3.223 εἴ σ᾽ οὕτως ἐθέλοι φιλέειν κήδοιτό τε θυμῷ,
3.224 τῶ κέν τις κείνων γε καὶ ἐκλελάθοιτο γάμοιο.
3.225 τὸν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα:
3.226 ὦ γέρον, οὔ πω τοῦτο ἔπος τελέεσθαι ὀίω:
3.227 λίην γὰρ μέγα εἶπες: ἄγη μ᾽ ἔχει. οὐκ ἂν ἐμοί γε
3.228 ἐλπομένω τὰ γένοιτ᾽, οὐδ᾽ εἰ θεοὶ ὣς ἐθέλοιεν.
3.229 τὸν δ᾽ αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη:
3.230 Τηλέμαχε, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων.
3.231 ῥεῖα θεός γ᾽ ἐθέλων καὶ τηλόθεν ἄνδρα σαώσαι.
3.232 βουλοίμην δ᾽ ἂν ἐγώ γε καὶ ἄλγεα πολλὰ μογήσας
3.233 οἴκαδέ τ᾽ ἐλθέμεναι καὶ νόστιμον ἦμαρ ἰδέσθαι,
3.234 ἢ ἐλθὼν ἀπολέσθαι ἐφέστιος, ὡς Ἀγαμέμνων
3.235 ὤλεθ᾽ ὑπ᾽ Αἰγίσθοιο δόλῳ καὶ ἧς ἀλόχοιο.
3.236 ἀλλ᾽ ἦ τοι θάνατον μὲν ὁμοίιον οὐδὲ θεοί περ
3.237 καὶ φίλῳ ἀνδρὶ δύνανται ἀλαλκέμεν, ὁππότε κεν δὴ
3.238 μοῖρ᾽ ὀλοὴ καθέλῃσι τανηλεγέος θανάτοιο.
3.239 τὴν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα:
3.240 Μέντορ, μηκέτι ταῦτα λεγώμεθα κηδόμενοί περ:
3.241 κείνῳ δ᾽ οὐκέτι νόστος ἐτήτυμος, ἀλλά οἱ ἤδη
3.242 φράσσαντ᾽ ἀθάνατοι θάνατον καὶ κῆρα μέλαιναν.
3.243 νῦν δ᾽ ἐθέλω ἔπος ἄλλο μεταλλῆσαι καὶ ἐρέσθαι
3.244 Νέστορ᾽, ἐπεὶ περὶ οἶδε δίκας ἠδὲ φρόνιν ἄλλων:
3.245 τρὶς γὰρ δή μίν φασιν ἀνάξασθαι γένε᾽ ἀνδρῶν:
3.246 ὥς τέ μοι ἀθάνατος ἰνδάλλεται εἰσοράασθαι.
3.247 ὦ Νέστορ Νηληϊάδη, σὺ δ᾽ ἀληθὲς ἐνίσπες:
3.248 πῶς ἔθαν᾽ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων;
3.249 ποῦ Μενέλαος ἔην; τίνα δ᾽ αὐτῷ μήσατ᾽ ὄλεθρον
3.250 Αἴγισθος δολόμητις, ἐπεὶ κτάνε πολλὸν ἀρείω;
3.251 ἦ οὐκ Ἄργεος ἦεν Ἀχαιικοῦ, ἀλλά πῃ ἄλλῃ
3.252 πλάζετ᾽ ἐπ᾽ ἀνθρώπους, ὁ δὲ θαρσήσας κατέπεφνε;
3.253 τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ:
3.254 τοιγὰρ ἐγώ τοι, τέκνον, ἀληθέα πάντ᾽ ἀγορεύσω.
3.255 ἦ τοι μὲν τάδε καὐτὸς ὀίεαι, ὥς κεν ἐτύχθη,
3.256 εἰ ζωόν γ᾽ Αἴγισθον ἐνὶ μεγάροισιν ἔτετμεν
3.257 Ἀτρεΐδης Τροίηθεν ἰών, ξανθὸς Μενέλαος:
3.258 τῶ κέ οἱ οὐδὲ θανόντι χυτὴν ἐπὶ γαῖαν ἔχευαν,
3.259 ἀλλ᾽ ἄρα τόν γε κύνες τε καὶ οἰωνοὶ κατέδαψαν
3.260 κείμενον ἐν πεδίῳ ἑκὰς ἄστεος, οὐδέ κέ τίς μιν
3.261 κλαῦσεν Ἀχαιιάδων: μάλα γὰρ μέγα μήσατο ἔργον.
3.262 ἡμεῖς μὲν γὰρ κεῖθι πολέας τελέοντες ἀέθλους
3.263 ἥμεθ᾽: ὁ δ᾽ εὔκηλος μυχῷ Ἄργεος ἱπποβότοιο
3.264 πόλλ᾽ Ἀγαμεμνονέην ἄλοχον θέλγεσκ᾽ ἐπέεσσιν.
3.265 ἡ δ᾽ ἦ τοι τὸ πρὶν μὲν ἀναίνετο ἔργον ἀεικὲς
3.266 δῖα Κλυταιμνήστρη: φρεσὶ γὰρ κέχρητ᾽ ἀγαθῇσι:
3.267 πὰρ δ᾽ ἄρ᾽ ἔην καὶ ἀοιδὸς ἀνήρ, ᾧ πόλλ᾽ ἐπέτελλεν
3.268 Ἀτρεΐδης Τροίηνδε κιὼν ἔρυσασθαι ἄκοιτιν.
3.269 ἀλλ᾽ ὅτε δή μιν μοῖρα θεῶν ἐπέδησε δαμῆναι,
3.270 δὴ τότε τὸν μὲν ἀοιδὸν ἄγων ἐς νῆσον ἐρήμην
3.271 κάλλιπεν οἰωνοῖσιν ἕλωρ καὶ κύρμα γενέσθαι,
3.272 τὴν δ᾽ ἐθέλων ἐθέλουσαν ἀνήγαγεν ὅνδε δόμονδε.
3.273 πολλὰ δὲ μηρί᾽ ἔκηε θεῶν ἱεροῖς ἐπὶ βωμοῖς,
3.274 πολλὰ δ᾽ ἀγάλματ᾽ ἀνῆψεν, ὑφάσματά τε χρυσόν τε,
3.275 ἐκτελέσας μέγα ἔργον, ὃ οὔ ποτε ἔλπετο θυμῷ.
3.276 ἡμεῖς μὲν γὰρ ἅμα πλέομεν Τροίηθεν ἰόντες,
3.277 Ἀτρεΐδης καὶ ἐγώ, φίλα εἰδότες ἀλλήλοισιν:
3.278 ἀλλ᾽ ὅτε Σούνιον ἱρὸν ἀφικόμεθ᾽, ἄκρον Ἀθηνέων,
3.279 ἔνθα κυβερνήτην Μενελάου Φοῖβος Ἀπόλλων
3.280 οἷς ἀγανοῖς βελέεσσιν ἐποιχόμενος κατέπεφνε,
3.281 πηδάλιον μετὰ χερσὶ θεούσης νηὸς ἔχοντα,
3.282 Φρόντιν Ὀνητορίδην, ὃς ἐκαίνυτο φῦλ᾽ ἀνθρώπων
3.283 νῆα κυβερνῆσαι, ὁπότε σπέρχοιεν ἄελλαι.
3.284 ὣς ὁ μὲν ἔνθα κατέσχετ᾽, ἐπειγόμενός περ ὁδοῖο,
3.285 ὄφρ᾽ ἕταρον θάπτοι καὶ ἐπὶ κτέρεα κτερίσειεν.
3.286 ἀλλ᾽ ὅτε δὴ καὶ κεῖνος ἰὼν ἐπὶ οἴνοπα πόντον
3.287 ἐν νηυσὶ γλαφυρῇσι Μαλειάων ὄρος αἰπὺ
3.288 ἷξε θέων, τότε δὴ στυγερὴν ὁδὸν εὐρύοπα Ζεὺς
3.289 ἐφράσατο, λιγέων δ᾽ ἀνέμων ἐπ᾽ ἀυτμένα χεῦε,
3.290 κύματά τε τροφέοντο πελώρια, ἶσα ὄρεσσιν.
3.291 ἔνθα διατμήξας τὰς μὲν Κρήτῃ ἐπέλασσεν,
3.292 ἧχι Κύδωνες ἔναιον Ἰαρδάνου ἀμφὶ ῥέεθρα.
3.293 ἔστι δέ τις λισσὴ αἰπεῖά τε εἰς ἅλα πέτρη
3.294 ἐσχατιῇ Γόρτυνος ἐν ἠεροειδέι πόντῳ:
3.295 ἔνθα Νότος μέγα κῦμα ποτὶ σκαιὸν ῥίον ὠθεῖ,
3.296 ἐς Φαιστόν, μικρὸς δὲ λίθος μέγα κῦμ᾽ ἀποέργει.
3.297 αἱ μὲν ἄρ᾽ ἔνθ᾽ ἦλθον, σπουδῇ δ᾽ ἤλυξαν ὄλεθρον
3.298 ἄνδρες, ἀτὰρ νῆάς γε ποτὶ σπιλάδεσσιν ἔαξαν
3.299 κύματ᾽: ἀτὰρ τὰς πέντε νέας κυανοπρῳρείους
3.300 Αἰγύπτῳ ἐπέλασσε φέρων ἄνεμός τε καὶ ὕδωρ.
3.301 ὣς ὁ μὲν ἔνθα πολὺν βίοτον καὶ χρυσὸν ἀγείρων
3.302 ἠλᾶτο ξὺν νηυσὶ κατ᾽ ἀλλοθρόους ἀνθρώπους:
3.303 τόφρα δὲ ταῦτ᾽ Αἴγισθος ἐμήσατο οἴκοθι λυγρά.
3.304 ἑπτάετες δ᾽ ἤνασσε πολυχρύσοιο Μυκήνης,
3.305 κτείνας Ἀτρεΐδην, δέδμητο δὲ λαὸς ὑπ᾽ αὐτῷ.
3.306 τῷ δέ οἱ ὀγδοάτῳ κακὸν ἤλυθε δῖος Ὀρέστης
3.307 ἂψ ἀπ᾽ Ἀθηνάων, κατὰ δ᾽ ἔκτανε πατροφονῆα,
3.308 Αἴγισθον δολόμητιν, ὅ οἱ πατέρα κλυτὸν ἔκτα.
3.309 ἦ τοι ὁ τὸν κτείνας δαίνυ τάφον Ἀργείοισιν
3.310 μητρός τε στυγερῆς καὶ ἀνάλκιδος Αἰγίσθοιο:
3.311 αὐτῆμαρ δέ οἱ ἦλθε βοὴν ἀγαθὸς Μενέλαος
3.312 πολλὰ κτήματ᾽ ἄγων, ὅσα οἱ νέες ἄχθος ἄειραν.
3.313 καὶ σύ, φίλος, μὴ δηθὰ δόμων ἄπο τῆλ᾽ ἀλάλησο,
3.314 κτήματά τε προλιπὼν ἄνδρας τ᾽ ἐν σοῖσι δόμοισιν
3.315 οὕτω ὑπερφιάλους, μή τοι κατὰ πάντα φάγωσιν
3.316 κτήματα δασσάμενοι, σὺ δὲ τηϋσίην ὁδὸν ἔλθῃς.
3.317 ἀλλ᾽ ἐς μὲν Μενέλαον ἐγὼ κέλομαι καὶ ἄνωγα
3.318 ἐλθεῖν: κεῖνος γὰρ νέον ἄλλοθεν εἰλήλουθεν,
3.319 ἐκ τῶν ἀνθρώπων, ὅθεν οὐκ ἔλποιτό γε θυμῷ
3.320 ἐλθέμεν, ὅν τινα πρῶτον ἀποσφήλωσιν ἄελλαι
3.321 ἐς πέλαγος μέγα τοῖον, ὅθεν τέ περ οὐδ᾽ οἰωνοὶ
3.322 αὐτόετες οἰχνεῦσιν, ἐπεὶ μέγα τε δεινόν τε.
3.323 ἀλλ᾽ ἴθι νῦν σὺν νηί τε σῇ καὶ σοῖς ἑτάροισιν:
3.324 εἰ δ᾽ ἐθέλεις πεζός, πάρα τοι δίφρος τε καὶ ἵπποι,
3.325 πὰρ δὲ τοι υἷες ἐμοί, οἵ τοι πομπῆες ἔσονται
3.326 ἐς Λακεδαίμονα δῖαν, ὅθι ξανθὸς Μενέλαος.
3.327 λίσσεσθαι δέ μιν αὐτός, ἵνα νημερτὲς ἐνίσπῃ:
3.328 ψεῦδος δ᾽ οὐκ ἐρέει: μάλα γὰρ πεπνυμένος ἐστίν.
3.329 ὣς ἔφατ᾽, ἠέλιος δ᾽ ἄρ᾽ ἔδυ καὶ ἐπὶ κνέφας ἦλθε.
3.330 τοῖσι δὲ καὶ μετέειπε θεά, γλαυκῶπις Ἀθήνη:
3.331 ὦ γέρον, ἦ τοι ταῦτα κατὰ μοῖραν κατέλεξας:
3.332 ἀλλ᾽ ἄγε τάμνετε μὲν γλώσσας, κεράασθε δὲ οἶνον,
3.333 ὄφρα Ποσειδάωνι καὶ ἄλλοις ἀθανάτοισιν
3.334 σπείσαντες κοίτοιο μεδώμεθα: τοῖο γὰρ ὥρη.
3.335 ἤδη γὰρ φάος οἴχεθ᾽ ὑπὸ ζόφον, οὐδὲ ἔοικεν:
3.336 δηθὰ θεῶν ἐν δαιτὶ θαασσέμεν, ἀλλὰ νέεσθαι.
3.337 ἦ ῥα Διὸς θυγάτηρ, οἱ δ᾽ ἔκλυον αὐδησάσης.
3.338 τοῖσι δὲ κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν,
3.339 κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο,
3.340 νώμησαν δ᾽ ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσι:
3.341 γλώσσας δ᾽ ἐν πυρὶ βάλλον, ἀνιστάμενοι δ᾽ ἐπέλειβον.
3.342 αὐτὰρ ἐπεὶ σπεῖσάν τ᾽ ἔπιον θ᾽, ὅσον ἤθελε θυμός,
3.343 δὴ τότ᾽ Ἀθηναίη καὶ Τηλέμαχος θεοειδὴς
3.344 ἄμφω ἱέσθην κοίλην ἐπὶ νῆα νέεσθαι.
3.345 Νέστωρ δ᾽ αὖ κατέρυκε καθαπτόμενος ἐπέεσσιν:
3.346 Ζεὺς τό γ᾽ ἀλεξήσειε καὶ ἀθάνατοι θεοὶ ἄλλοι,
3.347 ὡς ὑμεῖς παρ᾽ ἐμεῖο θοὴν ἐπὶ νῆα κίοιτε
3.348 ὥς τέ τευ ἦ παρὰ πάμπαν ἀνείμονος ἠδὲ πενιχροῦ,
3.349 ᾧ οὔ τι χλαῖναι καὶ ῥήγεα πόλλ᾽ ἐνὶ οἴκῳ,
3.350 οὔτ᾽ αὐτῷ μαλακῶς οὔτε ξείνοισιν ἐνεύδειν.
3.351 αὐτὰρ ἐμοὶ πάρα μὲν χλαῖναι καὶ ῥήγεα καλά.
3.352 οὔ θην δὴ τοῦδ᾽ ἀνδρὸς Ὀδυσσῆος φίλος υἱὸς
3.353 νηὸς ἐπ᾽ ἰκριόφιν καταλέξεται, ὄφρ᾽ ἂν ἐγώ γε
3.354 ζώω, ἔπειτα δὲ παῖδες ἐνὶ μεγάροισι λίπωνται,
3.355 ξείνους ξεινίζειν, ὅς τίς κ᾽ ἐμὰ δώμαθ᾽ ἵκηται.
3.356 τὸν δ᾽ αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη:
3.357 εὖ δὴ ταῦτά γ᾽ ἔφησθα, γέρον φίλε: σοὶ δὲ ἔοικεν
3.358 Τηλέμαχον πείθεσθαι, ἐπεὶ πολὺ κάλλιον οὕτως.
3.359 ἀλλ᾽ οὗτος μὲν νῦν σοὶ ἅμ᾽ ἕψεται, ὄφρα κεν εὕδῃ
3.360 σοῖσιν ἐνὶ μεγάροισιν: ἐγὼ δ᾽ ἐπὶ νῆα μέλαιναν
3.361 εἶμ᾽, ἵνα θαρσύνω θ᾽ ἑτάρους εἴπω τε ἕκαστα.
3.362 οἶος γὰρ μετὰ τοῖσι γεραίτερος εὔχομαι εἶναι:
3.363 οἱ δ᾽ ἄλλοι φιλότητι νεώτεροι ἄνδρες ἕπονται,
3.364 πάντες ὁμηλικίη μεγαθύμου Τηλεμάχοιο.
3.365 ἔνθα κε λεξαίμην κοίλῃ παρὰ νηὶ μελαίνῃ
3.366 νῦν: ἀτὰρ ἠῶθεν μετὰ Καύκωνας μεγαθύμους
3.367 εἶμ᾽ ἔνθα χρεῖός μοι ὀφέλλεται, οὔ τι νέον γε
3.368 οὐδ᾽ ὀλίγον. σὺ δὲ τοῦτον, ἐπεὶ τεὸν ἵκετο δῶμα,
3.369 πέμψον σὺν δίφρῳ τε καὶ υἱέι: δὸς δέ οἱ ἵππους,
3.370 οἵ τοι ἐλαφρότατοι θείειν καὶ κάρτος ἄριστοι.
3.371 ὣς ἄρα φωνήσασ᾽ ἀπέβη γλαυκῶπις Ἀθήνη
3.372 φήνῃ εἰδομένη: θάμβος δ᾽ ἕλε πάντας ἰδόντας.
3.373 θαύμαζεν δ᾽ ὁ γεραιός, ὅπως ἴδεν ὀφθαλμοῖς:
3.374 Τηλεμάχου δ᾽ ἕλε χεῖρα, ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζεν:
3.375 ὦ φίλος, οὔ σε ἔολπα κακὸν καὶ ἄναλκιν ἔσεσθαι,
3.376 εἰ δή τοι νέῳ ὧδε θεοὶ πομπῆες ἕπονται.
3.377 οὐ μὲν γάρ τις ὅδ᾽ ἄλλος Ὀλύμπια δώματ᾽ ἐχόντων,
3.378 ἀλλὰ Διὸς θυγάτηρ, κυδίστη Τριτογένεια,
3.379 ἥ τοι καὶ πατέρ᾽ ἐσθλὸν ἐν Ἀργείοισιν ἐτίμα.
3.380 ἀλλὰ ἄνασσ᾽ ἵληθι, δίδωθι δέ μοι κλέος ἐσθλόν,
3.381 αὐτῷ καὶ παίδεσσι καὶ αἰδοίῃ παρακοίτι:
3.382 σοὶ δ᾽ αὖ ἐγὼ ῥέξω βοῦν ἦνιν εὐρυμέτωπον
3.383 ἀδμήτην, ἣν οὔ πω ὕπὸ ζυγὸν ἤγαγεν ἀνήρ:
3.384 τήν τοι ἐγὼ ῥέξω χρυσὸν κέρασιν περιχεύας.
3.385 ὣς ἔφατ᾽ εὐχόμενος, τοῦ δ᾽ ἔκλυε Παλλὰς Ἀθήνη.
3.386 τοῖσιν δ᾽ ἡγεμόνευε Γερήνιος ἱππότα Νέστωρ,
3.387 υἱάσι καὶ γαμβροῖσιν, ἑὰ πρὸς δώματα καλά.
3.388 ἀλλ᾽ ὅτε δώμαθ᾽ ἵκοντο ἀγακλυτὰ τοῖο ἄνακτος,
3.389 ἑξείης ἕζοντο κατὰ κλισμούς τε θρόνους τε:
3.390 τοῖς δ᾽ ὁ γέρων ἐλθοῦσιν ἀνὰ κρητῆρα κέρασσεν
3.391 οἴνου ἡδυπότοιο, τὸν ἑνδεκάτῳ ἐνιαυτῷ
3.392 ὤιξεν ταμίη καὶ ἀπὸ κρήδεμνον ἔλυσε:
3.393 τοῦ ὁ γέρων κρητῆρα κεράσσατο, πολλὰ δ᾽ Ἀθήνῃ
3.394 εὔχετ᾽ ἀποσπένδων, κούρῃ Διὸς αἰγιόχοιο.
3.395 αὐτὰρ ἐπεὶ σπεῖσάν τ᾽ ἔπιον θ᾽, ὅσον ἤθελε θυμός,
3.396 οἱ μὲν κακκείοντες ἔβαν οἶκόνδε ἕκαστος,
3.397 τὸν δ᾽ αὐτοῦ κοίμησε Γερήνιος ἱππότα Νέστωρ,
3.398 Τηλέμαχον, φίλον υἱὸν Ὀδυσσῆος θείοιο,
3.399 τρητοῖς ἐν λεχέεσσιν ὑπ᾽ αἰθούσῃ ἐριδούπῳ,
3.400 πὰρ᾽ δ᾽ ἄρ᾽ ἐυμμελίην Πεισίστρατον, ὄρχαμον ἀνδρῶν,
3.401 ὅς οἱ ἔτ᾽ ἠίθεος παίδων ἦν ἐν μεγάροισιν:
3.402 αὐτὸς δ᾽ αὖτε καθεῦδε μυχῷ δόμου ὑψηλοῖο,
3.403 τῷ δ᾽ ἄλοχος δέσποινα λέχος πόρσυνε καὶ εὐνήν.
3.404 ἦμος δ᾽ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
3.405 ὤρνυτ᾽ ἄρ᾽ ἐξ εὐνῆφι Γερήνιος ἱππότα Νέστωρ,
3.406 ἐκ δ᾽ ἐλθὼν κατ᾽ ἄρ᾽ ἕζετ᾽ ἐπὶ ξεστοῖσι λίθοισιν,
3.407 οἵ οἱ ἔσαν προπάροιθε θυράων ὑψηλάων,
3.408 λευκοί, ἀποστίλβοντες ἀλείφατος: οἷς ἔπι μὲν πρὶν
3.409 Νηλεὺς ἵζεσκεν, θεόφιν μήστωρ ἀτάλαντος:
3.410 ἀλλ᾽ ὁ μὲν ἤδη κηρὶ δαμεὶς Ἄϊδόσδε βεβήκει,
3.411 Νέστωρ αὖ τότ᾽ ἐφῖζε Γερήνιος, οὖρος Ἀχαιῶν,
3.412 σκῆπτρον ἔχων. περὶ δ᾽ υἷες ἀολλέες ἠγερέθοντο
3.413 ἐκ θαλάμων ἐλθόντες, Ἐχέφρων τε Στρατίος τε
3.414 Περσεύς τ᾽ Ἄρητός τε καὶ ἀντίθεος Θρασυμήδης.
3.415 τοῖσι δ᾽ ἔπειθ᾽ ἕκτος Πεισίστρατος ἤλυθεν ἥρως,
3.416 πὰρ δ᾽ ἄρα Τηλέμαχον θεοείκελον εἷσαν ἄγοντες.
3.417 τοῖσι δὲ μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ:
3.418 καρπαλίμως μοι, τέκνα φίλα, κρηήνατ᾽ ἐέλδωρ,
3.419 ὄφρ᾽ ἦ τοι πρώτιστα θεῶν ἱλάσσομ᾽ Ἀθήνην,
3.420 ἥ μοι ἐναργὴς ἦλθε θεοῦ ἐς δαῖτα θάλειαν.
3.421 ἀλλ᾽ ἄγ᾽ ὁ μὲν πεδίονδ᾽ ἐπὶ βοῦν, ἴτω, ὄφρα τάχιστα
3.422 ἔλθῃσιν, ἐλάσῃ δὲ βοῶν ἐπιβουκόλος ἀνήρ:
3.423 εἷς δ᾽ ἐπὶ Τηλεμάχου μεγαθύμου νῆα μέλαιναν
3.424 πάντας ἰὼν ἑτάρους ἀγέτω, λιπέτω δὲ δύ᾽ οἴους:
3.425 εἷς δ᾽ αὖ χρυσοχόον Λαέρκεα δεῦρο κελέσθω
3.426 ἐλθεῖν, ὄφρα βοὸς χρυσὸν κέρασιν περιχεύῃ.
3.427 οἱ δ᾽ ἄλλοι μένετ᾽ αὐτοῦ ἀολλέες, εἴπατε δ᾽ εἴσω
3.428 δμῳῇσιν κατὰ δώματ᾽ ἀγακλυτὰ δαῖτα πένεσθαι,
3.429 ἕδρας τε ξύλα τ᾽ ἀμφὶ καὶ ἀγλαὸν οἰσέμεν ὕδωρ.
3.430 ὣς ἔφαθ᾽, οἱ δ᾽ ἄρα πάντες ἐποίπνυον. ἦλθε μὲν ἂρ βοῦς
3.431 ἐκ πεδίου, ἦλθον δὲ θοῆς παρὰ νηὸς ἐίσης
3.432 Τηλεμάχου ἕταροι μεγαλήτορος, ἦλθε δὲ χαλκεὺς
3.433 ὅπλ᾽ ἐν χερσὶν ἔχων χαλκήια, πείρατα τέχνης,
3.434 ἄκμονά τε σφῦραν τ᾽ ἐυποίητόν τε πυράγρην,
3.435 οἷσίν τε χρυσὸν εἰργάξετο: ἦλθε δ᾽ Ἀθήνη
3.436 ἱρῶν ἀντιόωσα. γέρων δ᾽ ἱππηλάτα Νέστωρ
3.437 χρυσὸν ἔδωχ᾽: ὁ δ᾽ ἔπειτα βοὸς κέρασιν περίχευεν
3.438 ἀσκήσας, ἵν᾽ ἄγαλμα θεὰ κεχάροιτο ἰδοῦσα.
3.439 βοῦν δ᾽ ἀγέτην κεράων Στρατίος καὶ δῖος Ἐχέφρων.
3.440 χέρνιβα δέ σφ᾽ Ἄρητος ἐν ἀνθεμόεντι λέβητι
3.441 ἤλυθεν ἐκ θαλάμοιο φέρων, ἑτέρῃ δ᾽ ἔχεν οὐλὰς
3.442 ἐν κανέῳ πέλεκυν δὲ μενεπτόλεμος Θρασυμήδης
3.443 ὀξὺν ἔχων ἐν χειρὶ παρίστατο βοῦν ἐπικόψων.
3.444 Περσεὺς δ᾽ ἀμνίον εἶχε: γέρων δ᾽ ἱππηλάτα Νέστωρ
3.445 χέρνιβά τ᾽ οὐλοχύτας τε κατήρχετο, πολλὰ δ᾽ Ἀθήνῃ
3.446 εὔχετ᾽ ἀπαρχόμενος, κεφαλῆς τρίχας ἐν πυρὶ βάλλων.
3.447 αὐτὰρ ἐπεί ῥ᾽ εὔξαντο καὶ οὐλοχύτας προβάλοντο,
3.448 αὐτίκα Νέστορος υἱὸς ὑπέρθυμος Θρασυμήδης
3.449 ἤλασεν ἄγχι στάς: πέλεκυς δ᾽ ἀπέκοψε τένοντας
3.450 αὐχενίους, λῦσεν δὲ βοὸς μένος. αἱ δ᾽ ὀλόλυξαν
3.451 θυγατέρες τε νυοί τε καὶ αἰδοίη παράκοιτις
3.452 Νέστορος, Εὐρυδίκη, πρέσβα Κλυμένοιο θυγατρῶν.
3.453 οἱ μὲν ἔπειτ᾽ ἀνελόντες ἀπὸ χθονὸς εὐρυοδείης
3.454 ἔσχον: ἀτὰρ σφάξεν Πεισίστρατος, ὄρχαμος ἀνδρῶν.
3.455 τῆς δ᾽ ἐπεὶ ἐκ μέλαν αἷμα ῥύη, λίπε δ᾽ ὀστέα θυμός,
3.456 αἶψ᾽ ἄρα μιν διέχευαν, ἄφαρ δ᾽ ἐκ μηρία τάμνον
3.457 πάντα κατὰ μοῖραν, κατά τε κνίσῃ ἐκάλυψαν
3.458 δίπτυχα ποιήσαντες, ἐπ᾽ αὐτῶν δ᾽ ὠμοθέτησαν.
3.459 καῖε δ᾽ ἐπὶ σχίζῃς ὁ γέρων, ἐπὶ δ᾽ αἴθοπα οἶνον
3.460 λεῖβε: νέοι δὲ παρ᾽ αὐτὸν ἔχον πεμπώβολα χερσίν.
3.461 αὐτὰρ ἐπεὶ κατὰ μῆρ᾽ ἐκάη καὶ σπλάγχνα πάσαντο,
3.462 μίστυλλόν τ᾽ ἄρα τἆλλα καὶ ἀμφ᾽ ὀβελοῖσιν ἔπειραν,
3.463 ὤπτων δ᾽ ἀκροπόρους ὀβελοὺς ἐν χερσὶν ἔχοντες.
3.464 τόφρα δὲ Τηλέμαχον λοῦσεν καλὴ Πολυκάστη,
3.465 Νέστορος ὁπλοτάτη θυγάτηρ Νηληϊάδαο.
3.466 αὐτὰρ ἐπεὶ λοῦσέν τε καὶ ἔχρισεν λίπ᾽ ἐλαίῳ,
3.467 ἀμφὶ δέ μιν φᾶρος καλὸν βάλεν ἠδὲ χιτῶνα,
3.468 ἔκ ῥ᾽ ἀσαμίνθου βῆ δέμας ἀθανάτοισιν ὁμοῖος:
3.469 πὰρ δ᾽ ὅ γε Νέστορ᾽ ἰὼν κατ᾽ ἄρ᾽ ἕζετο, ποιμένα λαῶν.
3.470 οἱ δ᾽ ἐπεὶ ὤπτησαν κρέ᾽ ὑπέρτερα καὶ ἐρύσαντο,
3.471 δαίνυνθ᾽ ἑζόμενοι: ἐπὶ δ᾽ ἀνέρες ἐσθλοὶ ὄροντο
3.472 οἶνον οἰνοχοεῦντες ἐνὶ χρυσέοις δεπάεσσιν.
3.473 αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
3.474 τοῖσι δὲ μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ:
3.475 παῖδες ἐμοί, ἄγε Τηλεμάχῳ καλλίτριχας ἵππους
3.476 ζεύξαθ᾽ ὑφ᾽ ἅρματ᾽ ἄγοντες, ἵνα πρήσσῃσιν ὁδοῖο.
3.477 ὣς ἔφαθ᾽, οἱ δ᾽ ἄρα τοῦ μάλα μὲν κλύον ἠδ᾽ ἐπίθοντο,
3.478 καρπαλίμως δ᾽ ἔζευξαν ὑφ᾽ ἅρμασιν ὠκέας ἵππους.
3.479 ἐν δὲ γυνὴ ταμίη σῖτον καὶ οἶνον ἔθηκεν
3.480 ὄψα τε, οἷα ἔδουσι διοτρεφέες βασιλῆες.
3.481 ἂν δ᾽ ἄρα Τηλέμαχος περικαλλέα βήσετο δίφρον:
3.482 πὰρ δ᾽ ἄρα Νεστορίδης Πεισίστρατος, ὄρχαμος ἀνδρῶν,
3.483 ἐς δίφρον τ᾽ ἀνέβαινε καὶ ἡνία λάζετο χερσί,
3.484 μάστιξεν δ᾽ ἐλάαν, τὼ δ᾽ οὐκ ἀέκοντε πετέσθην
3.485 ἐς πεδίον, λιπέτην δὲ Πύλου αἰπὺ πτολίεθρον.
3.486 οἱ δὲ πανημέριοι σεῖον ζυγὸν ἀμφὶς ἔχοντες.
3.487 δύσετό τ᾽ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί,
3.488 ἐς Φηρὰς δ᾽ ἵκοντο Διοκλῆος ποτὶ δῶμα,
3.489 υἱέος Ὀρτιλόχοιο, τὸν Ἀλφειὸς τέκε παῖδα.
3.490 ἔνθα δὲ νύκτ᾽ ἄεσαν, ὁ δὲ τοῖς πὰρ ξείνια θῆκεν.
3.491 ἦμος δ᾽ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
3.492 ἵππους τε ζεύγνυντ᾽ ἀνά θ᾽ ἅρματα ποικίλ᾽ ἔβαινον:
3.493 ἐκ δ᾽ ἔλασαν προθύροιο καὶ αἰθούσης ἐριδούπου:
3.494 μάστιξεν δ᾽ ἐλάαν, τὼ δ᾽ οὐκ ἀέκοντε πετέσθην.
3.495 ἷξον δ᾽ ἐς πεδίον πυρηφόρον, ἔνθα δ᾽ ἔπειτα
3.496 ἦνον ὁδόν: τοῖον γὰρ ὑπέκφερον ὠκέες ἵπποι.
3.497 δύσετό τ᾽ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί.
4.1 οἱ δ᾽ ἷξον κοίλην Λακεδαίμονα κητώεσσαν,
4.2 πρὸς δ᾽ ἄρα δώματ᾽ ἔλων Μενελάου κυδαλίμοιο.
4.3 τὸν δ᾽ εὗρον δαινύντα γάμον πολλοῖσιν ἔτῃσιν
4.4 υἱέος ἠδὲ θυγατρὸς ἀμύμονος ᾧ ἐνὶ οἴκῳ.
4.5 τὴν μὲν Ἀχιλλῆος ῥηξήνορος υἱέι πέμπεν:
4.6 ἐν Τροίῃ γὰρ πρῶτον ὑπέσχετο καὶ κατένευσε
4.7 δωσέμεναι, τοῖσιν δὲ θεοὶ γάμον ἐξετέλειον.
4.8 τὴν ἄρ᾽ ὅ γ᾽ ἔνθ᾽ ἵπποισι καὶ ἅρμασι πέμπε νέεσθαι
4.9 Μυρμιδόνων προτὶ ἄστυ περικλυτόν, οἷσιν ἄνασσεν.
4.10 υἱέι δὲ Σπάρτηθεν Ἀλέκτορος ἤγετο κούρην,
4.11 ὅς οἱ τηλύγετος γένετο κρατερὸς Μεγαπένθης
4.12 ἐκ δούλης: Ἑλένῃ δὲ θεοὶ γόνον οὐκέτ᾽ ἔφαινον,
4.13 ἐπεὶ δὴ τὸ πρῶτον ἐγείνατο παῖδ᾽ ἐρατεινήν,
4.14 Ἑρμιόνην, ἣ εἶδος ἔχε χρυσέης Ἀφροδίτης.
4.15 ὣς οἱ μὲν δαίνυντο καθ᾽ ὑψερεφὲς μέγα δῶμα
4.16 γείτονες ἠδὲ ἔται Μενελάου κυδαλίμοιο,
4.17 τερπόμενοι: μετὰ δέ σφιν ἐμέλπετο θεῖος ἀοιδὸς
4.18 φορμίζων, δοιὼ δὲ κυβιστητῆρε κατ᾽ αὐτούς,
4.19 μολπῆς ἐξάρχοντος, ἐδίνευον κατὰ μέσσους.
4.20 τὼ δ᾽ αὖτ᾽ ἐν προθύροισι δόμων αὐτώ τε καὶ ἵππω,
4.21 Τηλέμαχός θ᾽ ἥρως καὶ Νέστορος ἀγλαὸς υἱός,
4.22 στῆσαν: ὁ δὲ προμολὼν ἴδετο κρείων Ἐτεωνεύς,
4.23 ὀτρηρὸς θεράπων Μενελάου κυδαλίμοιο,
4.24 βῆ δ᾽ ἴμεν ἀγγελέων διὰ δώματα ποιμένι λαῶν,
4.25 ἀγχοῦ δ᾽ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα:
4.26 ξείνω δή τινε τώδε, διοτρεφὲς ὦ Μενέλαε,
4.27 ἄνδρε δύω, γενεῇ δὲ Διὸς μεγάλοιο ἔικτον.
4.28 ἀλλ᾽ εἴπ᾽, ἤ σφωιν καταλύσομεν ὠκέας ἵππους,
4.29 ἦ ἄλλον πέμπωμεν ἱκανέμεν, ὅς κε φιλήσῃ.
4.30 τὸν δὲ μέγ᾽ ὀχθήσας προσέφη ξανθὸς Μενέλαος:
4.31 οὐ μὲν νήπιος ἦσθα, Βοηθοΐδη Ἐτεωνεῦ,
4.32 τὸ πρίν: ἀτὰρ μὲν νῦν γε πάϊς ὣς νήπια βάζεις.
4.33 ἦ μὲν δὴ νῶι ξεινήια πολλὰ φαγόντε
4.34 ἄλλων ἀνθρώπων δεῦρ᾽ ἱκόμεθ᾽, αἴ κέ ποθι Ζεὺς
4.35 ἐξοπίσω περ παύσῃ ὀιζύος. ἀλλὰ λύ᾽ ἵππους
4.36 ξείνων, ἐς δ᾽ αὐτοὺς προτέρω ἄγε θοινηθῆναι.
4.37 ὣς φάθ᾽, ὁ δὲ μεγάροιο διέσσυτο, κέκλετο δ᾽ ἄλλους
4.38 ὀτρηροὺς θεράποντας ἅμα σπέσθαι ἑοῖ αὐτῷ.
4.39 οἱ δ᾽ ἵππους μὲν λῦσαν ὑπὸ ζυγοῦ ἱδρώοντας,
4.40 καὶ τοὺς μὲν κατέδησαν ἐφ᾽ ἱππείῃσι κάπῃσι,
4.41 πὰρ δ᾽ ἔβαλον ζειάς, ἀνὰ δὲ κρῖ λευκὸν ἔμιξαν,
4.42 ἅρματα δ᾽ ἔκλιναν πρὸς ἐνώπια παμφανόωντα,
4.43 αὐτοὺς δ᾽ εἰσῆγον θεῖον δόμον. οἱ δὲ ἰδόντες
4.44 θαύμαζον κατὰ δῶμα διοτρεφέος βασιλῆος:
4.45 ὥς τε γὰρ ἠελίου αἴγλη πέλεν ἠὲ σελήνης
4.46 δῶμα καθ᾽ ὑψερεφὲς Μενελάου κυδαλίμοιο.
4.47 αὐτὰρ ἐπεὶ τάρπησαν ὁρώμενοι ὀφθαλμοῖσιν,
4.48 ἔς ῥ᾽ ἀσαμίνθους βάντες ἐυξέστας λούσαντο.
4.49 τοὺς δ᾽ ἐπεὶ οὖν δμῳαὶ λοῦσαν καὶ χρῖσαν ἐλαίῳ,
4.50 ἀμφὶ δ᾽ ἄρα χλαίνας οὔλας βάλον ἠδὲ χιτῶνας,
4.51 ἔς ῥα θρόνους ἕζοντο παρ᾽ Ἀτρεΐδην Μενέλαον.
4.52 χέρνιβα δ᾽ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα
4.53 καλῇ χρυσείῃ ὑπὲρ ἀργυρέοιο λέβητος,
4.54 νίψασθαι: παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.
4.55 σῖτον δ᾽ αἰδοίη ταμίη παρέθηκε φέρουσα,
4.56 εἴδατα πόλλ᾽ ἐπιθεῖσα, χαριζομένη παρεόντων.
4.57 δαιτρὸς δὲ κρειῶν πίνακας παρέθηκεν ἀείρας
4.58 παντοίων, παρὰ δέ σφι τίθει χρύσεια κύπελλα.
4.59 τὼ καὶ δεικνύμενος προσέφη ξανθὸς Μενέλαος:
4.60 σίτου θ᾽ ἅπτεσθον καὶ χαίρετον. αὐτὰρ ἔπειτα
4.61 δείπνου πασσαμένω εἰρησόμεθ᾽, οἵ τινές ἐστον
4.62 ἀνδρῶν: οὐ γὰρ σφῷν γε γένος ἀπόλωλε τοκήων,
4.63 ἀλλ᾽ ἀνδρῶν γένος ἐστὲ διοτρεφέων βασιλήων
4.64 σκηπτούχων, ἐπεὶ οὔ κε κακοὶ τοιούσδε τέκοιεν.
4.65 ὣς φάτο, καί σφιν νῶτα βοὸς παρὰ πίονα θῆκεν
4.66 ὄπτ᾽ ἐν χερσὶν ἑλών, τά ῥά οἱ γέρα πάρθεσαν αὐτῷ.
4.67 οἱ δ᾽ ἐπ᾽ ὀνείαθ᾽ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
4.68 αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
4.69 δὴ τότε Τηλέμαχος προσεφώνεε Νέστορος υἱόν,
4.70 ἄγχι σχὼν κεφαλήν, ἵνα μὴ πευθοίαθ᾽ οἱ ἄλλοι:
4.71 φράζεο, Νεστορίδη, τῷ ἐμῷ κεχαρισμένε θυμῷ,
4.72 χαλκοῦ τε στεροπὴν κὰδ δώματα ἠχήεντα
4.73 χρυσοῦ τ᾽ ἠλέκτρου τε καὶ ἀργύρου ἠδ᾽ ἐλέφαντος.
4.74 Ζηνός που τοιήδε γ᾽ Ὀλυμπίου ἔνδοθεν αὐλή,
4.75 ὅσσα τάδ᾽ ἄσπετα πολλά: σέβας μ᾽ ἔχει εἰσορόωντα.
4.76 τοῦ δ᾽ ἀγορεύοντος ξύνετο ξανθὸς Μενέλαος,
4.77 καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα:
4.78 τέκνα φίλ᾽, ἦ τοι Ζηνὶ βροτῶν οὐκ ἄν τις ἐρίζοι:
4.79 ἀθάνατοι γὰρ τοῦ γε δόμοι καὶ κτήματ᾽ ἔασιν:
4.80 ἀνδρῶν δ᾽ ἤ κέν τίς μοι ἐρίσσεται, ἠὲ καὶ οὐκί,
4.81 κτήμασιν. ἦ γὰρ πολλὰ παθὼν καὶ πόλλ᾽ ἐπαληθεὶς
4.82 ἠγαγόμην ἐν νηυσὶ καὶ ὀγδοάτῳ ἔτει ἦλθον,
4.83 Κύπρον Φοινίκην τε καὶ Αἰγυπτίους ἐπαληθείς,
4.84 Αἰθίοπάς θ᾽ ἱκόμην καὶ Σιδονίους καὶ Ἐρεμβοὺς
4.85 καὶ Λιβύην, ἵνα τ᾽ ἄρνες ἄφαρ κεραοὶ τελέθουσι.
4.86 τρὶς γὰρ τίκτει μῆλα τελεσφόρον εἰς ἐνιαυτόν.
4.87 ἔνθα μὲν οὔτε ἄναξ ἐπιδευὴς οὔτε τι ποιμὴν
4.88 τυροῦ καὶ κρειῶν οὐδὲ γλυκεροῖο γάλακτος,
4.89 ἀλλ᾽ αἰεὶ παρέχουσιν ἐπηετανὸν γάλα θῆσθαι.
4.90 ἧος ἐγὼ περὶ κεῖνα πολὺν βίοτον συναγείρων
4.91 ἠλώμην, τῆός μοι ἀδελφεὸν ἄλλος ἔπεφνεν
4.92 λάθρῃ, ἀνωιστί, δόλῳ οὐλομένης ἀλόχοιο:
4.93 ὣς οὔ τοι χαίρων τοῖσδε κτεάτεσσιν ἀνάσσω.
4.94 καὶ πατέρων τάδε μέλλετ᾽ ἀκουέμεν, οἵ τινες ὑμῖν
4.95 εἰσίν, ἐπεὶ μάλα πολλὰ πάθον, καὶ ἀπώλεσα οἶκον
4.96 εὖ μάλα ναιετάοντα, κεχανδότα πολλὰ καὶ ἐσθλά.
4.97 ὧν ὄφελον τριτάτην περ ἔχων ἐν δώμασι μοῖραν
4.98 ναίειν, οἱ δ᾽ ἄνδρες σόοι ἔμμεναι, οἳ τότ᾽ ὄλοντο
4.99 Τροίῃ ἐν εὐρείῃ ἑκὰς Ἄργεος ἱπποβότοιο.
4.100 ἀλλ᾽ ἔμπης πάντας μὲν ὀδυρόμενος καὶ ἀχεύων
4.101 πολλάκις ἐν μεγάροισι καθήμενος ἡμετέροισιν
4.102 ἄλλοτε μέν τε γόῳ φρένα τέρπομαι, ἄλλοτε δ᾽ αὖτε
4.103 παύομαι: αἰψηρὸς δὲ κόρος κρυεροῖο γόοιο.
4.104 τῶν πάντων οὐ τόσσον ὀδύρομαι, ἀχνύμενός περ,
4.105 ὡς ἑνός, ὅς τέ μοι ὕπνον ἀπεχθαίρει καὶ ἐδωδὴν
4.106 μνωομένῳ, ἐπεὶ οὔ τις Ἀχαιῶν τόσσ᾽ ἐμόγησεν,
4.107 ὅσσ᾽ Ὀδυσεὺς ἐμόγησε καὶ ἤρατο. τῷ δ᾽ ἄρ᾽ ἔμελλεν
4.108 αὐτῷ κήδε᾽ ἔσεσθαι, ἐμοὶ δ᾽ ἄχος αἰὲν ἄλαστον
4.109 κείνου, ὅπως δὴ δηρὸν ἀποίχεται, οὐδέ τι ἴδμεν,
4.110 ζώει ὅ γ᾽ ἦ τέθνηκεν. ὀδύρονταί νύ που αὐτὸν
4.111 Λαέρτης θ᾽ ὁ γέρων καὶ ἐχέφρων Πηνελόπεια
4.112 Τηλέμαχός θ᾽, ὃν ἔλειπε νέον γεγαῶτ᾽ ἐνὶ οἴκῳ.
4.113 ὣς φάτο, τῷ δ᾽ ἄρα πατρὸς ὑφ᾽ ἵμερον ὦρσε γόοιο.
4.114 δάκρυ δ᾽ ἀπὸ βλεφάρων χαμάδις βάλε πατρὸς ἀκούσας,
4.115 χλαῖναν πορφυρέην ἄντ᾽ ὀφθαλμοῖιν ἀνασχὼν
4.116 ἀμφοτέρῃσιν χερσί. νόησε δέ μιν Μενέλαος,
4.117 μερμήριξε δ᾽ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμόν,
4.118 ἠέ μιν αὐτὸν πατρὸς ἐάσειε μνησθῆναι
4.119 ἦ πρῶτ᾽ ἐξερέοιτο ἕκαστά τε πειρήσαιτο.
4.120 ἧος ὁ ταῦθ᾽ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,
4.121 ἐκ δ᾽ Ἑλένη θαλάμοιο θυώδεος ὑψορόφοιο
4.122 ἤλυθεν Ἀρτέμιδι χρυσηλακάτῳ ἐικυῖα.
4.123 τῇ δ᾽ ἄρ᾽ ἅμ᾽ Ἀδρήστη κλισίην εὔτυκτον ἔθηκεν,
4.124 Ἀλκίππη δὲ τάπητα φέρεν μαλακοῦ ἐρίοιο,
4.125 Φυλὼ δ᾽ ἀργύρεον τάλαρον φέρε, τόν οἱ ἔθηκεν
4.126 Ἀλκάνδρη, Πολύβοιο δάμαρ, ὃς ἔναι᾽ ἐνὶ Θήβῃς
4.127 Αἰγυπτίῃς, ὅθι πλεῖστα δόμοις ἐν κτήματα κεῖται:
4.128 ὃς Μενελάῳ δῶκε δύ᾽ ἀργυρέας ἀσαμίνθους,
4.129 δοιοὺς δὲ τρίποδας, δέκα δὲ χρυσοῖο τάλαντα.
4.130 χωρὶς δ᾽ αὖθ᾽ Ἑλένῃ ἄλοχος πόρε κάλλιμα δῶρα:
4.131 χρυσέην τ᾽ ἠλακάτην τάλαρόν θ᾽ ὑπόκυκλον ὄπασσεν
4.132 ἀργύρεον, χρυσῷ δ᾽ ἐπὶ χείλεα κεκράαντο.
4.133 τόν ῥά οἱ ἀμφίπολος Φυλὼ παρέθηκε φέρουσα
4.134 νήματος ἀσκητοῖο βεβυσμένον: αὐτὰρ ἐπ᾽ αὐτῷ
4.135 ἠλακάτη τετάνυστο ἰοδνεφὲς εἶρος ἔχουσα.
4.136 ἕζετο δ᾽ ἐν κλισμῷ, ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν.
4.137 αὐτίκα δ᾽ ἥ γ᾽ ἐπέεσσι πόσιν ἐρέεινεν ἕκαστα:
4.138 ἴδμεν δή, Μενέλαε διοτρεφές, οἵ τινες οἵδε
4.139 ἀνδρῶν εὐχετόωνται ἱκανέμεν ἡμέτερον δῶ;
4.140 ψεύσομαι ἦ ἔτυμον ἐρέω; κέλεται δέ με θυμός.
4.141 οὐ γάρ πώ τινά φημι ἐοικότα ὧδε ἰδέσθαι
4.142 οὔτ᾽ ἄνδρ᾽ οὔτε γυναῖκα, σέβας μ᾽ ἔχει εἰσορόωσαν,
4.143 ὡς ὅδ᾽ Ὀδυσσῆος μεγαλήτορος υἷι ἔοικε,
4.144 Τηλεμάχῳ, τὸν ἔλειπε νέον γεγαῶτ᾽ ἐνὶ οἴκῳ
4.145 κεῖνος ἀνήρ, ὅτ᾽ ἐμεῖο κυνώπιδος εἵνεκ᾽ Ἀχαιοὶ
4.146 ἤλθεθ᾽ ὑπὸ Τροίην πόλεμον θρασὺν ὁρμαίνοντες.
4.147 τὴν δ᾽ ἀπαμειβόμενος προσέφη ξανθὸς Μενέλαος:
4.148 οὕτω νῦν καὶ ἐγὼ νοέω, γύναι, ὡς σὺ ἐίσκεις:
4.149 κείνου γὰρ τοιοίδε πόδες τοιαίδε τε χεῖρες
4.150 ὀφθαλμῶν τε βολαὶ κεφαλή τ᾽ ἐφύπερθέ τε χαῖται.
4.151 καὶ νῦν ἦ τοι ἐγὼ μεμνημένος ἀμφ᾽ Ὀδυσῆι
4.152 μυθεόμην, ὅσα κεῖνος ὀιζύσας ἐμόγησεν
4.153 ἀμφ᾽ ἐμοί, αὐτὰρ ὁ πικρὸν ὑπ᾽ ὀφρύσι δάκρυον εἶβε,
4.154 χλαῖναν πορφυρέην ἄντ᾽ ὀφθαλμοῖιν ἀνασχών.
4.155 τὸν δ᾽ αὖ Νεστορίδης Πεισίστρατος ἀντίον ηὔδα:
4.156 Ἀτρεΐδη Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν,
4.157 κείνου μέν τοι ὅδ᾽ υἱὸς ἐτήτυμον, ὡς ἀγορεύεις:
4.158 ἀλλὰ σαόφρων ἐστί, νεμεσσᾶται δ᾽ ἐνὶ θυμῷ
4.159 ὧδ᾽ ἐλθὼν τὸ πρῶτον ἐπεσβολίας ἀναφαίνειν
4.160 ἄντα σέθεν, τοῦ νῶι θεοῦ ὣς τερπόμεθ᾽ αὐδῇ.
4.161 αὐτὰρ ἐμὲ προέηκε Γερήνιος ἱππότα Νέστωρ
4.162 τῷ ἅμα πομπὸν ἕπεσθαι: ἐέλδετο γάρ σε ἰδέσθαι,
4.163 ὄφρα οἱ ἤ τι ἔπος ὑποθήσεαι ἠέ τι ἔργον.
4.164 πολλὰ γὰρ ἄλγε᾽ ἔχει πατρὸς πάϊς οἰχομένοιο
4.165 ἐν μεγάροις, ᾧ μὴ ἄλλοι ἀοσσητῆρες ἔωσιν,
4.166 ὡς νῦν Τηλεμάχῳ ὁ μὲν οἴχεται, οὐδέ οἱ ἄλλοι
4.167 εἴσ᾽ οἵ κεν κατὰ δῆμον ἀλάλκοιεν κακότητα.
4.168 τὸν δ᾽ ἀπαμειβόμενος προσέφη ξανθὸς Μενέλαος:
4.169 ὢ πόποι, ἦ μάλα δὴ φίλου ἀνέρος υἱὸς ἐμὸν δῶ
4.170 ἵκεθ᾽, ὃς εἵνεκ᾽ ἐμεῖο πολέας ἐμόγησεν ἀέθλους:
4.171 καί μιν ἔφην ἐλθόντα φιλησέμεν ἔξοχον ἄλλων
4.172 Ἀργείων, εἰ νῶιν ὑπεὶρ ἅλα νόστον ἔδωκε
4.173 νηυσὶ θοῇσι γενέσθαι Ὀλύμπιος εὐρύοπα Ζεύς.
4.174 καί κέ οἱ Ἄργεϊ νάσσα πόλιν καὶ δώματ᾽ ἔτευξα,
4.175 ἐξ Ἰθάκης ἀγαγὼν σὺν κτήμασι καὶ τέκεϊ ᾧ
4.176 καὶ πᾶσιν λαοῖσι, μίαν πόλιν ἐξαλαπάξας,
4.177 αἳ περιναιετάουσιν, ἀνάσσονται δ᾽ ἐμοὶ αὐτῷ.
4.178 καί κε θάμ᾽ ἐνθάδ᾽ ἐόντες ἐμισγόμεθ᾽: οὐδέ κεν ἡμέας
4.179 ἄλλο διέκρινεν φιλέοντέ τε τερπομένω τε,
4.180 πρίν γ᾽ ὅτε δὴ θανάτοιο μέλαν νέφος ἀμφεκάλυψεν.
4.181 ἀλλὰ τὰ μέν που μέλλεν ἀγάσσεσθαι θεὸς αὐτός,
4.182 ὃς κεῖνον δύστηνον ἀνόστιμον οἶον ἔθηκεν.
4.183 ὣς φάτο, τοῖσι δὲ πᾶσιν ὑφ᾽ ἵμερον ὦρσε γόοιο.
4.184 κλαῖε μὲν Ἀργείη Ἑλένη, Διὸς ἐκγεγαυῖα,
4.185 κλαῖε δὲ Τηλέμαχός τε καὶ Ἀτρεΐδης Μενέλαος,
4.186 οὐδ᾽ ἄρα Νέστορος υἱὸς ἀδακρύτω ἔχεν ὄσσε:
4.187 μνήσατο γὰρ κατὰ θυμὸν ἀμύμονος Ἀντιλόχοιο,
4.188 τόν ῥ᾽ Ἠοῦς ἔκτεινε φαεινῆς ἀγλαὸς υἱός:
4.189 τοῦ ὅ γ᾽ ἐπιμνησθεὶς ἔπεα πτερόεντ᾽ ἀγόρευεν:
4.190 Ἀτρεΐδη, περὶ μέν σε βροτῶν πεπνυμένον εἶναι
4.191 Νέστωρ φάσχ᾽ ὁ γέρων, ὅτ᾽ ἐπιμνησαίμεθα σεῖο
4.192 οἷσιν ἐνὶ μεγάροισι, καὶ ἀλλήλους ἐρέοιμεν.
4.193 καὶ νῦν, εἴ τί που ἔστι, πίθοιό μοι: οὐ γὰρ ἐγώ γε
4.194 τέρπομ᾽ ὀδυρόμενος μεταδόρπιος, ἀλλὰ καὶ ἠὼς
4.195 ἔσσεται ἠριγένεια: νεμεσσῶμαί γε μὲν οὐδὲν
4.196 κλαίειν ὅς κε θάνῃσι βροτῶν καὶ πότμον ἐπίσπῃ.
4.197 τοῦτό νυ καὶ γέρας οἶον ὀιζυροῖσι βροτοῖσιν,
4.198 κείρασθαί τε κόμην βαλέειν τ᾽ ἀπὸ δάκρυ παρειῶν.
4.199 καὶ γὰρ ἐμὸς τέθνηκεν ἀδελφεός, οὔ τι κάκιστος
4.200 Ἀργείων: μέλλεις δὲ σὺ ἴδμεναι: οὐ γὰρ ἐγώ γε
4.201 ἤντησ᾽ οὐδὲ ἴδον: περὶ δ᾽ ἄλλων φασὶ γενέσθαι
4.202 Ἀντίλοχον, πέρι μὲν θείειν ταχὺν ἠδὲ μαχητήν.
4.203 τὸν δ᾽ ἀπαμειβόμενος προσέφη ξανθὸς Μενέλαος:
4.204 ὦ φίλ᾽, ἐπεὶ τόσα εἶπες, ὅσ᾽ ἂν πεπνυμένος ἀνὴρ
4.205 εἴποι καὶ ῥέξειε, καὶ ὃς προγενέστερος εἴη:
4.206 τοίου γὰρ καὶ πατρός, ὃ καὶ πεπνυμένα βάζεις,
4.207 ῥεῖα δ᾽ ἀρίγνωτος γόνος ἀνέρος ᾧ τε Κρονίων
4.208 ὄλβον ἐπικλώσῃ γαμέοντί τε γεινομένῳ τε,
4.209 ὡς νῦν Νέστορι δῶκε διαμπερὲς ἤματα πάντα
4.210 αὐτὸν μὲν λιπαρῶς γηρασκέμεν ἐν μεγάροισιν,
4.211 υἱέας αὖ πινυτούς τε καὶ ἔγχεσιν εἶναι ἀρίστους.
4.212 ἡμεῖς δὲ κλαυθμὸν μὲν ἐάσομεν, ὃς πρὶν ἐτύχθη,
4.213 δόρπου δ᾽ ἐξαῦτις μνησώμεθα, χερσὶ δ᾽ ἐφ᾽ ὕδωρ
4.214 χευάντων. μῦθοι δὲ καὶ ἠῶθέν περ ἔσονται
4.215 Τηλεμάχῳ καὶ ἐμοὶ διαειπέμεν ἀλλήλοισιν.
4.216 ὣς ἔφατ᾽, Ἀσφαλίων δ᾽ ἄρ ὕδωρ ἐπὶ χεῖρας ἔχευεν,
4.217 ὀτρηρὸς θεράπων Μενελάου κυδαλίμοιο.
4.218 οἱ δ᾽ ἐπ᾽ ὀνείαθ᾽ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
4.219 ἔνθ᾽ αὖτ᾽ ἄλλ᾽ ἐνόησ᾽ Ἑλένη Διὸς ἐκγεγαυῖα:
4.220 αὐτίκ᾽ ἄρ᾽ εἰς οἶνον βάλε φάρμακον, ἔνθεν ἔπινον,
4.221 νηπενθές τ᾽ ἄχολόν τε, κακῶν ἐπίληθον ἁπάντων.
4.222 ὃς τὸ καταβρόξειεν, ἐπὴν κρητῆρι μιγείη,
4.223 οὔ κεν ἐφημέριός γε βάλοι κατὰ δάκρυ παρειῶν,
4.224 οὐδ᾽ εἴ οἱ κατατεθναίη μήτηρ τε πατήρ τε,
4.225 οὐδ᾽ εἴ οἱ προπάροιθεν ἀδελφεὸν ἢ φίλον υἱὸν
4.226 χαλκῷ δηιόῳεν, ὁ δ᾽ ὀφθαλμοῖσιν ὁρῷτο.
4.227 τοῖα Διὸς θυγάτηρ ἔχε φάρμακα μητιόεντα,
4.228 ἐσθλά, τά οἱ Πολύδαμνα πόρεν, Θῶνος παράκοιτις
4.229 Αἰγυπτίη, τῇ πλεῖστα φέρει ζείδωρος ἄρουρα
4.230 φάρμακα, πολλὰ μὲν ἐσθλὰ μεμιγμένα πολλὰ δὲ λυγρά:
4.231 ἰητρὸς δὲ ἕκαστος ἐπιστάμενος περὶ πάντων
4.232 ἀνθρώπων: ἦ γὰρ Παιήονός εἰσι γενέθλης.
4.233 αὐτὰρ ἐπεί ῥ᾽ ἐνέηκε κέλευσέ τε οἰνοχοῆσαι,
4.234 ἐξαῦτις μύθοισιν ἀμειβομένη προσέειπεν:
4.235 Ἀτρεΐδη Μενέλαε διοτρεφὲς ἠδὲ καὶ οἵδε
4.236 ἀνδρῶν ἐσθλῶν παῖδες: ἀτὰρ θεὸς ἄλλοτε ἄλλῳ
4.237 Ζεὺς ἀγαθόν τε κακόν τε διδοῖ: δύναται γὰρ ἅπαντα:
4.238 ἦ τοι νῦν δαίνυσθε καθήμενοι ἐν μεγάροισι
4.239 καὶ μύθοις τέρπεσθε: ἐοικότα γὰρ καταλέξω.
4.240 πάντα μὲν οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδ᾽ ὀνομήνω,
4.241 ὅσσοι Ὀδυσσῆος ταλασίφρονός εἰσιν ἄεθλοι:
4.242 ἀλλ᾽ οἷον τόδ᾽ ἔρεξε καὶ ἔτλη καρτερὸς ἀνὴρ
4.243 δήμῳ ἔνι Τρώων, ὅθι πάσχετε πήματ᾽ Ἀχαιοί.
4.244 αὐτόν μιν πληγῇσιν ἀεικελίῃσι δαμάσσας,
4.245 σπεῖρα κάκ᾽ ἀμφ᾽ ὤμοισι βαλών, οἰκῆι ἐοικώς,
4.246 ἀνδρῶν δυσμενέων κατέδυ πόλιν εὐρυάγυιαν:
4.247 ἄλλῳ δ᾽ αὐτὸν φωτὶ κατακρύπτων ἤισκε,
4.248 δέκτῃ, ὃς οὐδὲν τοῖος ἔην ἐπὶ νηυσὶν Ἀχαιῶν.
4.249 τῷ ἴκελος κατέδυ Τρώων πόλιν, οἱ δ᾽ ἀβάκησαν
4.250 πάντες: ἐγὼ δέ μιν οἴη ἀνέγνων τοῖον ἐόντα,
4.251 καί μιν ἀνηρώτων: ὁ δὲ κερδοσύνῃ ἀλέεινεν.
4.252 ἀλλ᾽ ὅτε δή μιν ἐγὼ λόεον καὶ χρῖον ἐλαίῳ,
4.253 ἀμφὶ δὲ εἵματα ἕσσα καὶ ὤμοσα καρτερὸν ὅρκον
4.254 μὴ μὲν πρὶν Ὀδυσῆα μετὰ Τρώεσσ᾽ ἀναφῆναι,
4.255 πρίν γε τὸν ἐς νῆάς τε θοὰς κλισίας τ᾽ ἀφικέσθαι,
4.256 καὶ τότε δή μοι πάντα νόον κατέλεξεν Ἀχαιῶν.
4.257 πολλοὺς δὲ Τρώων κτείνας ταναήκεϊ χαλκῷ
4.258 ἦλθε μετ᾽ Ἀργείους, κατὰ δὲ φρόνιν ἤγαγε πολλήν.
4.259 ἔνθ᾽ ἄλλαι Τρῳαὶ λίγ᾽ ἐκώκυον: αὐτὰρ ἐμὸν κῆρ
4.260 χαῖρ᾽, ἐπεὶ ἤδη μοι κραδίη τέτραπτο νέεσθαι
4.261 ἂψ οἶκόνδ᾽, ἄτην δὲ μετέστενον, ἣν Ἀφροδίτη
4.262 δῶχ᾽, ὅτε μ᾽ ἤγαγε κεῖσε φίλης ἀπὸ πατρίδος αἴης,
4.263 παῖδά τ᾽ ἐμὴν νοσφισσαμένην θάλαμόν τε πόσιν τε
4.264 οὔ τευ δευόμενον, οὔτ᾽ ἂρ φρένας οὔτε τι εἶδος.
4.265 τὴν δ᾽ ἀπαμειβόμενος προσέφη ξανθὸς Μενέλαος:
4.266 ναὶ δὴ ταῦτά γε πάντα, γύναι, κατὰ μοῖραν ἔειπες.
4.267 ἤδη μὲν πολέων ἐδάην βουλήν τε νόον τε
4.268 ἀνδρῶν ἡρώων, πολλὴν δ᾽ ἐπελήλυθα γαῖαν:
4.269 ἀλλ᾽ οὔ πω τοιοῦτον ἐγὼν ἴδον ὀφθαλμοῖσιν,
4.270 οἷν Ὀδυσσῆος ταλασίφρονος ἔσκε φίλον κῆρ.
4.271 οἷον καὶ τόδ᾽ ἔρεξε καὶ ἔτλη καρτερὸς ἀνὴρ
4.272 ἵππῳ ἔνι ξεστῷ, ἵν᾽ ἐνήμεθα πάντες ἄριστοι
4.273 Ἀργείων Τρώεσσι φόνον καὶ κῆρα φέροντες.
4.274 ἦλθες ἔπειτα σὺ κεῖσε: κελευσέμεναι δέ σ᾽ ἔμελλε
4.275 δαίμων, ὃς Τρώεσσιν ἐβούλετο κῦδος ὀρέξαι:
4.276 καί τοι Δηΐφοβος θεοείκελος ἕσπετ᾽ ἰούσῃ.
4.277 τρὶς δὲ περίστειξας κοῖλον λόχον ἀμφαφόωσα,
4.278 ἐκ δ᾽ ὀνομακλήδην Δαναῶν ὀνόμαζες ἀρίστους,
4.279 πάντων Ἀργείων φωνὴν ἴσκουσ᾽ ἀλόχοισιν.
4.280 αὐτὰρ ἐγὼ καὶ Τυδεΐδης καὶ δῖος Ὀδυσσεὺς
4.281 ἥμενοι ἐν μέσσοισιν ἀκούσαμεν ὡς ἐβόησας.
4.282 νῶι μὲν ἀμφοτέρω μενεήναμεν ὁρμηθέντε
4.283 ἢ ἐξελθέμεναι, ἢ ἔνδοθεν αἶψ᾽ ὑπακοῦσαι:
4.284 ἀλλ᾽ Ὀδυσεὺς κατέρυκε καὶ ἔσχεθεν ἱεμένω περ.
4.285 ἔνθ᾽ ἄλλοι μὲν πάντες ἀκὴν ἔσαν υἷες Ἀχαιῶν,
4.286 Ἄντικλος δὲ σέ γ᾽ οἶος ἀμείψασθαι ἐπέεσσιν
4.287 ἤθελεν. ἀλλ᾽ Ὀδυσεὺς ἐπὶ μάστακα χερσὶ πίεζεν
4.288 νωλεμέως κρατερῇσι, σάωσε δὲ πάντας Ἀχαιούς:
4.289 τόφρα δ᾽ ἔχ᾽, ὄφρα σε νόσφιν ἀπήγαγε Παλλὰς Ἀθήνη.
4.290 τὸν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα:
4.291 Ἀτρεΐδη Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν,
4.292 ἄλγιον: οὐ γάρ οἵ τι τάδ᾽ ἤρκεσε λυγρὸν ὄλεθρον,
4.293 οὐδ᾽ εἴ οἱ κραδίη γε σιδηρέη ἔνδοθεν ἦεν.
4.294 ἀλλ᾽ ἄγετ᾽ εἰς εὐνὴν τράπεθ᾽ ἡμέας, ὄφρα καὶ ἤδη
4.295 ὕπνῳ ὕπο γλυκερῷ ταρπώμεθα κοιμηθέντες.
4.296 ὣς ἔφατ᾽, Ἀργείη δ᾽ Ἑλένη δμῳῇσι κέλευσεν
4.297 δέμνι᾽ ὑπ᾽ αἰθούσῃ θέμεναι καὶ ῥήγεα καλὰ
4.298 πορφύρε᾽ ἐμβαλέειν στορέσαι τ᾽ ἐφύπερθε τάπητας,
4.299 χλαίνας τ᾽ ἐνθέμεναι οὔλας καθύπερθεν ἕσασθαι.
4.300 αἱ δ᾽ ἴσαν ἐκ μεγάροιο δάος μετὰ χερσὶν ἔχουσαι,
4.301 δέμνια δὲ στόρεσαν: ἐκ δὲ ξείνους ἄγε κῆρυξ.
4.302 οἱ μὲν ἄρ᾽ ἐν προδόμῳ δόμου αὐτόθι κοιμήσαντο,
4.303 Τηλέμαχός θ᾽ ἥρως καὶ Νέστορος ἀγλαὸς υἱός:
4.304 Ἀτρεΐδης δὲ καθεῦδε μυχῷ δόμου ὑψηλοῖο,
4.305 πὰρ δ᾽ Ἑλένη τανύπεπλος ἐλέξατο, δῖα γυναικῶν.
4.306 ἦμος δ᾽ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
4.307 ὤρνυτ᾽ ἄρ᾽ ἐξ εὐνῆφι βοὴν ἀγαθὸς Μενέλαος
4.308 εἵματα ἑσσάμενος, περὶ δὲ ξίφος ὀξὺ θέτ᾽ ὤμῳ,
4.309 ποσσὶ δ᾽ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα,
4.310 βῆ δ᾽ ἴμεν ἐκ θαλάμοιο θεῷ ἐναλίγκιος ἄντην,
4.311 Τηλεμάχῳ δὲ παρῖζεν, ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζεν:
4.312 τίπτε δέ σε χρειὼ δεῦρ᾽ ἤγαγε, Τηλέμαχ᾽ ἥρως,
4.313 ἐς Λακεδαίμονα δῖαν, ἐπ᾽ εὐρέα νῶτα θαλάσσης;
4.314 δήμιον ἦ ἴδιον; τόδε μοι νημερτὲς ἐνίσπες.
4.315 τὸν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα:
4.316 Ἀτρεΐδη Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν,
4.317 ἤλυθον, εἴ τινά μοι κληηδόνα πατρὸς ἐνίσποις.
4.318 ἐσθίεταί μοι οἶκος, ὄλωλε δὲ πίονα ἔργα,
4.319 δυσμενέων δ᾽ ἀνδρῶν πλεῖος δόμος, οἵ τέ μοι αἰεὶ
4.320 μῆλ᾽ ἁδινὰ σφάζουσι καὶ εἰλίποδας ἕλικας βοῦς,
4.321 μητρὸς ἐμῆς μνηστῆρες ὑπέρβιον ὕβριν ἔχοντες.
4.322 τοὔνεκα νῦν τὰ σὰ γούναθ᾽ ἱκάνομαι, αἴ κ᾽ ἐθέλῃσθα
4.323 κείνου λυγρὸν ὄλεθρον ἐνισπεῖν, εἴ που ὄπωπας
4.324 ὀφθαλμοῖσι τεοῖσιν ἢ ἄλλου μῦθον ἄκουσας
4.325 πλαζομένου: περὶ γάρ μιν ὀιζυρὸν τέκε μήτηρ.
4.326 μηδέ τί μ᾽ αἰδόμενος μειλίσσεο μηδ᾽ ἐλεαίρων,
4.327 ἀλλ᾽ εὖ μοι κατάλεξον ὅπως ἤντησας ὀπωπῆς.
4.328 λίσσομαι, εἴ ποτέ τοί τι πατὴρ ἐμός, ἐσθλὸς Ὀδυσσεὺς
4.329 ἢ ἔπος ἠέ τι ἔργον ὑποστὰς ἐξετέλεσσε
4.330 δήμῳ ἔνι Τρώων, ὅθι πάσχετε πήματ᾽ Ἀχαιοί,
4.331 τῶν νῦν μοι μνῆσαι, καί μοι νημερτὲς ἐνίσπες.
4.332 τὸν δὲ μέγ᾽ ὀχθήσας προσέθη ξανθὸς Μενέλαος:
4.333 ὢ πόποι, ἦ μάλα δὴ κρατερόφρονος ἀνδρὸς ἐν εὐνῇ
4.334 ἤθελον εὐνηθῆναι ἀνάλκιδες αὐτοὶ ἐόντες.
4.335 ὡς δ᾽ ὁπότ᾽ ἐν ξυλόχῳ ἔλαφος κρατεροῖο λέοντος
4.336 νεβροὺς κοιμήσασα νεηγενέας γαλαθηνοὺς
4.337 κνημοὺς ἐξερέῃσι καὶ ἄγκεα ποιήεντα
4.338 βοσκομένη, ὁ δ᾽ ἔπειτα ἑὴν εἰσήλυθεν εὐνήν,
4.339 ἀμφοτέροισι δὲ τοῖσιν ἀεικέα πότμον ἐφῆκεν,
4.340 ὣς Ὀδυσεὺς κείνοισιν ἀεικέα πότμον ἐφήσει.
4.341 αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,
4.342 τοῖος ἐών, οἷός ποτ᾽ ἐυκτιμένῃ ἐνὶ Λέσβῳ
4.343 ἐξ ἔριδος Φιλομηλεΐδῃ ἐπάλαισεν ἀναστάς,
4.344 κὰδ δ᾽ ἔβαλε κρατερῶς, κεχάροντο δὲ πάντες Ἀχαιοί,
4.345 τοῖος ἐὼν μνηστῆρσιν ὁμιλήσειεν Ὀδυσσεύς:
4.346 πάντες κ᾽ ὠκύμοροί τε γενοίατο πικρόγαμοί τε.
4.347 ταῦτα δ᾽ ἅ μ᾽ εἰρωτᾷς καὶ λίσσεαι, οὐκ ἂν ἐγώ γε
4.348 ἄλλα παρὲξ εἴποιμι παρακλιδόν, οὐδ᾽ ἀπατήσω,
4.349 ἀλλὰ τὰ μέν μοι ἔειπε γέρων ἅλιος νημερτής,
4.350 τῶν οὐδέν τοι ἐγὼ κρύψω ἔπος οὐδ᾽ ἐπικεύσω.
4.351 Αἰγύπτῳ μ᾽ ἔτι δεῦρο θεοὶ μεμαῶτα νέεσθαι
4.352 ἔσχον, ἐπεὶ οὔ σφιν ἔρεξα τεληέσσας ἑκατόμβας.
4.353 οἱ δ᾽ αἰεὶ βούλοντο θεοὶ μεμνῆσθαι ἐφετμέων.
4.354 νῆσος ἔπειτά τις ἔστι πολυκλύστῳ ἐνὶ πόντῳ
4.355 Αἰγύπτου προπάροιθε, Φάρον δέ ἑ κικλήσκουσι,
4.356 τόσσον ἄνευθ᾽ ὅσσον τε πανημερίη γλαφυρὴ νηῦς
4.357 ἤνυσεν, ᾗ λιγὺς οὖρος ἐπιπνείῃσιν ὄπισθεν:
4.358 ἐν δὲ λιμὴν ἐύορμος, ὅθεν τ᾽ ἀπὸ νῆας ἐίσας
4.359 ἐς πόντον βάλλουσιν, ἀφυσσάμενοι μέλαν ὕδωρ.
4.360 ἔνθα μ᾽ ἐείκοσιν ἤματ᾽ ἔχον θεοί, οὐδέ ποτ᾽ οὖροι
4.361 πνείοντες φαίνονθ᾽ ἁλιαέες, οἵ ῥά τε νηῶν
4.362 πομπῆες γίγνονται ἐπ᾽ εὐρέα νῶτα θαλάσσης.
4.363 καί νύ κεν ἤια πάντα κατέφθιτο καὶ μένε᾽ ἀνδρῶν,
4.364 εἰ μή τίς με θεῶν ὀλοφύρατο καί μ᾽ ἐσάωσε,
4.365 Πρωτέος ἰφθίμου θυγάτηρ ἁλίοιο γέροντος,
4.366 Εἰδοθέη: τῇ γάρ ῥα μάλιστά γε θυμὸν ὄρινα.
4.367 ἥ μ᾽ οἴῳ ἔρροντι συνήντετο νόσφιν ἑταίρων:
4.368 αἰεὶ γὰρ περὶ νῆσον ἀλώμενοι ἰχθυάασκον
4.369 γναμπτοῖς ἀγκίστροισιν, ἔτειρε δὲ γαστέρα λιμός.
4.370 ἡ δέ μευ ἄγχι στᾶσα ἔπος φάτο φώνησέν τε:
4.371 νήπιός εἰς, ὦ ξεῖνε, λίην τόσον ἠδὲ χαλίφρων,
4.372 ἦε ἑκὼν μεθίεις καὶ τέρπεαι ἄλγεα πάσχων;
4.373 ὡς δὴ δήθ᾽ ἐνὶ νήσῳ ἐρύκεαι, οὐδέ τι τέκμωρ
4.374 εὑρέμεναι δύνασαι, μινύθει δέ τοι ἦτορ ἑταίρων.
4.375 ὣς ἔφατ᾽, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον:
4.376 ἐκ μέν τοι ἐρέω, ἥ τις σύ πέρ ἐσσι θεάων,
4.377 ὡς ἐγὼ οὔ τι ἑκὼν κατερύκομαι, ἀλλά νυ μέλλω
4.378 ἀθανάτους ἀλιτέσθαι, οἳ οὐρανὸν εὐρὺν ἔχουσιν.
4.379 ἀλλὰ σύ πέρ μοι εἰπέ, θεοὶ δέ τε πάντα ἴσασιν,
4.380 ὅς τίς μ᾽ ἀθανάτων πεδάᾳ καὶ ἔδησε κελεύθου,
4.381 νόστον θ᾽, ὡς ἐπὶ πόντον ἐλεύσομαι ἰχθυόεντα.
4.382 ὣς ἐφάμην, ἡ δ᾽ αὐτίκ᾽ ἀμείβετο δῖα θεάων:
4.383 τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλ᾽ ἀτρεκέως ἀγορεύσω.
4.384 πωλεῖταί τις δεῦρο γέρων ἅλιος νημερτὴς
4.385 ἀθάνατος Πρωτεὺς Αἰγύπτιος, ὅς τε θαλάσσης
4.386 πάσης βένθεα οἶδε, Ποσειδάωνος ὑποδμώς:
4.387 τὸν δέ τ᾽ ἐμόν φασιν πατέρ᾽ ἔμμεναι ἠδὲ τεκέσθαι.
4.388 τόν γ᾽ εἴ πως σὺ δύναιο λοχησάμενος λελαβέσθαι,
4.389 ὅς κέν τοι εἴπῃσιν ὁδὸν καὶ μέτρα κελεύθου
4.390 νόστον θ᾽, ὡς ἐπὶ πόντον ἐλεύσεαι ἰχθυόεντα.
4.391 καὶ δέ κέ τοι εἴπῃσι, διοτρεφές, αἴ κ᾽ ἐθέλῃσθα,
4.392 ὅττι τοι ἐν μεγάροισι κακόν τ᾽ ἀγαθόν τε τέτυκται
4.393 οἰχομένοιο σέθεν δολιχὴν ὁδὸν ἀργαλέην τε.
4.394 ὣς ἔφατ᾽, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον:
4.395 αὐτὴ νῦν φράζευ σὺ λόχον θείοιο γέροντος,
4.396 μή πώς με προϊδὼν ἠὲ προδαεὶς ἀλέηται:
4.397 ἀργαλέος γάρ τ᾽ ἐστὶ θεὸς βροτῷ ἀνδρὶ δαμῆναι.
4.398 ὣς ἐφάμην, ἡ δ᾽ αὐτίκ᾽ ἀμείβετο δῖα θεάων:
4.399 τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλ᾽ ἀτρεκέως ἀγορεύσω.
4.400 ἦμος δ᾽ ἠέλιος μέσον οὐρανὸν ἀμφιβεβήκῃ,
4.401 τῆμος ἄρ᾽ ἐξ ἁλὸς εἶσι γέρων ἅλιος νημερτὴς
4.402 πνοιῇ ὕπο Ζεφύροιο μελαίνῃ φρικὶ καλυφθείς,
4.403 ἐκ δ᾽ ἐλθὼν κοιμᾶται ὑπὸ σπέσσι γλαφυροῖσιν:
4.404 ἀμφὶ δέ μιν φῶκαι νέποδες καλῆς ἁλοσύδνης
4.405 ἁθρόαι εὕδουσιν, πολιῆς ἁλὸς ἐξαναδῦσαι,
4.406 πικρὸν ἀποπνείουσαι ἁλὸς πολυβενθέος ὀδμήν.
4.407 ἔνθα σ᾽ ἐγὼν ἀγαγοῦσα ἅμ᾽ ἠοῖ φαινομένηφιν
4.408 εὐνάσω ἑξείης: σὺ δ᾽ ἐὺ κρίνασθαι ἑταίρους
4.409 τρεῖς, οἵ τοι παρὰ νηυσὶν ἐυσσέλμοισιν ἄριστοι.
4.410 πάντα δέ τοι ἐρέω ὀλοφώια τοῖο γέροντος.
4.411 φώκας μέν τοι πρῶτον ἀριθμήσει καὶ ἔπεισιν:
4.412 αὐτὰρ ἐπὴν πάσας πεμπάσσεται ἠδὲ ἴδηται,
4.413 λέξεται ἐν μέσσῃσι νομεὺς ὣς πώεσι μήλων.
4.414 τὸν μὲν ἐπὴν δὴ πρῶτα κατευνηθέντα ἴδησθε,
4.415 καὶ τότ᾽ ἔπειθ᾽ ὑμῖν μελέτω κάρτος τε βίη τε,
4.416 αὖθι δ᾽ ἔχειν μεμαῶτα καὶ ἐσσύμενόν περ ἀλύξαι.
4.417 πάντα δὲ γιγνόμενος πειρήσεται, ὅσσ᾽ ἐπὶ γαῖαν
4.418 ἑρπετὰ γίγνονται, καὶ ὕδωρ καὶ θεσπιδαὲς πῦρ:
4.419 ὑμεῖς δ᾽ ἀστεμφέως ἐχέμεν μᾶλλόν τε πιέζειν.
4.420 ἀλλ᾽ ὅτε κεν δή σ᾽ αὐτὸς ἀνείρηται ἐπέεσσι,
4.421 τοῖος ἐὼν οἷόν κε κατευνηθέντα ἴδησθε,
4.422 καὶ τότε δὴ σχέσθαι τε βίης λῦσαί τε γέροντα,
4.423 ἥρως, εἴρεσθαι δέ, θεῶν ὅς τίς σε χαλέπτει,
4.424 νόστον θ᾽, ὡς ἐπὶ πόντον ἐλεύσεαι ἰχθυόεντα.
4.425 ὣς εἰποῦσ᾽ ὑπὸ πόντον ἐδύσετο κυμαίνοντα.
4.426 αὐτὰρ ἐγὼν ἐπὶ νῆας, ὅθ᾽ ἕστασαν ἐν ψαμάθοισιν,
4.427 ἤια: πολλὰ δέ μοι κραδίη πόρφυρε κιόντι.
4.428 αὐτὰρ ἐπεί ῥ᾽ ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν,
4.429 δόρπον θ᾽ ὁπλισάμεσθ᾽, ἐπί τ᾽ ἤλυθεν ἀμβροσίη νύξ:
4.430 δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης.
4.431 ἦμος δ᾽ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
4.432 καὶ τότε δὴ παρὰ θῖνα θαλάσσης εὐρυπόροιο
4.433 ἤια πολλὰ θεοὺς γουνούμενος: αὐτὰρ ἑταίρους
4.434 τρεῖς ἄγον, οἷσι μάλιστα πεποίθεα πᾶσαν ἐπ᾽ ἰθύν.
4.435 τόφρα δ᾽ ἄρ᾽ ἥ γ᾽ ὑποδῦσα θαλάσσης εὐρέα κόλπον
4.436 τέσσαρα φωκάων ἐκ πόντου δέρματ᾽ ἔνεικε:
4.437 πάντα δ᾽ ἔσαν νεόδαρτα: δόλον δ᾽ ἐπεμήδετο πατρί.
4.438 εὐνὰς δ᾽ ἐν ψαμάθοισι διαγλάψασ᾽ ἁλίῃσιν
4.439 ἧστο μένουσ᾽: ἡμεῖς δὲ μάλα σχεδὸν ἤλθομεν αὐτῆς:
4.440 ἑξείης δ᾽ εὔνησε, βάλεν δ᾽ ἐπὶ δέρμα ἑκάστῳ.
4.441 ἔνθα κεν αἰνότατος λόχος ἔπλετο: τεῖρε γὰρ αἰνῶς
4.442 φωκάων ἁλιοτρεφέων ὀλοώτατος ὀδμή:
4.443 τίς γάρ κ᾽ εἰναλίῳ παρὰ κήτεϊ κοιμηθείη;
4.444 ἀλλ᾽ αὐτὴ ἐσάωσε καὶ ἐφράσατο μέγ᾽ ὄνειαρ:
4.445 ἀμβροσίην ὑπὸ ῥῖνα ἑκάστῳ θῆκε φέρουσα
4.446 ἡδὺ μάλα πνείουσαν, ὄλεσσε δὲ κήτεος ὀδμήν.
4.447 πᾶσαν δ᾽ ἠοίην μένομεν τετληότι θυμῷ:
4.448 φῶκαι δ᾽ ἐξ ἁλὸς ἦλθον ἀολλέες. αἱ μὲν ἔπειτα
4.449 ἑξῆς εὐνάζοντο παρὰ ῥηγμῖνι θαλάσσης:
4.450 ἔνδιος δ᾽ ὁ γέρων ἦλθ᾽ ἐξ ἁλός, εὗρε δὲ φώκας
4.451 ζατρεφέας, πάσας δ᾽ ἄρ᾽ ἐπῴχετο, λέκτο δ᾽ ἀριθμόν:
4.452 ἐν δ᾽ ἡμέας πρώτους λέγε κήτεσιν, οὐδέ τι θυμῷ
4.453 ὠΐσθη δόλον εἶναι: ἔπειτα δὲ λέκτο καὶ αὐτός.
4.454 ἡμεῖς δὲ ἰάχοντες ἐπεσσύμεθ᾽, ἀμφὶ δὲ χεῖρας
4.455 βάλλομεν: οὐδ᾽ ὁ γέρων δολίης ἐπελήθετο τέχνης,
4.456 ἀλλ᾽ ἦ τοι πρώτιστα λέων γένετ᾽ ἠυγένειος,
4.457 αὐτὰρ ἔπειτα δράκων καὶ πάρδαλις ἠδὲ μέγας σῦς:
4.458 γίγνετο δ᾽ ὑγρὸν ὕδωρ καὶ δένδρεον ὑψιπέτηλον:
4.459 ἡμεῖς δ᾽ ἀστεμφέως ἔχομεν τετληότι θυμῷ.
4.460 ἀλλ᾽ ὅτε δή ῥ᾽ ἀνίαζ᾽ ὁ γέρων ὀλοφώια εἰδώς,
4.461 καὶ τότε δή μ᾽ ἐπέεσσιν ἀνειρόμενος προσέειπε:
4.462 τίς νύ τοι, Ἀτρέος υἱέ, θεῶν συμφράσσατο βουλάς,
4.463 ὄφρα μ᾽ ἕλοις ἀέκοντα λοχησάμενος; τέο σε χρή;
4.464 ὣς ἔφατ᾽, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον:
4.465 οἶσθα, γέρον, τί με ταῦτα παρατροπέων ἐρεείνεις;
4.466 ὡς δὴ δήθ᾽ ἐνὶ νήσῳ ἐρύκομαι, οὐδέ τι τέκμωρ
4.467 εὑρέμεναι δύναμαι, μινύθει δέ μοι ἔνδοθεν ἦτορ.
4.468 ἀλλὰ σύ πέρ μοι εἰπέ, θεοὶ δέ τε πάντα ἴσασιν,
4.469 ὅς τίς μ᾽ ἀθανάτων πεδάᾳ καὶ ἔδησε κελεύθου,
4.470 νόστον θ᾽, ὡς ἐπὶ πόντον ἐλεύσομαι ἰχθυόεντα.
4.471 ὣς ἐφάμην, ὁ δέ μ᾽ αὐτίκ᾽ ἀμειβόμενος προσέειπεν:
4.472 ἀλλὰ μάλ᾽ ὤφελλες Διί τ᾽ ἄλλοισίν τε θεοῖσι
4.473 ῥέξας ἱερὰ κάλ᾽ ἀναβαινέμεν, ὄφρα τάχιστα
4.474 σὴν ἐς πατρίδ᾽ ἵκοιο πλέων ἐπὶ οἴνοπα πόντον.
4.475 οὐ γάρ τοι πρὶν μοῖρα φίλους τ᾽ ἰδέειν καὶ ἱκέσθαι
4.476 οἶκον ἐυκτίμενον καὶ σὴν ἐς πατρίδα γαῖαν,
4.477 πρίν γ᾽ ὅτ᾽ ἂν Αἰγύπτοιο, διιπετέος ποταμοῖο,
4.478 αὖτις ὕδωρ ἔλθῃς ῥέξῃς θ᾽ ἱερὰς ἑκατόμβας
4.479 ἀθανάτοισι θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι:
4.480 καὶ τότε τοι δώσουσιν ὁδὸν θεοί, ἣν σὺ μενοινᾷς.
4.481 ὣς ἔφατ᾽, αὐτὰρ ἐμοί γε κατεκλάσθη φίλον ἦτορ,
4.482 οὕνεκά μ᾽ αὖτις ἄνωγεν ἐπ᾽ ἠεροειδέα πόντον
4.483 Αἴγυπτόνδ᾽ ἰέναι, δολιχὴν ὁδὸν ἀργαλέην τε.
4.484 ἀλλὰ καὶ ὣς μύθοισιν ἀμειβόμενος προσέειπον:
4.485 ταῦτα μὲν οὕτω δὴ τελέω, γέρον, ὡς σὺ κελεύεις.
4.486 ἀλλ᾽ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,
4.487 ἢ πάντες σὺν νηυσὶν ἀπήμονες ἦλθον Ἀχαιοί,
4.488 οὓς Νέστωρ καὶ ἐγὼ λίπομεν Τροίηθεν ἰόντες,
4.489 ἦέ τις ὤλετ᾽ ὀλέθρῳ ἀδευκέι ἧς ἐπὶ νηὸς
4.490 ἠὲ φίλων ἐν χερσίν, ἐπεὶ πόλεμον τολύπευσεν.
4.491 ὣς ἐφάμην, ὁ δέ μ᾽ αὐτίκ᾽ ἀμειβόμενος προσέειπεν:
4.492 Ἀτρεΐδη, τί με ταῦτα διείρεαι; οὐδέ τί σε χρὴ
4.493 ἴδμεναι, οὐδὲ δαῆναι ἐμὸν νόον: οὐδέ σέ φημι
4.494 δὴν ἄκλαυτον ἔσεσθαι, ἐπὴν ἐὺ πάντα πύθηαι.
4.495 πολλοὶ μὲν γὰρ τῶν γε δάμεν, πολλοὶ δὲ λίποντο:
4.496 ἀρχοὶ δ᾽ αὖ δύο μοῦνοι Ἀχαιῶν χαλκοχιτώνων
4.497 ἐν νόστῳ ἀπόλοντο: μάχῃ δέ τε καὶ σὺ παρῆσθα.
4.498 εἷς δ᾽ ἔτι που ζωὸς κατερύκεται εὐρέι πόντῳ.
4.499 Αἴας μὲν μετὰ νηυσὶ δάμη δολιχηρέτμοισι.
4.500 Γυρῇσίν μιν πρῶτα Ποσειδάων ἐπέλασσεν
4.501 πέτρῃσιν μεγάλῃσι καὶ ἐξεσάωσε θαλάσσης:
4.502 καί νύ κεν ἔκφυγε κῆρα καὶ ἐχθόμενός περ Ἀθήνῃ,
4.503 εἰ μὴ ὑπερφίαλον ἔπος ἔκβαλε καὶ μέγ᾽ ἀάσθη:
4.504 φῆ ῥ᾽ ἀέκητι θεῶν φυγέειν μέγα λαῖτμα θαλάσσης.
4.505 τοῦ δὲ Ποσειδάων μεγάλ᾽ ἔκλυεν αὐδήσαντος:
4.506 αὐτίκ᾽ ἔπειτα τρίαιναν ἑλὼν χερσὶ στιβαρῇσιν
4.507 ἤλασε Γυραίην πέτρην, ἀπὸ δ᾽ ἔσχισεν αὐτήν:
4.508 καὶ τὸ μὲν αὐτόθι μεῖνε, τὸ δὲ τρύφος ἔμπεσε πόντῳ,
4.509 τῷ ῥ᾽ Αἴας τὸ πρῶτον ἐφεζόμενος μέγ᾽ ἀάσθη:
4.510 τὸν δ᾽ ἐφόρει κατὰ πόντον ἀπείρονα κυμαίνοντα.
4.511 ὣς ὁ μὲν ἔνθ᾽ ἀπόλωλεν, ἐπεὶ πίεν ἁλμυρὸν ὕδωρ.
4.512 σὸς δέ που ἔκφυγε κῆρας ἀδελφεὸς ἠδ᾽ ὑπάλυξεν
4.513 ἐν νηυσὶ γλαφυρῇσι: σάωσε δὲ πότνια Ἥρη.
4.514 ἀλλ᾽ ὅτε δὴ τάχ᾽ ἔμελλε Μαλειάων ὄρος αἰπὺ
4.515 ἵξεσθαι, τότε δή μιν ἀναρπάξασα θύελλα
4.516 πόντον ἐπ᾽ ἰχθυόεντα φέρεν βαρέα στενάχοντα,
4.517 ἀγροῦ ἐπ᾽ ἐσχατιήν, ὅθι δώματα ναῖε Θυέστης
4.518 τὸ πρίν, ἀτὰρ τότ᾽ ἔναιε Θυεστιάδης Αἴγισθος.
4.519 ἀλλ᾽ ὅτε δὴ καὶ κεῖθεν ἐφαίνετο νόστος ἀπήμων,
4.520 ἂψ δὲ θεοὶ οὖρον στρέψαν, καὶ οἴκαδ᾽ ἵκοντο,
4.521 ἦ τοι ὁ μὲν χαίρων ἐπεβήσετο πατρίδος αἴης
4.522 καὶ κύνει ἁπτόμενος ἣν πατρίδα: πολλὰ δ᾽ ἀπ᾽ αὐτοῦ
4.523 δάκρυα θερμὰ χέοντ᾽, ἐπεὶ ἀσπασίως ἴδε γαῖαν.
4.524 τὸν δ᾽ ἄρ᾽ ἀπὸ σκοπιῆς εἶδε σκοπός, ὅν ῥα καθεῖσεν
4.525 Αἴγισθος δολόμητις ἄγων, ὑπὸ δ᾽ ἔσχετο μισθὸν
4.526 χρυσοῦ δοιὰ τάλαντα: φύλασσε δ᾽ ὅ γ᾽ εἰς ἐνιαυτόν,
4.527 μή ἑ λάθοι παριών, μνήσαιτο δὲ θούριδος ἀλκῆς.
4.528 βῆ δ᾽ ἴμεν ἀγγελέων πρὸς δώματα ποιμένι λαῶν.
4.529 αὐτίκα δ᾽ Αἴγισθος δολίην ἐφράσσατο τέχνην:
4.530 κρινάμενος κατὰ δῆμον ἐείκοσι φῶτας ἀρίστους
4.531 εἷσε λόχον, ἑτέρωθι δ᾽ ἀνώγει δαῖτα πένεσθαι.
4.532 αὐτὰρ ὁ βῆ καλέων Ἀγαμέμνονα, ποιμένα λαῶν
4.533 ἵπποισιν καὶ ὄχεσφιν, ἀεικέα μερμηρίζων.
4.534 τὸν δ᾽ οὐκ εἰδότ᾽ ὄλεθρον ἀνήγαγε καὶ κατέπεφνεν
4.535 δειπνίσσας, ὥς τίς τε κατέκτανε βοῦν ἐπὶ φάτνῃ.
4.536 οὐδέ τις Ἀτρεΐδεω ἑτάρων λίπεθ᾽ οἵ οἱ ἕποντο,
4.537 οὐδέ τις Αἰγίσθου, ἀλλ᾽ ἔκταθεν ἐν μεγάροισιν.
4.538 ὣς ἔφατ᾽, αὐτὰρ ἐμοί γε κατεκλάσθη φίλον ἦτορ,
4.539 κλαῖον δ᾽ ἐν ψαμάθοισι καθήμενος, οὐδέ νύ μοι κῆρ
4.540 ἤθελ᾽ ἔτι ζώειν καὶ ὁρᾶν φάος ἠελίοιο.
4.541 αὐτὰρ ἐπεὶ κλαίων τε κυλινδόμενός τε κορέσθην,
4.542 δὴ τότε με προσέειπε γέρων ἅλιος νημερτής:
4.543 μηκέτι, Ἀτρέος υἱέ, πολὺν χρόνον ἀσκελὲς οὕτω
4.544 κλαῖ᾽, ἐπεὶ οὐκ ἄνυσίν τινα δήομεν: ἀλλὰ τάχιστα
4.545 πείρα ὅπως κεν δὴ σὴν πατρίδα γαῖαν ἵκηαι.
4.546 ἢ γάρ μιν ζωόν γε κιχήσεαι, ἤ κεν Ὀρέστης
4.547 κτεῖνεν ὑποφθάμενος, σὺ δέ κεν τάφου ἀντιβολήσαις.
4.548 ὣς ἔφατ᾽, αὐτὰρ ἐμοὶ κραδίη καὶ θυμὸς ἀγήνωρ
4.549 αὖτις ἐνὶ στήθεσσι καὶ ἀχνυμένῳ περ ἰάνθη,
4.550 καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων:
4.551 τούτους μὲν δὴ οἶδα: σὺ δὲ τρίτον ἄνδρ᾽ ὀνόμαζε,
4.552 ὅς τις ἔτι ζωὸς κατερύκεται εὐρέι πόντῳ
4.553 ἠὲ θανών: ἐθέλω δὲ καὶ ἀχνύμενός περ ἀκοῦσαι.
4.554 ὣς ἐφάμην, ὁ δέ μ᾽ αὐτίκ᾽ ἀμειβόμενος προσέειπεν:
4.555 υἱὸς Λαέρτεω, Ἰθάκῃ ἔνι οἰκία ναίων:
4.556 τὸν δ᾽ ἴδον ἐν νήσῳ θαλερὸν κατὰ δάκρυ χέοντα,
4.557 νύμφης ἐν μεγάροισι Καλυψοῦς, ἥ μιν ἀνάγκῃ
4.558 ἴσχει: ὁ δ᾽ οὐ δύναται ἣν πατρίδα γαῖαν ἱκέσθαι:
4.559 οὐ γάρ οἱ πάρα νῆες ἐπήρετμοι καὶ ἑταῖροι,
4.560 οἵ κέν μιν πέμποιεν ἐπ᾽ εὐρέα νῶτα θαλάσσης.
4.561 σοι δ᾽ οὐ θέσφατόν ἐστι, διοτρεφὲς ὦ Μενέλαε,
4.562 Ἄργει ἐν ἱπποβότῳ θανέειν καὶ πότμον ἐπισπεῖν,
4.563 ἀλλά σ᾽ ἐς Ἠλύσιον πεδίον καὶ πείρατα γαίης
4.564 ἀθάνατοι πέμψουσιν, ὅθι ξανθὸς Ῥαδάμανθυς,
4.565 τῇ περ ῥηίστη βιοτὴ πέλει ἀνθρώποισιν:
4.566 οὐ νιφετός, οὔτ᾽ ἂρ χειμὼν πολὺς οὔτε ποτ᾽ ὄμβρος,
4.567 ἀλλ᾽ αἰεὶ Ζεφύροιο λιγὺ πνείοντος ἀήτας
4.568 Ὠκεανὸς ἀνίησιν ἀναψύχειν ἀνθρώπους:
4.569 οὕνεκ᾽ ἔχεις Ἑλένην καί σφιν γαμβρὸς Διός ἐσσι.
4.570 ὣς εἰπὼν ὑπὸ πόντον ἐδύσετο κυμαίνοντα.
4.571 αὐτὰρ ἐγὼν ἐπὶ νῆας ἅμ᾽ ἀντιθέοις ἑτάροισιν
4.572 ἤια, πολλὰ δέ μοι κραδίη πόρφυρε κιόντι.
4.573 αὐτὰρ ἐπεί ῥ᾽ ἐπὶ νῆα κατήλθομεν ἠδὲ θάλασσαν,
4.574 δόρπον θ᾽ ὁπλισάμεσθ᾽, ἐπί τ᾽ ἤλυθεν ἀμβροσίη νύξ,
4.575 δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης.
4.576 ἦμος δ᾽ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
4.577 νῆας μὲν πάμπρωτον ἐρύσσαμεν εἰς ἅλα δῖαν,
4.578 ἐν δ᾽ ἱστοὺς τιθέμεσθα καὶ ἱστία νηυσὶν ἐίσῃς,
4.579 ἂν δὲ καὶ αὐτοὶ βάντες ἐπὶ κληῖσι καθῖζον:
4.580 ἑξῆς δ᾽ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.
4.581 ἂψ δ᾽ εἰς Αἰγύπτοιο διιπετέος ποταμοῖο
4.582 στῆσα νέας, καὶ ἔρεξα τεληέσσας ἑκατόμβας.
4.583 αὐτὰρ ἐπεὶ κατέπαυσα θεῶν χόλον αἰὲν ἐόντων,
4.584 χεῦ᾽ Ἀγαμέμνονι τύμβον, ἵν᾽ ἄσβεστον κλέος εἴη.
4.585 ταῦτα τελευτήσας νεόμην, ἔδοσαν δέ μοι οὖρον
4.586 ἀθάνατοι, τοί μ᾽ ὦκα φίλην ἐς πατρίδ᾽ ἔπεμψαν.
4.587 ἀλλ᾽ ἄγε νῦν ἐπίμεινον ἐνὶ μεγάροισιν ἐμοῖσιν,
4.588 ὄφρα κεν ἑνδεκάτη τε δυωδεκάτη τε γένηται:
4.589 καὶ τότε σ᾽ εὖ πέμψω, δώσω δέ τοι ἀγλαὰ δῶρα,
4.590 τρεῖς ἵππους καὶ δίφρον ἐύξοον: αὐτὰρ ἔπειτα
4.591 δώσω καλὸν ἄλεισον, ἵνα σπένδῃσθα θεοῖσιν
4.592 ἀθανάτοις ἐμέθεν μεμνημένος ἤματα πάντα.
4.593 τὸν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα:
4.594 Ἀτρεΐδη, μὴ δή με πολὺν χρόνον ἐνθάδ᾽ ἔρυκε.
4.595 καὶ γάρ κ᾽ εἰς ἐνιαυτὸν ἐγὼ παρὰ σοί γ᾽ ἀνεχοίμην
4.596 ἥμενος, οὐδέ κέ μ᾽ οἴκου ἕλοι πόθος οὐδὲ τοκήων:
4.597 αἰνῶς γὰρ μύθοισιν ἔπεσσί τε σοῖσιν ἀκούων
4.598 τέρπομαι. ἀλλ᾽ ἤδη μοι ἀνιάζουσιν ἑταῖροι
4.599 ἐν Πύλῳ ἠγαθέῃ: σὺ δέ με χρόνον ἐνθάδ᾽ ἐρύκεις.
4.600 δῶρον δ᾽ ὅττι κέ μοι δοίης, κειμήλιον ἔστω:
4.601 ἵππους δ᾽ εἰς Ἰθάκην οὐκ ἄξομαι, ἀλλὰ σοὶ αὐτῷ
4.602 ἐνθάδε λείψω ἄγαλμα: σὺ γὰρ πεδίοιο ἀνάσσεις
4.603 εὐρέος, ᾧ ἔνι μὲν λωτὸς πολύς, ἐν δὲ κύπειρον
4.604 πυροί τε ζειαί τε ἰδ᾽ εὐρυφυὲς κρῖ λευκόν.
4.605 ἐν δ᾽ Ἰθάκῃ οὔτ᾽ ἂρ δρόμοι εὐρέες οὔτε τι λειμών:
4.606 αἰγίβοτος, καὶ μᾶλλον ἐπήρατος ἱπποβότοιο.
4.607 οὐ γάρ τις νήσων ἱππήλατος οὐδ᾽ ἐυλείμων,
4.608 αἵ θ᾽ ἁλὶ κεκλίαται: Ἰθάκη δέ τε καὶ περὶ πασέων.
4.609 ὣς φάτο, μείδησεν δὲ βοὴν ἀγαθὸς Μενέλαος,
4.610 χειρί τέ μιν κατέρεξεν ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζεν:
4.611 αἵματός εἰς ἀγαθοῖο, φίλον τέκος, οἷ᾽ ἀγορεύεις:
4.612 τοιγὰρ ἐγώ τοι ταῦτα μεταστήσω: δύναμαι γάρ.
4.613 δώρων δ᾽ ὅσσ᾽ ἐν ἐμῷ οἴκῳ κειμήλια κεῖται,
4.614 δώσω ὃ κάλλιστον καὶ τιμηέστατόν ἐστιν:
4.615 δώσω τοι κρητῆρα τετυγμένον: ἀργύρεος δὲ
4.616 ἔστιν ἅπας, χρυσῷ δ᾽ χείλεα κεκράανται,
4.617 ἔργον δ᾽ Ἡφαίστοιο. πόρεν δέ ἑ Φαίδιμος ἥρως,
4.618 Σιδονίων βασιλεύς, ὅθ᾽ ἑὸς δόμος ἀμφεκάλυψε
4.619 κεῖσέ με νοστήσαντα: τεῒν δ᾽ ἐθέλω τόδ᾽ ὀπάσσαι.
4.620 ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
4.621 δαιτυμόνες δ᾽ ἐς δώματ᾽ ἴσαν θείου βασιλῆος.
4.622 οἱ δ᾽ ἦγον μὲν μῆλα, φέρον δ᾽ ἐυήνορα οἶνον:
4.623 σῖτον δέ σφ᾽ ἄλοχοι καλλικρήδεμνοι ἔπεμπον.
4.624 ὣς οἱ μὲν περὶ δεῖπνον ἐνὶ μεγάροισι πένοντο.
4.625 μνηστῆρες δὲ πάροιθεν Ὀδυσσῆος μεγάροιο
4.626 δίσκοισιν τέρποντο καὶ αἰγανέῃσιν ἱέντες
4.627 ἐν τυκτῷ δαπέδῳ, ὅθι περ πάρος, ὕβριν ἔχοντες.
4.628 Ἀντίνοος δὲ καθῆστο καὶ Εὐρύμαχος θεοειδής,
4.629 ἀρχοὶ μνηστήρων, ἀρετῇ δ᾽ ἔσαν ἔξοχ᾽ ἄριστοι.
4.630 τοῖς δ᾽ υἱὸς Φρονίοιο Νοήμων ἐγγύθεν ἐλθὼν
4.631 Ἀντίνοον μύθοισιν ἀνειρόμενος προσέειπεν:
4.632 Ἀντίνο᾽, ἦ ῥά τι ἴδμεν ἐνὶ φρεσίν, ἦε καὶ οὐκί,
4.633 ὁππότε Τηλέμαχος νεῖτ᾽ ἐκ Πύλου ἠμαθόεντος;
4.634 νῆά μοι οἴχετ᾽ ἄγων: ἐμὲ δὲ χρεὼ γίγνεται αὐτῆς
4.635 Ἤλιδ᾽ ἐς εὐρύχορον διαβήμεναι, ἔνθα μοι ἵπποι
4.636 δώδεκα θήλειαι, ὑπὸ δ᾽ ἡμίονοι ταλαεργοὶ
4.637 ἀδμῆτες: τῶν κέν τιν᾽ ἐλασσάμενος δαμασαίμην.
4.638 ὣς ἔφαθ᾽, οἱ δ᾽ ἀνὰ θυμὸν ἐθάμβεον: οὐ γὰρ ἔφαντο
4.639 ἐς Πύλον οἴχεσθαι Νηλήιον, ἀλλά που αὐτοῦ
4.640 ἀγρῶν ἢ μήλοισι παρέμμεναι ἠὲ συβώτη.
4.641 τὸν δ᾽ αὖτ᾽ Ἀντίνοος προσέφη Εὐπείθεος υἱός:
4.642 νημερτές μοι ἔνισπε, πότ᾽ ᾤχετο καὶ τίνες αὐτῷ
4.643 κοῦροι ἕποντ᾽; Ἰθάκης ἐξαίρετοι, ἦ ἑοὶ αὐτοῦ
4.644 θῆτές τε δμῶές τε; δύναιτό κε καὶ τὸ τελέσσαι.
4.645 καί μοι τοῦτ᾽ ἀγόρευσον ἐτήτυμον, ὄφρ᾽ ἐὺ εἰδῶ,
4.646 ἤ σε βίῃ ἀέκοντος ἀπηύρα νῆα μέλαιναν,
4.647 ἦε ἑκών οἱ δῶκας, ἐπεὶ προσπτύξατο μύθῳ.
4.648 τὸν δ᾽ υἱὸς Φρονίοιο Νοήμων ἀντίον ηὔδα:
4.649 αὐτὸς ἑκών οἱ δῶκα: τί κεν ῥέξειε καὶ ἄλλος,
4.650 ὁππότ᾽ ἀνὴρ τοιοῦτος ἔχων μελεδήματα θυμῷ
4.651 αἰτίζῃ; χαλεπόν κεν ἀνήνασθαι δόσιν εἴη.
4.652 κοῦροι δ᾽, οἳ κατὰ δῆμον ἀριστεύουσι μεθ᾽ ἡμέας,
4.653 οἵ οἱ ἕποντ᾽: ἐν δ᾽ ἀρχὸν ἐγὼ βαίνοντ᾽ ἐνόησα
4.654 Μέντορα, ἠὲ θεόν, τῷ δ᾽ αὐτῷ πάντα ἐῴκει.
4.655 ἀλλὰ τὸ θαυμάζω: ἴδον ἐνθάδε Μέντορα δῖον
4.656 χθιζὸν ὑπηοῖον, τότε δ᾽ ἔμβη νηὶ Πύλονδε.
4.657 ὣς ἄρα φωνήσας ἀπέβη πρὸς δώματα πατρός,
4.658 τοῖσιν δ᾽ ἀμφοτέροισιν ἀγάσσατο θυμὸς ἀγήνωρ.
4.659 μνηστῆρας δ᾽ ἄμυδις κάθισαν καὶ παῦσαν ἀέθλων.
4.660 τοῖσιν δ᾽ Ἀντίνοος μετέφη Εὐπείθεος υἱός,
4.661 ἀχνύμενος: μένεος δὲ μέγα φρένες ἀμφιμέλαιναι
4.662 πίμπλαντ᾽, ὄσσε δέ οἱ πυρὶ λαμπετόωντι ἐίκτην:
4.663 ὢ πόποι, ἦ μέγα ἔργον ὑπερφιάλως ἐτελέσθη
4.664 Τηλεμάχῳ ὁδὸς ἥδε: φάμεν δέ οἱ οὐ τελέεσθαι.
4.665 ἐκ τοσσῶνδ᾽ ἀέκητι νέος πάϊς οἴχεται αὔτως
4.666 νῆα ἐρυσσάμενος, κρίνας τ᾽ ἀνὰ δῆμον ἀρίστους.
4.667 ἄρξει καὶ προτέρω κακὸν ἔμμεναι: ἀλλά οἱ αὐτῷ
4.668 Ζεὺς ὀλέσειε βίην, πρὶν ἥβης μέτρον ἱκέσθαι.
4.669 ἀλλ᾽ ἄγε μοι δότε νῆα θοὴν καὶ εἴκοσ᾽ ἑταίρους,
4.670 ὄφρα μιν αὐτὸν ἰόντα λοχήσομαι ἠδὲ φυλάξω
4.671 ἐν πορθμῷ Ἰθάκης τε Σάμοιό τε παιπαλοέσσης,
4.672 ὡς ἂν ἐπισμυγερῶς ναυτίλλεται εἵνεκα πατρός.
4.673 ὣς ἔφαθ᾽, οἱ δ᾽ ἄρα πάντες ἐπῄνεον ἠδ᾽ ἐκέλευον.
4.674 αὐτίκ᾽ ἔπειτ᾽ ἀνστάντες ἔβαν δόμον εἰς Ὀδυσῆος.
4.675 οὐδ᾽ ἄρα Πηνελόπεια πολὺν χρόνον ἦεν ἄπυστος
4.676 μύθων, οὓς μνηστῆρες ἐνὶ φρεσὶ βυσσοδόμευον:
4.677 κῆρυξ γάρ οἱ ἔειπε Μέδων, ὃς ἐπεύθετο βουλὰς
4.678 αὐλῆς ἐκτὸς ἐών: οἱ δ᾽ ἔνδοθι μῆτιν ὕφαινον.
4.679 βῆ δ᾽ ἴμεν ἀγγελέων διὰ δώματα Πηνελοπείῃ:
4.680 τὸν δὲ κατ᾽ οὐδοῦ βάντα προσηύδα Πηνελόπεια:
4.681 κῆρυξ, τίπτε δέ σε πρόεσαν μνηστῆρες ἀγαυοί;
4.682 ἦ εἰπέμεναι δμῳῇσιν Ὀδυσσῆος θείοιο
4.683 ἔργων παύσασθαι, σφίσι δ᾽ αὐτοῖς δαῖτα πένεσθαι;
4.684 μὴ μνηστεύσαντες μηδ᾽ ἄλλοθ᾽ ὁμιλήσαντες
4.685 ὕστατα καὶ πύματα νῦν ἐνθάδε δειπνήσειαν:
4.686 οἳ θάμ᾽ ἀγειρόμενοι βίοτον κατακείρετε πολλόν,
4.687 κτῆσιν Τηλεμάχοιο δαΐφρονος: οὐδέ τι πατρῶν
4.688 ὑμετέρων τὸ πρόσθεν ἀκούετε, παῖδες ἐόντες,
4.689 οἷος Ὀδυσσεὺς ἔσκε μεθ᾽ ὑμετέροισι τοκεῦσιν,
4.690 οὔτε τινὰ ῥέξας ἐξαίσιον οὔτε τι εἰπὼν
4.691 ἐν δήμῳ, ἥ τ᾽ ἐστὶ δίκη θείων βασιλήων:
4.692 ἄλλον κ᾽ ἐχθαίρῃσι βροτῶν, ἄλλον κε φιλοίη.
4.693 κεῖνος δ᾽ οὔ ποτε πάμπαν ἀτάσθαλον ἄνδρα ἐώργει.
4.694 ἀλλ᾽ ὁ μὲν ὑμέτερος θυμὸς καὶ ἀεικέα ἔργα
4.695 φαίνεται, οὐδέ τίς ἐστι χάρις μετόπισθ᾽ ἐυεργέων.
4.696 τὴν δ᾽ αὖτε προσέειπε Μέδων πεπνυμένα εἰδώς:
4.697 αἲ γὰρ δή, βασίλεια, τόδε πλεῖστον κακὸν εἴη.
4.698 ἀλλὰ πολὺ μεῖζόν τε καὶ ἀργαλεώτερον ἄλλο
4.699 μνηστῆρες φράζονται, ὃ μὴ τελέσειε Κρονίων:
4.700 Τηλέμαχον μεμάασι κατακτάμεν ὀξέι χαλκῷ
4.701 οἴκαδε νισόμενον: ὁ δ᾽ ἔβη μετὰ πατρὸς ἀκουὴν
4.702 ἐς Πύλον ἠγαθέην ἠδ᾽ ἐς Λακεδαίμονα δῖαν.
4.703 ὣς φάτο, τῆς δ᾽ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ,
4.704 δὴν δέ μιν ἀμφασίη ἐπέων λάβε: τὼ δέ οἱ ὄσσε
4.705 δακρυόφι πλῆσθεν, θαλερὴ δέ οἱ ἔσχετο φωνή.
4.706 ὀψὲ δὲ δή μιν ἔπεσσιν ἀμειβομένη προσέειπε:
4.707 κῆρυξ, τίπτε δέ μοι πάϊς οἴχεται; οὐδέ τί μιν χρεὼ
4.708 νηῶν ὠκυπόρων ἐπιβαινέμεν, αἵ θ᾽ ἁλὸς ἵπποι
4.709 ἀνδράσι γίγνονται, περόωσι δὲ πουλὺν ἐφ᾽ ὑγρήν.
4.710 ἦ ἵνα μηδ᾽ ὄνομ᾽ αὐτοῦ ἐν ἀνθρώποισι λίπηται;
4.711 τὴν δ᾽ ἠμείβετ᾽ ἔπειτα Μέδων πεπνυμένα εἰδώς:
4.712 οὐκ οἶδ᾽ ἤ τίς μιν θεὸς ὤρορεν, ἦε καὶ αὐτοῦ
4.713 θυμὸς ἐφωρμήθη ἴμεν ἐς Πύλον, ὄφρα πύθηται
4.714 πατρὸς ἑοῦ ἢ νόστον ἢ ὅν τινα πότμον ἐπέσπεν.
4.715 ὣς ἄρα φωνήσας ἀπέβη κατὰ δῶμ᾽ Ὀδυσῆος.
4.716 τὴν δ᾽ ἄχος ἀμφεχύθη θυμοφθόρον, οὐδ᾽ ἄρ᾽ ἔτ᾽ ἔτλη
4.717 δίφρῳ ἐφέζεσθαι πολλῶν κατὰ οἶκον ἐόντων,
4.718 ἀλλ᾽ ἄρ᾽ ἐπ᾽ οὐδοῦ ἷζε πολυκμήτου θαλάμοιο
4.719 οἴκτρ᾽ ὀλοφυρομένη: περὶ δὲ δμῳαὶ μινύριζον
4.720 πᾶσαι, ὅσαι κατὰ δώματ᾽ ἔσαν νέαι ἠδὲ παλαιαί.
4.721 τῇς δ᾽ ἁδινὸν γοόωσα μετηύδα Πηνελόπεια:
4.722 κλῦτε, φίλαι: πέρι γάρ μοι Ὀλύμπιος ἄλγε᾽ ἔδωκεν
4.723 ἐκ πασέων, ὅσσαι μοι ὁμοῦ τράφεν ἠδ᾽ ἐγένοντο:
4.724 ἣ πρὶν μὲν πόσιν ἐσθλὸν ἀπώλεσα θυμολέοντα,
4.725 παντοίῃς ἀρετῇσι κεκασμένον ἐν Δαναοῖσιν,
4.726 ἐσθλόν, τοῦ κλέος εὐρὺ καθ᾽ Ἑλλάδα καὶ μέσον Ἄργος.
4.727 νῦν αὖ παῖδ᾽ ἀγαπητὸν ἀνηρείψαντο θύελλαι
4.728 ἀκλέα ἐκ μεγάρων, οὐδ᾽ ὁρμηθέντος ἄκουσα.
4.729 σχέτλιαι, οὐδ᾽ ὑμεῖς περ ἐνὶ φρεσὶ θέσθε ἑκάστη
4.730 ἐκ λεχέων μ᾽ ἀνεγεῖραι, ἐπιστάμεναι σάφα θυμῷ,
4.731 ὁππότ᾽ ἐκεῖνος ἔβη κοίλην ἐπὶ νῆα μέλαιναν.
4.732 εἰ γὰρ ἐγὼ πυθόμην ταύτην ὁδὸν ὁρμαίνοντα,
4.733 τῷ κε μάλ᾽ ἤ κεν ἔμεινε καὶ ἐσσύμενός περ ὁδοῖο,
4.734 ἤ κέ με τεθνηκυῖαν ἐνὶ μεγάροισιν ἔλειπεν.
4.735 ἀλλά τις ὀτρηρῶς Δολίον καλέσειε γέροντα,
4.736 δμῶ᾽ ἐμόν, ὅν μοι δῶκε πατὴρ ἔτι δεῦρο κιούσῃ,
4.737 καί μοι κῆπον ἔχει πολυδένδρεον, ὄφρα τάχιστα
4.738 Λαέρτῃ τάδε πάντα παρεζόμενος καταλέξῃ,
4.739 εἰ δή πού τινα κεῖνος ἐνὶ φρεσὶ μῆτιν ὑφήνας
4.740 ἐξελθὼν λαοῖσιν ὀδύρεται, οἳ μεμάασιν
4.741 ὃν καὶ Ὀδυσσῆος φθῖσαι γόνον ἀντιθέοιο.
4.742 τὴν δ᾽ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια:
4.743 νύμφα φίλη, σὺ μὲν ἄρ με κατάκτανε νηλέι χαλκῷ
4.744 ἢ ἔα ἐν μεγάρῳ: μῦθον δέ τοι οὐκ ἐπικεύσω.
4.745 ᾔδε᾽ ἐγὼ τάδε πάντα, πόρον δέ οἱ ὅσσ᾽ ἐκέλευε,
4.746 σῖτον καὶ μέθυ ἡδύ: ἐμεῦ δ᾽ ἕλετο μέγαν ὅρκον
4.747 μὴ πρὶν σοὶ ἐρέειν, πρὶν δωδεκάτην γε γενέσθαι
4.748 ἢ σ᾽ αὐτὴν ποθέσαι καὶ ἀφορμηθέντος ἀκοῦσαι,
4.749 ὡς ἂν μὴ κλαίουσα κατὰ χρόα καλὸν ἰάπτῃς.
4.750 ἀλλ᾽ ὑδρηναμένη, καθαρὰ χροῒ εἵμαθ᾽ ἑλοῦσα,
4.751 εἰς ὑπερῷ᾽ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶν
4.752 εὔχε᾽ Ἀθηναίῃ κούρῃ Διὸς αἰγιόχοιο:
4.753 ἡ γάρ κέν μιν ἔπειτα καὶ ἐκ θανάτοιο σαώσαι.
4.754 μηδὲ γέροντα κάκου κεκακωμένον: οὐ γὰρ ὀίω
4.755 πάγχυ θεοῖς μακάρεσσι γονὴν Ἀρκεισιάδαο
4.756 ἔχθεσθ᾽, ἀλλ᾽ ἔτι πού τις ἐπέσσεται ὅς κεν ἔχῃσι
4.757 δώματά θ᾽ ὑψερεφέα καὶ ἀπόπροθι πίονας ἀγρούς.
4.758 ὣς φάτο, τῆς δ᾽ εὔνησε γόον, σχέθε δ᾽ ὄσσε γόοιο.
4.759 ἡ δ᾽ ὑδρηναμένη, καθαρὰ χροῒ εἵμαθ᾽ ἑλοῦσα
4.760 εἰς ὑπερῷ᾽ ἀνέβαινε σὺν ἀμφιπόλοισι γυναιξίν,
4.761 ἐν δ᾽ ἔθετ᾽ οὐλοχύτας κανέῳ, ἠρᾶτο δ᾽ Ἀθήνῃ:
4.762 κλῦθί μευ, αἰγιόχοιο Διὸς τέκος, Ἀτρυτώνη,
4.763 εἴ ποτέ τοι πολύμητις ἐνὶ μεγάροισιν Ὀδυσσεὺς
4.764 ἢ βοὸς ἢ ὄϊος κατὰ πίονα μηρί᾽ ἔκηε,
4.765 τῶν νῦν μοι μνῆσαι, καί μοι φίλον υἷα σάωσον,
4.766 μνηστῆρας δ᾽ ἀπάλαλκε κακῶς ὑπερηνορέοντας.
4.767 ὣς εἰποῦσ᾽ ὀλόλυξε, θεὰ δέ οἱ ἔκλυεν ἀρῆς.
4.768 μνηστῆρες δ᾽ ὁμάδησαν ἀνὰ μέγαρα σκιόεντα:
4.769 ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων:
4.770 ἦ μάλα δὴ γάμον ἄμμι πολυμνήστη βασίλεια
4.771 ἀρτύει, οὐδέ τι οἶδεν ὅ οἱ φόνος υἷι τέτυκται.
4.772 ὣς ἄρα τις εἴπεσκε, τὰ δ᾽ οὐκ ἴσαν ὡς ἐτέτυκτο.
4.773 τοῖσιν δ᾽ Ἀντίνοος ἀγορήσατο καὶ μετέειπε:
4.774 δαιμόνιοι, μύθους μὲν ὑπερφιάλους ἀλέασθε
4.775 πάντας ὁμῶς, μή πού τις ἀπαγγείλῃσι καὶ εἴσω.
4.776 ἀλλ᾽ ἄγε σιγῇ τοῖον ἀναστάντες τελέωμεν
4.777 μῦθον, ὃ δὴ καὶ πᾶσιν ἐνὶ φρεσὶν ἤραρεν ἡμῖν.
4.778 ὣς εἰπὼν ἐκρίνατ᾽ ἐείκοσι φῶτας ἀρίστους,
4.779 βὰν δ᾽ ἰέναι ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης.
4.780 νῆα μὲν οὖν πάμπρωτον ἁλὸς βένθοσδε ἔρυσσαν,
4.781 ἐν δ᾽ ἱστόν τ᾽ ἐτίθεντο καὶ ἱστία νηὶ μελαίνῃ,
4.782 ἠρτύναντο δ᾽ ἐρετμὰ τροποῖς ἐν δερματίνοισιν,
4.783 πάντα κατὰ μοῖραν, ἀνά θ᾽ ἱστία λευκὰ πέτασσαν:
4.784 τεύχεα δέ σφ᾽ ἤνεικαν ὑπέρθυμοι θεράποντες.
4.785 ὑψοῦ δ᾽ ἐν νοτίῳ τήν γ᾽ ὥρμισαν, ἐκ δ᾽ ἔβαν αὐτοί:
4.786 ἔνθα δὲ δόρπον ἕλοντο, μένον δ᾽ ἐπὶ ἕσπερον ἐλθεῖν.
4.787 ἡ δ᾽ ὑπερωίῳ αὖθι περίφρων Πηνελόπεια
4.788 κεῖτ᾽ ἄρ᾽ ἄσιτος, ἄπαστος ἐδητύος ἠδὲ ποτῆτος,
4.789 ὁρμαίνουσ᾽ ἤ οἱ θάνατον φύγοι υἱὸς ἀμύμων,
4.790 ἦ ὅ γ᾽ ὑπὸ μνηστῆρσιν ὑπερφιάλοισι δαμείη.
4.791 ὅσσα δὲ μερμήριξε λέων ἀνδρῶν ἐν ὁμίλῳ
4.792 δείσας, ὁππότε μιν δόλιον περὶ κύκλον ἄγωσι,
4.793 τόσσα μιν ὁρμαίνουσαν ἐπήλυθε νήδυμος ὕπνος:
4.794 εὗδε δ᾽ ἀνακλινθεῖσα, λύθεν δέ οἱ ἅψεα πάντα.
4.795 ἔνθ᾽ αὖτ᾽ ἄλλ᾽ ἐνόησε θεά, γλαυκῶπις Ἀθήνη:
4.796 εἴδωλον ποίησε, δέμας δ᾽ ἤικτο γυναικί,
4.797 Ἰφθίμῃ, κούρῃ μεγαλήτορος Ἰκαρίοιο,
4.798 τὴν Εὔμηλος ὄπυιε Φερῇς ἔνι οἰκία ναίων.
4.799 πέμπε δέ μιν πρὸς δώματ᾽ Ὀδυσσῆος θείοιο,
4.800 ἧος Πηνελόπειαν ὀδυρομένην γοόωσαν
4.801 παύσειε κλαυθμοῖο γόοιό τε δακρυόεντος.
4.802 ἐς θάλαμον δ᾽ εἰσῆλθε παρὰ κληῖδος ἱμάντα,
4.803 στῆ δ᾽ ἄρ ὑπὲρ κεφαλῆς, καί μιν πρὸς μῦθον ἔειπεν:
4.804 εὕδεις, Πηνελόπεια, φίλον τετιημένη ἦτορ;
4.805 οὐ μέν σ᾽ οὐδὲ ἐῶσι θεοὶ ῥεῖα ζώοντες
4.806 κλαίειν οὐδ᾽ ἀκάχησθαι, ἐπεί ῥ᾽ ἔτι νόστιμός ἐστι
4.807 σὸς παῖς: οὐ μὲν γάρ τι θεοῖς ἀλιτήμενός ἐστι.
4.808 τὴν δ᾽ ἠμείβετ᾽ ἔπειτα περίφρων Πηνελόπεια,
4.809 ἡδὺ μάλα κνώσσουσ᾽ ἐν ὀνειρείῃσι πύλῃσιν:
4.810 τίπτε, κασιγνήτη, δεῦρ᾽ ἤλυθες; οὔ τι πάρος γε
4.811 πωλέ᾽, ἐπεὶ μάλα πολλὸν ἀπόπροθι δώματα ναίεις:
4.812 καί με κέλεαι παύσασθαι ὀιζύος ἠδ᾽ ὀδυνάων
4.813 πολλέων, αἵ μ᾽ ἐρέθουσι κατὰ φρένα καὶ κατὰ θυμόν,
4.814 ἣ πρὶν μὲν πόσιν ἐσθλὸν ἀπώλεσα θυμολέοντα,
4.815 παντοίῃς ἀρετῇσι κεκασμένον ἐν Δαναοῖσιν,
4.816 ἐσθλόν, τοῦ κλέος εὐρὺ καθ᾽ Ἑλλάδα καὶ μέσον Ἄργος:
4.817 νῦν αὖ παῖς ἀγαπητὸς ἔβη κοίλης ἐπὶ νηός,
4.818 νήπιος, οὔτε πόνων ἐὺ εἰδὼς οὔτ᾽ ἀγοράων.
4.819 τοῦ δὴ ἐγὼ καὶ μᾶλλον ὀδύρομαι ἤ περ ἐκείνου:
4.820 τοῦ δ᾽ ἀμφιτρομέω καὶ δείδια, μή τι πάθῃσιν,
4.821 ἢ ὅ γε τῶν ἐνὶ δήμῳ, ἵν᾽ οἴχεται, ἢ ἐνὶ πόντῳ:
4.822 δυσμενέες γὰρ πολλοὶ ἐπ᾽ αὐτῷ μηχανόωνται,
4.823 ἱέμενοι κτεῖναι πρὶν πατρίδα γαῖαν ἱκέσθαι.
4.824 τὴν δ᾽ ἀπαμειβόμενον προσέφη εἴδωλον ἀμαυρόν:
4.825 θάρσει, μηδέ τι πάγχυ μετὰ φρεσὶ δείδιθι λίην:
4.826 τοίη γάρ οἱ πομπὸς ἅμ᾽ ἔρχεται, ἥν τε καὶ ἄλλοι
4.827 ἀνέρες ἠρήσαντο παρεστάμεναι, δύναται γάρ,
4.828 Παλλὰς Ἀθηναίη: σὲ δ᾽ ὀδυρομένην ἐλεαίρει:
4.829 ἣ νῦν με προέηκε τεῒν τάδε μυθήσασθαι.
4.830 τὴν δ᾽ αὖτε προσέειπε περίφρων Πηνελόπεια:
4.831 εἰ μὲν δὴ θεός ἐσσι θεοῖό τε ἔκλυες αὐδῆς,
4.832 εἰ δ᾽ ἄγε μοι καὶ κεῖνον ὀιζυρὸν κατάλεξον,
4.833 ἤ που ἔτι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο,
4.834 ἦ ἤδη τέθνηκε καὶ εἰν Ἀίδαο δόμοισι.
4.835 τὴν δ᾽ ἀπαμειβόμενον προσέφη εἴδωλον ἀμαυρόν:
4.836 οὐ μέν τοι κεῖνόν γε διηνεκέως ἀγορεύσω,
4.837 ζώει ὅ γ᾽ ἦ τέθνηκε: κακὸν δ᾽ ἀνεμώλια βάζειν.
4.838 ὣς εἰπὸν σταθμοῖο παρὰ κληῖδα λιάσθη
4.839 ἐς πνοιὰς ἀνέμων. ἡ δ᾽ ἐξ ὕπνου ἀνόρουσε
4.840 κούρη Ἰκαρίοιο: φίλον δέ οἱ ἦτορ ἰάνθη,
4.841 ὥς οἱ ἐναργὲς ὄνειρον ἐπέσσυτο νυκτὸς ἀμολγῷ.
4.842 μνηστῆρες δ᾽ ἀναβάντες ἐπέπλεον ὑγρὰ κέλευθα
4.843 Τηλεμάχῳ φόνον αἰπὺν ἐνὶ φρεσὶν ὁρμαίνοντες.
4.844 ἔστι δέ τις νῆσος μέσσῃ ἁλὶ πετρήεσσα,
4.845 μεσσηγὺς Ἰθάκης τε Σάμοιό τε παιπαλοέσσης,
4.846 Ἀστερίς, οὐ μεγάλη: λιμένες δ᾽ ἔνι ναύλοχοι αὐτῇ
4.847 ἀμφίδυμοι: τῇ τόν γε μένον λοχόωντες Ἀχαιοί.
5.1 Ἠὼς δ᾽ ἐκ λεχέων παρ᾽ ἀγαυοῦ Τιθωνοῖο
5.2 ὤρνυθ᾽, ἵν᾽ ἀθανάτοισι φόως φέροι ἠδὲ βροτοῖσιν:
5.3 οἱ δὲ θεοὶ θῶκόνδε καθίζανον, ἐν δ᾽ ἄρα τοῖσι
5.4 Ζεὺς ὑψιβρεμέτης, οὗ τε κράτος ἐστὶ μέγιστον.
5.5 τοῖσι δ᾽ Ἀθηναίη λέγε κήδεα πόλλ᾽ Ὀδυσῆος
5.6 μνησαμένη: μέλε γάρ οἱ ἐὼν ἐν δώμασι νύμφης:
5.7 Ζεῦ πάτερ ἠδ᾽ ἄλλοι μάκαρες θεοὶ αἰὲν ἐόντες,
5.8 μή τις ἔτι πρόφρων ἀγανὸς καὶ ἤπιος ἔστω
5.9 σκηπτοῦχος βασιλεύς, μηδὲ φρεσὶν αἴσιμα εἰδώς,
5.10 ἀλλ᾽ αἰεὶ χαλεπός τ᾽ εἴη καὶ αἴσυλα ῥέζοι:
5.11 ὡς οὔ τις μέμνηται Ὀδυσσῆος θείοιο
5.12 λαῶν οἷσιν ἄνασσε, πατὴρ δ᾽ ὣς ἤπιος ἦεν.
5.13 ἀλλ᾽ ὁ μὲν ἐν νήσῳ κεῖται κρατέρ᾽ ἄλγεα πάσχων
5.14 νύμφης ἐν μεγάροισι Καλυψοῦς, ἥ μιν ἀνάγκῃ
5.15 ἴσχει: ὁ δ᾽ οὐ δύναται ἣν πατρίδα γαῖαν ἱκέσθαι:
5.16 οὐ γάρ οἱ πάρα νῆες ἐπήρετμοι καὶ ἑταῖροι,
5.17 οἵ κέν μιν πέμποιεν ἐπ᾽ εὐρέα νῶτα θαλάσσης.
5.18 νῦν αὖ παῖδ᾽ ἀγαπητὸν ἀποκτεῖναι μεμάασιν
5.19 οἴκαδε νισόμενον: ὁ δ᾽ ἔβη μετὰ πατρὸς ἀκουὴν
5.20 ἐς Πύλον ἠγαθέην ἠδ᾽ ἐς Λακεδαίμονα δῖαν.
5.21 τὴν δ᾽ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς:
5.22 τέκνον ἐμόν, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων.
5.23 οὐ γὰρ δὴ τοῦτον μὲν ἐβούλευσας νόον αὐτή,
5.24 ὡς ἦ τοι κείνους Ὀδυσεὺς ἀποτίσεται ἐλθών;
5.25 Τηλέμαχον δὲ σὺ πέμψον ἐπισταμένως, δύνασαι γάρ,
5.26 ὥς κε μάλ᾽ ἀσκηθὴς ἣν πατρίδα γαῖαν ἵκηται,
5.27 μνηστῆρες δ᾽ ἐν νηὶ: παλιμπετὲς ἀπονέωνται.
5.28 ἦ ῥα καὶ Ἑρμείαν, υἱὸν φίλον, ἀντίον ηὔδα:
5.29 Ἑρμεία, σὺ γὰρ αὖτε τά τ᾽ ἄλλα περ ἄγγελός ἐσσι,
5.30 νύμφῃ ἐυπλοκάμῳ εἰπεῖν νημερτέα βουλήν,
5.31 νόστον Ὀδυσσῆος ταλασίφρονος, ὥς κε νέηται
5.32 οὔτε θεῶν πομπῇ οὔτε θνητῶν ἀνθρώπων:
5.33 ἀλλ᾽ ὅ γ᾽ ἐπὶ σχεδίης πολυδέσμου πήματα πάσχων
5.34 ἤματί κ᾽ εἰκοστῷ Σχερίην ἐρίβωλον ἵκοιτο,
5.35 Φαιήκων ἐς γαῖαν, οἳ ἀγχίθεοι γεγάασιν,
5.36 οἵ κέν μιν περὶ κῆρι θεὸν ὣς τιμήσουσιν,
5.37 πέμψουσιν δ᾽ ἐν νηὶ φίλην ἐς πατρίδα γαῖαν,
5.38 χαλκόν τε χρυσόν τε ἅλις ἐσθῆτά τε δόντες,
5.39 πόλλ᾽, ὅσ᾽ ἂν οὐδέ ποτε Τροίης ἐξήρατ᾽ Ὀδυσσεύς,
5.40 εἴ περ ἀπήμων ἦλθε, λαχὼν ἀπὸ ληίδος αἶσαν.
5.41 ὣς γάρ οἱ μοῖρ᾽ ἐστὶ φίλους τ᾽ ἰδέειν καὶ ἱκέσθαι
5.42 οἶκον ἐς ὑψόροφον καὶ ἑὴν ἐς πατρίδα γαῖαν.
5.43 ὣς ἔφατ᾽, οὐδ᾽ ἀπίθησε διάκτορος ἀργεϊφόντης.
5.44 αὐτίκ᾽ ἔπειθ᾽ ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα,
5.45 ἀμβρόσια χρύσεια, τά μιν φέρον ἠμὲν ἐφ᾽ ὑγρὴν
5.46 ἠδ᾽ ἐπ᾽ ἀπείρονα γαῖαν ἅμα πνοιῇς ἀνέμοιο.
5.47 εἵλετο δὲ ῥάβδον, τῇ τ᾽ ἀνδρῶν ὄμματα θέλγει,
5.48 ὧν ἐθέλει, τοὺς δ᾽ αὖτε καὶ ὑπνώοντας ἐγείρει.
5.49 τὴν μετὰ χερσὶν ἔχων πέτετο κρατὺς ἀργεϊφόντης.
5.50 Πιερίην δ᾽ ἐπιβὰς ἐξ αἰθέρος ἔμπεσε πόντῳ:
5.51 σεύατ᾽ ἔπειτ᾽ ἐπὶ κῦμα λάρῳ ὄρνιθι ἐοικώς,
5.52 ὅς τε κατὰ δεινοὺς κόλπους ἁλὸς ἀτρυγέτοιο
5.53 ἰχθῦς ἀγρώσσων πυκινὰ πτερὰ δεύεται ἅλμῃ:
5.54 τῷ ἴκελος πολέεσσιν ὀχήσατο κύμασιν Ἑρμῆς.
5.55 ἀλλ᾽ ὅτε δὴ τὴν νῆσον ἀφίκετο τηλόθ᾽ ἐοῦσαν,
5.56 ἔνθ᾽ ἐκ πόντου βὰς ἰοειδέος ἤπειρόνδε
5.57 ἤιεν, ὄφρα μέγα σπέος ἵκετο, τῷ ἔνι νύμφη
5.58 ναῖεν ἐυπλόκαμος: τὴν δ᾽ ἔνδοθι τέτμεν ἐοῦσαν.
5.59 πῦρ μὲν ἐπ᾽ ἐσχαρόφιν μέγα καίετο, τηλόσε δ᾽ ὀδμὴ
5.60 κέδρου τ᾽ εὐκεάτοιο θύου τ᾽ ἀνὰ νῆσον ὀδώδει
5.61 δαιομένων: ἡ δ᾽ ἔνδον ἀοιδιάουσ᾽ ὀπὶ καλῇ
5.62 ἱστὸν ἐποιχομένη χρυσείῃ κερκίδ᾽ ὕφαινεν.
5.63 ὕλη δὲ σπέος ἀμφὶ πεφύκει τηλεθόωσα,
5.64 κλήθρη τ᾽ αἴγειρός τε καὶ εὐώδης κυπάρισσος.
5.65 ἔνθα δέ τ᾽ ὄρνιθες τανυσίπτεροι εὐνάζοντο,
5.66 σκῶπές τ᾽ ἴρηκές τε τανύγλωσσοί τε κορῶναι
5.67 εἰνάλιαι, τῇσίν τε θαλάσσια ἔργα μέμηλεν.
5.68 ἡ δ᾽ αὐτοῦ τετάνυστο περὶ σπείους γλαφυροῖο
5.69 ἡμερὶς ἡβώωσα, τεθήλει δὲ σταφυλῇσι.
5.70 κρῆναι δ᾽ ἑξείης πίσυρες ῥέον ὕδατι λευκῷ,
5.71 πλησίαι ἀλλήλων τετραμμέναι ἄλλυδις ἄλλη.
5.72 ἀμφὶ δὲ λειμῶνες μαλακοὶ ἴου ἠδὲ σελίνου
5.73 θήλεον. ἔνθα κ᾽ ἔπειτα καὶ ἀθάνατός περ ἐπελθὼν
5.74 θηήσαιτο ἰδὼν καὶ τερφθείη φρεσὶν ᾗσιν.
5.75 ἔνθα στὰς θηεῖτο διάκτορος ἀργεϊφόντης.
5.76 αὐτὰρ ἐπεὶ δὴ πάντα ἑῷ θηήσατο θυμῷ,
5.77 αὐτίκ᾽ ἄρ᾽ εἰς εὐρὺ σπέος ἤλυθεν. οὐδέ μιν ἄντην
5.78 ἠγνοίησεν ἰδοῦσα Καλυψώ, δῖα θεάων:
5.79 οὐ γάρ τ᾽ ἀγνῶτες θεοὶ ἀλλήλοισι πέλονται
5.80 ἀθάνατοι, οὐδ᾽ εἴ τις ἀπόπροθι δώματα ναίει.
5.81 οὐδ᾽ ἄρ᾽ Ὀδυσσῆα μεγαλήτορα ἔνδον ἔτετμεν,
5.82 ἀλλ᾽ ὅ γ᾽ ἐπ᾽ ἀκτῆς κλαῖε καθήμενος, ἔνθα πάρος περ,
5.83 δάκρυσι καὶ στοναχῇσι καὶ ἄλγεσι θυμὸν ἐρέχθων.
5.84 πόντον ἐπ᾽ ἀτρύγετον δερκέσκετο δάκρυα λείβων.
5.85 Ἑρμείαν δ᾽ ἐρέεινε Καλυψώ, δῖα θεάων,
5.86 ἐν θρόνῳ ἱδρύσασα φαεινῷ σιγαλόεντι:
5.87 τίπτε μοι, Ἑρμεία χρυσόρραπι, εἰλήλουθας
5.88 αἰδοῖός τε φίλος τε; πάρος γε μὲν οὔ τι θαμίζεις.
5.89 αὔδα ὅ τι φρονέεις: τελέσαι δέ με θυμὸς ἄνωγεν,
5.90 εἰ δύναμαι τελέσαι γε καὶ εἰ τετελεσμένον ἐστίν.
5.91 ἀλλ᾽ ἕπεο προτέρω, ἵνα τοι πὰρ ξείνια θείω.
5.92 ὥς ἄρα φωνήσασα θεὰ παρέθηκε τράπεζαν
5.93 ἀμβροσίης πλήσασα, κέρασσε δὲ νέκταρ ἐρυθρόν.
5.94 αὐτὰρ ὁ πῖνε καὶ ἦσθε διάκτορος ἀργεϊφόντης.
5.95 αὐτὰρ ἐπεὶ δείπνησε καὶ ἤραρε θυμὸν ἐδωδῇ,
5.96 καὶ τότε δή μιν ἔπεσσιν ἀμειβόμενος προσέειπεν:
5.97 εἰρωτᾷς μ᾽ ἐλθόντα θεὰ θεόν: αὐτὰρ ἐγώ τοι
5.98 νημερτέως τὸν μῦθον ἐνισπήσω: κέλεαι γάρ.
5.99 Ζεὺς ἐμέ γ᾽ ἠνώγει δεῦρ᾽ ἐλθέμεν οὐκ ἐθέλοντα:
5.100 τίς δ᾽ ἂν ἑκὼν τοσσόνδε διαδράμοι ἁλμυρὸν ὕδωρ
5.101 ἄσπετον; οὐδέ τις ἄγχι βροτῶν πόλις, οἵ τε θεοῖσιν
5.102 ἱερά τε ῥέζουσι καὶ ἐξαίτους ἑκατόμβας.
5.103 ἀλλὰ μάλ᾽ οὔ πως ἔστι Διὸς νόον αἰγιόχοιο
5.104 οὔτε παρεξελθεῖν ἄλλον θεὸν οὔθ᾽ ἁλιῶσαι.
5.105 φησί τοι ἄνδρα παρεῖναι ὀιζυρώτατον ἄλλων,
5.106 τῶν ἀνδρῶν, οἳ ἄστυ πέρι Πριάμοιο μάχοντο
5.107 εἰνάετες, δεκάτῳ δὲ πόλιν πέρσαντες ἔβησαν
5.108 οἴκαδ᾽: ἀτὰρ ἐν νόστῳ Ἀθηναίην ἀλίτοντο,
5.109 ἥ σφιν ἐπῶρσ᾽ ἄνεμόν τε κακὸν καὶ κύματα μακρά.
5.110 ἔνθ᾽ ἄλλοι μὲν πάντες ἀπέφθιθεν ἐσθλοὶ ἑταῖροι,
5.111 τὸν δ᾽ ἄρα δεῦρ᾽ ἄνεμός τε φέρων καὶ κῦμα πέλασσε.
5.112 τὸν νῦν σ᾽ ἠνώγειν ἀποπεμπέμεν ὅττι τάχιστα:
5.113 οὐ γάρ οἱ τῇδ᾽ αἶσα φίλων ἀπονόσφιν ὀλέσθαι,
5.114 ἀλλ᾽ ἔτι οἱ μοῖρ᾽ ἐστὶ φίλους τ᾽ ἰδέειν καὶ ἱκέσθαι
5.115 οἶκον ἐς ὑψόροφον καὶ ἑὴν ἐς πατρίδα γαῖαν.
5.116 ὣς φάτο, ῥίγησεν δὲ Καλυψώ, δῖα θεάων,
5.117 καί μιν φωνήσασ᾽ ἔπεα πτερόεντα προσηύδα:
5.118 σχέτλιοί ἐστε, θεοί, ζηλήμονες ἔξοχον ἄλλων,
5.119 οἵ τε θεαῖς ἀγάασθε παρ᾽ ἀνδράσιν εὐνάζεσθαι
5.120 ἀμφαδίην, ἤν τίς τε φίλον ποιήσετ᾽ ἀκοίτην.
5.121 ὣς μὲν ὅτ᾽ Ὠρίων᾽ ἕλετο ῥοδοδάκτυλος Ἠώς,
5.122 τόφρα οἱ ἠγάασθε θεοὶ ῥεῖα ζώοντες,
5.123 ἧος ἐν Ὀρτυγίῃ χρυσόθρονος Ἄρτεμις ἁγνὴ
5.124 οἷς ἀγανοῖς βελέεσσιν ἐποιχομένη κατέπεφνεν.
5.125 ὣς δ᾽ ὁπότ᾽ Ἰασίωνι ἐυπλόκαμος Δημήτηρ,
5.126 ᾧ θυμῷ εἴξασα, μίγη φιλότητι καὶ εὐνῇ
5.127 νειῷ ἔνι τριπόλῳ: οὐδὲ δὴν ἦεν ἄπυστος
5.128 Ζεύς, ὅς μιν κατέπεφνε βαλὼν ἀργῆτι κεραυνῷ.
5.129 ὥς δ᾽ αὖ νῦν μοι ἄγασθε, θεοί, βροτὸν ἄνδρα παρεῖναι.
5.130 τὸν μὲν ἐγὼν ἐσάωσα περὶ τρόπιος βεβαῶτα
5.131 οἶον, ἐπεί οἱ νῆα θοὴν ἀργῆτι κεραυνῷ
5.132 Ζεὺς ἔλσας ἐκέασσε μέσῳ ἐνὶ οἴνοπι πόντῳ.
5.133 ἔνθ᾽ ἄλλοι μὲν πάντες ἀπέφθιθεν ἐσθλοὶ ἑταῖροι,
5.134 τὸν δ᾽ ἄρα δεῦρ᾽ ἄνεμός τε φέρων καὶ κῦμα πέλασσε.
5.135 τὸν μὲν ἐγὼ φίλεόν τε καὶ ἔτρεφον, ἠδὲ ἔφασκον
5.136 θήσειν ἀθάνατον καὶ ἀγήραον ἤματα πάντα.
5.137 ἀλλ᾽ ἐπεὶ οὔ πως ἔστι Διὸς νόον αἰγιόχοιο
5.138 οὔτε παρεξελθεῖν ἄλλον θεὸν οὔθ᾽ ἁλιῶσαι,
5.139 ἐρρέτω, εἴ μιν κεῖνος ἐποτρύνει καὶ ἀνώγει,
5.140 πόντον ἐπ᾽ ἀτρύγετον: πέμψω δέ μιν οὔ πῃ ἐγώ γε:
5.141 οὐ γάρ μοι πάρα νῆες ἐπήρετμοι καὶ ἑταῖροι,
5.142 οἵ κέν μιν πέμποιεν ἐπ᾽ εὐρέα νῶτα θαλάσσης.
5.143 αὐτάρ οἱ πρόφρων ὑποθήσομαι, οὐδ᾽ ἐπικεύσω,
5.144 ὥς κε μάλ᾽ ἀσκηθὴς ἣν πατρίδα γαῖαν ἵκηται.
5.145 τὴν δ᾽ αὖτε προσέειπε διάκτορος ἀργεϊφόντης:
5.146 οὕτω νῦν ἀπόπεμπε, Διὸς δ᾽ ἐποπίζεο μῆνιν,
5.147 μή πώς τοι μετόπισθε κοτεσσάμενος χαλεπήνῃ.
5.148 ὣς ἄρα φωνήσας ἀπέβη κρατὺς ἀργεϊφόντης:
5.149 ἡ δ᾽ ἐπ᾽ Ὀδυσσῆα μεγαλήτορα πότνια νύμφη
5.150 ἤι᾽, ἐπεὶ δὴ Ζηνὸς ἐπέκλυεν ἀγγελιάων.
5.151 τὸν δ᾽ ἄρ᾽ ἐπ᾽ ἀκτῆς εὗρε καθήμενον: οὐδέ ποτ᾽ ὄσσε
5.152 δακρυόφιν τέρσοντο, κατείβετο δὲ γλυκὺς αἰὼν
5.153 νόστον ὀδυρομένῳ, ἐπεὶ οὐκέτι ἥνδανε νύμφη.
5.154 ἀλλ᾽ ἦ τοι νύκτας μὲν ἰαύεσκεν καὶ ἀνάγκῃ
5.155 ἐν σπέσσι γλαφυροῖσι παρ᾽ οὐκ ἐθέλων ἐθελούσῃ:
5.156 ἤματα δ᾽ ἂμ πέτρῃσι καὶ ἠιόνεσσι καθίζων
5.157 δάκρυσι καὶ στοναχῇσι καὶ ἄλγεσι θυμὸν ἐρέχθων
5.158 πόντον ἐπ᾽ ἀτρύγετον δερκέσκετο δάκρυα λείβων.
5.159 ἀγχοῦ δ᾽ ἱσταμένη προσεφώνεε δῖα θεάων:
5.160 κάμμορε, μή μοι ἔτ᾽ ἐνθάδ᾽ ὀδύρεο, μηδέ τοι αἰὼν
5.161 φθινέτω: ἤδη γάρ σε μάλα πρόφρασσ᾽ ἀποπέμψω.
5.162 ἀλλ᾽ ἄγε δούρατα μακρὰ ταμὼν ἁρμόζεο χαλκῷ
5.163 εὐρεῖαν σχεδίην: ἀτὰρ ἴκρια πῆξαι ἐπ᾽ αὐτῆς
5.164 ὑψοῦ, ὥς σε φέρῃσιν ἐπ᾽ ἠεροειδέα πόντον.
5.165 αὐτὰρ ἐγὼ σῖτον καὶ ὕδωρ καὶ οἶνον ἐρυθρὸν
5.166 ἐνθήσω μενοεικέ᾽, ἅ κέν τοι λιμὸν ἐρύκοι,
5.167 εἵματά τ᾽ ἀμφιέσω: πέμψω δέ τοι οὖρον ὄπισθεν,
5.168 ὥς κε μάλ᾽ ἀσκηθὴς σὴν πατρίδα γαῖαν ἵκηαι,
5.169 αἴ κε θεοί γ᾽ ἐθέλωσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,
5.170 οἵ μευ φέρτεροί εἰσι νοῆσαί τε κρῆναί τε.
5.171 ὣς φάτο, ῥίγησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,
5.172 καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα:
5.173 ἄλλο τι δὴ σύ, θεά, τόδε μήδεαι, οὐδέ τι πομπήν,
5.174 ἥ με κέλεαι σχεδίῃ περάαν μέγα λαῖτμα θαλάσσης,
5.175 δεινόν τ᾽ ἀργαλέον τε: τὸ δ᾽ οὐδ᾽ ἐπὶ νῆες ἐῖσαι
5.176 ὠκύποροι περόωσιν, ἀγαλλόμεναι Διὸς οὔρῳ.
5.177 οὐδ᾽ ἂν ἐγὼν ἀέκητι σέθεν σχεδίης ἐπιβαίην,
5.178 εἰ μή μοι τλαίης γε, θεά, μέγαν ὅρκον ὀμόσσαι
5.179 μή τί μοι αὐτῷ πῆμα κακὸν βουλευσέμεν ἄλλο.
5.180 ὣς φάτο, μείδησεν δὲ Καλυψὼ δῖα θεάων,
5.181 χειρί τέ μιν κατέρεξεν ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζεν:
5.182 ἦ δὴ ἀλιτρός γ᾽ ἐσσὶ καὶ οὐκ ἀποφώλια εἰδώς,
5.183 οἷον δὴ τὸν μῦθον ἐπεφράσθης ἀγορεῦσαι.
5.184 ἴστω νῦν τόδε γαῖα καὶ οὐρανὸς εὐρὺς ὕπερθε
5.185 καὶ τὸ κατειβόμενον Στυγὸς ὕδωρ, ὅς τε μέγιστος
5.186 ὅρκος δεινότατός τε πέλει μακάρεσσι θεοῖσι,
5.187 μή τί τοι αὐτῷ πῆμα κακὸν βουλευσέμεν ἄλλο.
5.188 ἀλλὰ τὰ μὲν νοέω καὶ φράσσομαι, ἅσσ᾽ ἂν ἐμοί περ
5.189 αὐτῇ μηδοίμην, ὅτε με χρειὼ τόσον ἵκοι:
5.190 καὶ γὰρ ἐμοὶ νόος ἐστὶν ἐναίσιμος, οὐδέ μοι αὐτῇ
5.191 θυμὸς ἐνὶ στήθεσσι σιδήρεος, ἀλλ᾽ ἐλεήμων.
5.192 ὣς ἄρα φωνήσασ᾽ ἡγήσατο δῖα θεάων
5.193 καρπαλίμως: ὁ δ᾽ ἔπειτα μετ᾽ ἴχνια βαῖνε θεοῖο.
5.194 ἷξον δὲ σπεῖος γλαφυρὸν θεὸς ἠδὲ καὶ ἀνήρ,
5.195 καί ῥ᾽ ὁ μὲν ἔνθα καθέζετ᾽ ἐπὶ θρόνου ἔνθεν ἀνέστη
5.196 Ἑρμείας, νύμφη δ᾽ ἐτίθει πάρα πᾶσαν ἐδωδήν,
5.197 ἔσθειν καὶ πίνειν, οἷα βροτοὶ ἄνδρες ἔδουσιν:
5.198 αὐτὴ δ᾽ ἀντίον ἷζεν Ὀδυσσῆος θείοιο,
5.199 τῇ δὲ παρ᾽ ἀμβροσίην δμῳαὶ καὶ νέκταρ ἔθηκαν.
5.200 οἱ δ᾽ ἐπ᾽ ὀνείαθ᾽ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
5.201 αὐτὰρ ἐπεὶ τάρπησαν ἐδητύος ἠδὲ ποτῆτος,
5.202 τοῖς ἄρα μύθων ἦρχε Καλυψώ, δῖα θεάων:
5.203 διογενὲς Λαερτιάδη, πολυμήχαν᾽ Ὀδυσσεῦ,
5.204 οὕτω δὴ οἶκόνδε φίλην ἐς πατρίδα γαῖαν
5.205 αὐτίκα νῦν ἐθέλεις ἰέναι; σὺ δὲ χαῖρε καὶ ἔμπης.
5.206 εἴ γε μὲν εἰδείης σῇσι φρεσὶν ὅσσα τοι αἶσα
5.207 κήδε᾽ ἀναπλῆσαι, πρὶν πατρίδα γαῖαν ἱκέσθαι,
5.208 ἐνθάδε κ᾽ αὖθι μένων σὺν ἐμοὶ τόδε δῶμα φυλάσσοις
5.209 ἀθάνατός τ᾽ εἴης, ἱμειρόμενός περ ἰδέσθαι
5.210 σὴν ἄλοχον, τῆς τ᾽ αἰὲν ἐέλδεαι ἤματα πάντα.
5.211 οὐ μέν θην κείνης γε χερείων εὔχομαι εἶναι,
5.212 οὐ δέμας οὐδὲ φυήν, ἐπεὶ οὔ πως οὐδὲ ἔοικεν
5.213 θνητὰς ἀθανάτῃσι δέμας καὶ εἶδος ἐρίζειν.
5.214 τὴν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς:
5.215 πότνα θεά, μή μοι τόδε χώεο: οἶδα καὶ αὐτὸς
5.216 πάντα μάλ᾽, οὕνεκα σεῖο περίφρων Πηνελόπεια
5.217 εἶδος ἀκιδνοτέρη μέγεθός τ᾽ εἰσάντα ἰδέσθαι:
5.218 ἡ μὲν γὰρ βροτός ἐστι, σὺ δ᾽ ἀθάνατος καὶ ἀγήρως.
5.219 ἀλλὰ καὶ ὣς ἐθέλω καὶ ἐέλδομαι ἤματα πάντα
5.220 οἴκαδέ τ᾽ ἐλθέμεναι καὶ νόστιμον ἦμαρ ἰδέσθαι.
5.221 εἰ δ᾽ αὖ τις ῥαίῃσι θεῶν ἐνὶ οἴνοπι πόντῳ,
5.222 τλήσομαι ἐν στήθεσσιν ἔχων ταλαπενθέα θυμόν:
5.223 ἤδη γὰρ μάλα πολλὰ πάθον καὶ πολλὰ μόγησα
5.224 κύμασι καὶ πολέμῳ: μετὰ καὶ τόδε τοῖσι γενέσθω.
5.225 ὣς ἔφατ᾽, ἠέλιος δ᾽ ἄρ᾽ ἔδυ καὶ ἐπὶ κνέφας ἦλθεν:
5.226 ἐλθόντες δ᾽ ἄρα τώ γε μυχῷ σπείους γλαφυροῖο
5.227 τερπέσθην φιλότητι, παρ᾽ ἀλλήλοισι μένοντες.
5.228 ἦμος δ᾽ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
5.229 αὐτίχ᾽ ὁ μὲν χλαῖνάν τε χιτῶνά τε ἕννυτ᾽ Ὀδυσσεύς,
5.230 αὐτὴ δ᾽ ἀργύφεον φᾶρος μέγα ἕννυτο νύμφη,
5.231 λεπτὸν καὶ χαρίεν, περὶ δὲ ζώνην βάλετ᾽ ἰξυῖ
5.232 καλὴν χρυσείην, κεφαλῇ δ᾽ ἐφύπερθε καλύπτρην.
5.233 καὶ τότ᾽ Ὀδυσσῆι μεγαλήτορι μήδετο πομπήν:
5.234 δῶκέν οἱ πέλεκυν μέγαν, ἄρμενον ἐν παλάμῃσι,
5.235 χάλκεον, ἀμφοτέρωθεν ἀκαχμένον: αὐτὰρ ἐν αὐτῷ
5.236 στειλειὸν περικαλλὲς ἐλάινον, εὖ ἐναρηρός:
5.237 δῶκε δ᾽ ἔπειτα σκέπαρνον ἐύξοον: ἦρχε δ᾽ ὁδοῖο
5.238 νήσου ἐπ᾽ ἐσχατιῆς, ὅθι δένδρεα μακρὰ πεφύκει,
5.239 κλήθρη τ᾽ αἴγειρός τ᾽, ἐλάτη τ᾽ ἦν οὐρανομήκης,
5.240 αὖα πάλαι, περίκηλα, τά οἱ πλώοιεν ἐλαφρῶς.
5.241 αὐτὰρ ἐπεὶ δὴ δεῖξ᾽, ὅθι δένδρεα μακρὰ πεφύκει,
5.242 ἡ μὲν ἔβη πρὸς δῶμα Καλυψώ, δῖα θεάων,
5.243 αὐτὰρ ὁ τάμνετο δοῦρα: θοῶς δέ οἱ ἤνυτο ἔργον.
5.244 εἴκοσι δ᾽ ἔκβαλε πάντα, πελέκκησεν δ᾽ ἄρα χαλκῷ,
5.245 ξέσσε δ᾽ ἐπισταμένως καὶ ἐπὶ στάθμην ἴθυνεν.
5.246 τόφρα δ᾽ ἔνεικε τέρετρα Καλυψώ, δῖα θεάων:
5.247 τέτρηνεν δ᾽ ἄρα πάντα καὶ ἥρμοσεν ἀλλήλοισιν,
5.248 γόμφοισιν δ᾽ ἄρα τήν γε καὶ ἁρμονίῃσιν ἄρασσεν.
5.249 ὅσσον τίς τ᾽ ἔδαφος νηὸς τορνώσεται ἀνὴρ
5.250 φορτίδος εὐρείης, ἐὺ εἰδὼς τεκτοσυνάων,
5.251 τόσσον ἔπ᾽ εὐρεῖαν σχεδίην ποιήσατ᾽ Ὀδυσσεύς.
5.252 ἴκρια δὲ στήσας, ἀραρὼν θαμέσι σταμίνεσσι,
5.253 ποίει: ἀτὰρ μακρῇσιν ἐπηγκενίδεσσι τελεύτα.
5.254 ἐν δ᾽ ἱστὸν ποίει καὶ ἐπίκριον ἄρμενον αὐτῷ:
5.255 πρὸς δ᾽ ἄρα πηδάλιον ποιήσατο, ὄφρ᾽ ἰθύνοι.
5.256 φράξε δέ μιν ῥίπεσσι διαμπερὲς οἰσυΐνῃσι
5.257 κύματος εἶλαρ ἔμεν: πολλὴν δ᾽ ἐπεχεύατο ὕλην.
5.258 τόφρα δὲ φάρε᾽ ἔνεικε Καλυψώ, δῖα θεάων,
5.259 ἱστία ποιήσασθαι: ὁ δ᾽ εὖ τεχνήσατο καὶ τά.
5.260 ἐν δ᾽ ὑπέρας τε κάλους τε πόδας τ᾽ ἐνέδησεν ἐν αὐτῇ,
5.261 μοχλοῖσιν δ᾽ ἄρα τήν γε κατείρυσεν εἰς ἅλα δῖαν.
5.262 τέτρατον ἦμαρ ἔην, καὶ τῷ τετέλεστο ἅπαντα:
5.263 τῷ δ᾽ ἄρα πέμπτῳ πέμπ᾽ ἀπὸ νήσου δῖα Καλυψώ,
5.264 εἵματά τ᾽ ἀμφιέσασα θυώδεα καὶ λούσασα.
5.265 ἐν δέ οἱ ἀσκὸν ἔθηκε θεὰ μέλανος οἴνοιο
5.266 τὸν ἕτερον, ἕτερον δ᾽ ὕδατος μέγαν, ἐν δὲ καὶ ᾖα
5.267 κωρύκῳ: ἐν δέ οἱ ὄψα τίθει μενοεικέα πολλά:
5.268 οὖρον δὲ προέηκεν ἀπήμονά τε λιαρόν τε.
5.269 γηθόσυνος δ᾽ οὔρῳ πέτασ᾽ ἱστία δῖος Ὀδυσσεύς.
5.270 αὐτὰρ ὁ πηδαλίῳ ἰθύνετο τεχνηέντως
5.271 ἥμενος, οὐδέ οἱ ὕπνος ἐπὶ βλεφάροισιν ἔπιπτεν
5.272 Πληιάδας τ᾽ ἐσορῶντι καὶ ὀψὲ δύοντα Βοώτην
5.273 Ἄρκτον θ᾽, ἣν καὶ ἄμαξαν ἐπίκλησιν καλέουσιν,
5.274 ἥ τ᾽ αὐτοῦ στρέφεται καί τ᾽ Ὠρίωνα δοκεύει,
5.275 οἴη δ᾽ ἄμμορός ἐστι λοετρῶν Ὠκεανοῖο:
5.276 τὴν γὰρ δή μιν ἄνωγε Καλυψώ, δῖα θεάων,
5.277 ποντοπορευέμεναι ἐπ᾽ ἀριστερὰ χειρὸς ἔχοντα.
5.278 ἑπτὰ δὲ καὶ δέκα μὲν πλέεν ἤματα ποντοπορεύων,
5.279 ὀκτωκαιδεκάτῃ δ᾽ ἐφάνη ὄρεα σκιόεντα
5.280 γαίης Φαιήκων, ὅθι τ᾽ ἄγχιστον πέλεν αὐτῷ:
5.281 εἴσατο δ᾽ ὡς ὅτε ῥινὸν ἐν ἠεροειδέι πόντῳ.
5.282 τὸν δ᾽ ἐξ Αἰθιόπων ἀνιὼν κρείων ἐνοσίχθων
5.283 τηλόθεν ἐκ Σολύμων ὀρέων ἴδεν: εἴσατο γάρ οἱ
5.284 πόντον ἐπιπλώων. ὁ δ᾽ ἐχώσατο κηρόθι μᾶλλον,
5.285 κινήσας δὲ κάρη προτὶ ὃν μυθήσατο θυμόν:
5.286 ὢ πόποι, ἦ μάλα δὴ μετεβούλευσαν θεοὶ ἄλλως
5.287 ἀμφ᾽ Ὀδυσῆι ἐμεῖο μετ᾽ Αἰθιόπεσσιν ἐόντος,
5.288 καὶ δὴ Φαιήκων γαίης σχεδόν, ἔνθα οἱ αἶσα
5.289 ἐκφυγέειν μέγα πεῖραρ ὀιζύος, ἥ μιν ἱκάνει.
5.290 ἀλλ᾽ ἔτι μέν μίν φημι ἅδην ἐλάαν κακότητος.
5.291 ὣς εἰπὼν σύναγεν νεφέλας, ἐτάραξε δὲ πόντον
5.292 χερσὶ τρίαιναν ἑλών: πάσας δ᾽ ὀρόθυνεν ἀέλλας
5.293 παντοίων ἀνέμων, σὺν δὲ νεφέεσσι κάλυψε
5.294 γαῖαν ὁμοῦ καὶ πόντον: ὀρώρει δ᾽ οὐρανόθεν νύξ.
5.295 σὺν δ᾽ Εὖρός τε Νότος τ᾽ ἔπεσον Ζέφυρός τε δυσαὴς
5.296 καὶ Βορέης αἰθρηγενέτης, μέγα κῦμα κυλίνδων.
5.297 καὶ τότ᾽ Ὀδυσσῆος λύτο γούνατα καὶ φίλον ἦτορ,
5.298 ὀχθήσας δ᾽ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν:
5.299 ὤ μοι ἐγὼ δειλός, τί νύ μοι μήκιστα γένηται;
5.300 δείδω μὴ δὴ πάντα θεὰ νημερτέα εἶπεν,
5.301 ἥ μ᾽ ἔφατ᾽ ἐν πόντῳ, πρὶν πατρίδα γαῖαν ἱκέσθαι,
5.302 ἄλγε᾽ ἀναπλήσειν: τὰ δὲ δὴ νῦν πάντα τελεῖται.
5.303 οἵοισιν νεφέεσσι περιστέφει οὐρανὸν εὐρὺν
5.304 Ζεύς, ἐτάραξε δὲ πόντον, ἐπισπέρχουσι δ᾽ ἄελλαι
5.305 παντοίων ἀνέμων. νῦν μοι σῶς αἰπὺς ὄλεθρος.
5.306 τρὶς μάκαρες Δαναοὶ καὶ τετράκις, οἳ τότ᾽ ὄλοντο
5.307 Τροίῃ ἐν εὐρείῃ χάριν Ἀτρεΐδῃσι φέροντες.
5.308 ὡς δὴ ἐγώ γ᾽ ὄφελον θανέειν καὶ πότμον ἐπισπεῖν
5.309 ἤματι τῷ ὅτε μοι πλεῖστοι χαλκήρεα δοῦρα
5.310 Τρῶες ἐπέρριψαν περὶ Πηλεΐωνι θανόντι.
5.311 τῷ κ᾽ ἔλαχον κτερέων, καί μευ κλέος ἦγον Ἀχαιοί:
5.312 νῦν δέ λευγαλέῳ θανάτῳ εἵμαρτο ἁλῶναι.
5.313 ὣς ἄρα μιν εἰπόντ᾽ ἔλασεν μέγα κῦμα κατ᾽ ἄκρης
5.314 δεινὸν ἐπεσσύμενον, περὶ δὲ σχεδίην ἐλέλιξε.
5.315 τῆλε δ᾽ ἀπὸ σχεδίης αὐτὸς πέσε, πηδάλιον δὲ
5.316 ἐκ χειρῶν προέηκε: μέσον δέ οἱ ἱστὸν ἔαξεν
5.317 δεινὴ μισγομένων ἀνέμων ἐλθοῦσα θύελλα,
5.318 τηλοῦ δὲ σπεῖρον καὶ ἐπίκριον ἔμπεσε πόντῳ.
5.319 τὸν δ᾽ ἄρ᾽ ὑπόβρυχα θῆκε πολὺν χρόνον, οὐδ᾽ ἐδυνάσθη
5.320 αἶψα μάλ᾽ ἀνσχεθέειν μεγάλου ὑπὸ κύματος ὁρμῆς:
5.321 εἵματα γάρ ῥ᾽ ἐβάρυνε, τά οἱ πόρε δῖα Καλυψώ.
5.322 ὀψὲ δὲ δή ῥ᾽ ἀνέδυ, στόματος δ᾽ ἐξέπτυσεν ἅλμην
5.323 πικρήν, ἥ οἱ πολλὴ ἀπὸ κρατὸς κελάρυζεν.
5.324 ἀλλ᾽ οὐδ᾽ ὣς σχεδίης ἐπελήθετο, τειρόμενός περ,
5.325 ἀλλὰ μεθορμηθεὶς ἐνὶ κύμασιν ἐλλάβετ᾽ αὐτῆς,
5.326 ἐν μέσσῃ δὲ καθῖζε τέλος θανάτου ἀλεείνων.
5.327 τὴν δ᾽ ἐφόρει μέγα κῦμα κατὰ ῥόον ἔνθα καὶ ἔνθα.
5.328 ὡς δ᾽ ὅτ᾽ ὀπωρινὸς Βορέης φορέῃσιν ἀκάνθας
5.329 ἂμ πεδίον, πυκιναὶ δὲ πρὸς ἀλλήλῃσιν ἔχονται,
5.330 ὣς τὴν ἂμ πέλαγος ἄνεμοι φέρον ἔνθα καὶ ἔνθα:
5.331 ἄλλοτε μέν τε Νότος Βορέῃ προβάλεσκε φέρεσθαι,
5.332 ἄλλοτε δ᾽ αὖτ᾽ Εὖρος Ζεφύρῳ εἴξασκε διώκειν.
5.333 τὸν δὲ ἴδεν Κάδμου θυγάτηρ, καλλίσφυρος Ἰνώ,
5.334 Λευκοθέη, ἣ πρὶν μὲν ἔην βροτὸς αὐδήεσσα,
5.335 νῦν δ᾽ ἁλὸς ἐν πελάγεσσι θεῶν ἒξ ἔμμορε τιμῆς.
5.336 ἥ ῥ᾽ Ὀδυσῆ᾽ ἐλέησεν ἀλώμενον, ἄλγε᾽ ἔχοντα,
5.337 αἰθυίῃ δ᾽ ἐικυῖα ποτῇ ἀνεδύσετο λίμνης,
5.338 ἷζε δ᾽ ἐπὶ σχεδίης πολυδέσμου εἶπέ τε μῦθον:
5.339 κάμμορε, τίπτε τοι ὧδε Ποσειδάων ἐνοσίχθων
5.340 ὠδύσατ᾽ ἐκπάγλως, ὅτι τοι κακὰ πολλὰ φυτεύει;
5.341 οὐ μὲν δή σε καταφθίσει μάλα περ μενεαίνων.
5.342 ἀλλὰ μάλ᾽ ὧδ᾽ ἔρξαι, δοκέεις δέ μοι οὐκ ἀπινύσσειν:
5.343 εἵματα ταῦτ᾽ ἀποδὺς σχεδίην ἀνέμοισι φέρεσθαι
5.344 κάλλιπ᾽, ἀτὰρ χείρεσσι νέων ἐπιμαίεο νόστου
5.345 γαίης Φαιήκων, ὅθι τοι μοῖρ᾽ ἐστὶν ἀλύξαι.
5.346 τῆ δέ, τόδε κρήδεμνον ὑπὸ στέρνοιο τανύσσαι
5.347 ἄμβροτον: οὐδέ τί τοι παθέειν δέος οὐδ᾽ ἀπολέσθαι.
5.348 αὐτὰρ ἐπὴν χείρεσσιν ἐφάψεαι ἠπείροιο,
5.349 ἂψ ἀπολυσάμενος βαλέειν εἰς οἴνοπα πόντον
5.350 πολλὸν ἀπ᾽ ἠπείρου, αὐτὸς δ᾽ ἀπονόσφι τραπέσθαι.
5.351 ὣς ἄρα φωνήσασα θεὰ κρήδεμνον ἔδωκεν,
5.352 αὐτὴ δ᾽ ἂψ ἐς πόντον ἐδύσετο κυμαίνοντα
5.353 αἰθυίῃ ἐικυῖα: μέλαν δέ ἑ κῦμα κάλυψεν.
5.354 αὐτὰρ ὁ μερμήριξε πολύτλας δῖος Ὀδυσσεύς,
5.355 ὀχθήσας δ᾽ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν:
5.356 ὤ μοι ἐγώ, μή τίς μοι ὑφαίνῃσιν δόλον αὖτε
5.357 ἀθανάτων, ὅ τέ με σχεδίης ἀποβῆναι ἀνώγει.
5.358 ἀλλὰ μάλ᾽ οὔ πω πείσομ᾽, ἐπεὶ ἑκὰς ὀφθαλμοῖσιν
5.359 γαῖαν ἐγὼν ἰδόμην, ὅθι μοι φάτο φύξιμον εἶναι.
5.360 ἀλλὰ μάλ᾽ ὧδ᾽ ἔρξω, δοκέει δέ μοι εἶναι ἄριστον:
5.361 ὄφρ᾽ ἂν μέν κεν δούρατ᾽ ἐν ἁρμονίῃσιν ἀρήρῃ,
5.362 τόφρ᾽ αὐτοῦ μενέω καὶ τλήσομαι ἄλγεα πάσχων:
5.363 αὐτὰρ ἐπὴν δή μοι σχεδίην διὰ κῦμα τινάξῃ,
5.364 νήξομ᾽, ἐπεὶ οὐ μέν τι πάρα προνοῆσαι ἄμεινον.
5.365 ἧος ὁ ταῦθ᾽ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,
5.366 ὦρσε δ᾽ ἐπὶ μέγα κῦμα Ποσειδάων ἐνοσίχθων,
5.367 δεινόν τ᾽ ἀργαλέον τε, κατηρεφές, ἤλασε δ᾽ αὐτόν.
5.368 ὡς δ᾽ ἄνεμος ζαὴς ἠΐων θημῶνα τινάξῃ
5.369 καρφαλέων: τὰ μὲν ἄρ τε διεσκέδασ᾽ ἄλλυδις ἄλλῃ:
5.370 ὣς τῆς δούρατα μακρὰ διεσκέδασ᾽. αὐτὰρ Ὀδυσσεὺς
5.371 ἀμφ᾽ ἑνὶ δούρατι βαῖνε, κέληθ᾽ ὡς ἵππον ἐλαύνων,
5.372 εἵματα δ᾽ ἐξαπέδυνε, τά οἱ πόρε δῖα Καλυψώ.
5.373 αὐτίκα δὲ κρήδεμνον ὑπὸ στέρνοιο τάνυσσεν,
5.374 αὐτὸς δὲ πρηνὴς ἁλὶ κάππεσε, χεῖρε πετάσσας,
5.375 νηχέμεναι μεμαώς. ἴδε δὲ κρείων ἐνοσίχθων,
5.376 κινήσας δὲ κάρη προτὶ ὃν μυθήσατο θυμόν:
5.377 οὕτω νῦν κακὰ πολλὰ παθὼν ἀλόω κατὰ πόντον,
5.378 εἰς ὅ κεν ἀνθρώποισι διοτρεφέεσσι μιγήῃς.
5.379 ἀλλ᾽ οὐδ᾽ ὥς σε ἔολπα ὀνόσσεσθαι κακότητος.
5.380 ὣς ἄρα φωνήσας ἵμασεν καλλίτριχας ἵππους,
5.381 ἵκετο δ᾽ εἰς Αἰγάς, ὅθι οἱ κλυτὰ δώματ᾽ ἔασιν.
5.382 αὐτὰρ Ἀθηναίη κούρη Διὸς ἄλλ᾽ ἐνόησεν.
5.383 ἦ τοι τῶν ἄλλων ἀνέμων κατέδησε κελεύθους,
5.384 παύσασθαι δ᾽ ἐκέλευσε καὶ εὐνηθῆναι ἅπαντας:
5.385 ὦρσε δ᾽ ἐπὶ κραιπνὸν Βορέην, πρὸ δὲ κύματ᾽ ἔαξεν,
5.386 ἧος ὃ Φαιήκεσσι φιληρέτμοισι μιγείη
5.387 διογενὴς Ὀδυσεὺς θάνατον καὶ κῆρας ἀλύξας.
5.388 ἔνθα δύω νύκτας δύο τ᾽ ἤματα κύματι πηγῷ
5.389 πλάζετο, πολλὰ δέ οἱ κραδίη προτιόσσετ᾽ ὄλεθρον.
5.390 ἀλλ᾽ ὅτε δὴ τρίτον ἦμαρ ἐυπλόκαμος τέλεσ᾽ Ἠώς,
5.391 καὶ τότ᾽ ἔπειτ᾽ ἄνεμος μὲν ἐπαύσατο ἠδὲ γαλήνη
5.392 ἔπλετο νηνεμίη: ὁ δ᾽ ἄρα σχεδὸν εἴσιδε γαῖαν
5.393 ὀξὺ μάλα προϊδών, μεγάλου ὑπὸ κύματος ἀρθείς.
5.394 ὡς δ᾽ ὅτ᾽ ἂν ἀσπάσιος βίοτος παίδεσσι φανήῃ
5.395 πατρός, ὃς ἐν νούσῳ κεῖται κρατέρ᾽ ἄλγεα πάσχων,
5.396 δηρὸν τηκόμενος, στυγερὸς δέ οἱ ἔχραε δαίμων,
5.397 ἀσπάσιον δ᾽ ἄρα τόν γε θεοὶ κακότητος ἔλυσαν,
5.398 ὣς Ὀδυσεῖ ἀσπαστὸν ἐείσατο γαῖα καὶ ὕλη,
5.399 νῆχε δ᾽ ἐπειγόμενος ποσὶν ἠπείρου ἐπιβῆναι.
5.400 ἀλλ᾽ ὅτε τόσσον ἀπῆν ὅσσον τε γέγωνε βοήσας,
5.401 καὶ δὴ δοῦπον ἄκουσε ποτὶ σπιλάδεσσι θαλάσσης:
5.402 ῥόχθει γὰρ μέγα κῦμα ποτὶ ξερὸν ἠπείροιο
5.403 δεινὸν ἐρευγόμενον, εἴλυτο δὲ πάνθ᾽ ἁλὸς ἄχνῃ:
5.404 οὐ γὰρ ἔσαν λιμένες νηῶν ὄχοι, οὐδ᾽ ἐπιωγαί.
5.405 ἀλλ᾽ ἀκταὶ προβλῆτες ἔσαν σπιλάδες τε πάγοι τε:
5.406 καὶ τότ᾽ Ὀδυσσῆος λύτο γούνατα καὶ φίλον ἦτορ,
5.407 ὀχθήσας δ᾽ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν:
5.408 ὤ μοι, ἐπεὶ δὴ γαῖαν ἀελπέα δῶκεν ἰδέσθαι
5.409 Ζεύς, καὶ δὴ τόδε λαῖτμα διατμήξας ἐπέρησα,
5.410 ἔκβασις οὔ πῃ φαίνεθ᾽ ἁλὸς πολιοῖο θύραζε:
5.411 ἔκτοσθεν μὲν γὰρ πάγοι ὀξέες, ἀμφὶ δὲ κῦμα
5.412 βέβρυχεν ῥόθιον, λισσὴ δ᾽ ἀναδέδρομε πέτρη,
5.413 ἀγχιβαθὴς δὲ θάλασσα, καὶ οὔ πως ἔστι πόδεσσι
5.414 στήμεναι ἀμφοτέροισι καὶ ἐκφυγέειν κακότητα:
5.415 μή πώς μ᾽ ἐκβαίνοντα βάλῃ λίθακι ποτὶ πέτρῃ
5.416 κῦμα μέγ᾽ ἁρπάξαν: μελέη δέ μοι ἔσσεται ὁρμή.
5.417 εἰ δέ κ᾽ ἔτι προτέρω παρανήξομαι, ἤν που ἐφεύρω
5.418 ἠιόνας τε παραπλῆγας λιμένας τε θαλάσσης,
5.419 δείδω μή μ᾽ ἐξαῦτις ἀναρπάξασα θύελλα
5.420 πόντον ἐπ᾽ ἰχθυόεντα φέρῃ βαρέα στενάχοντα,
5.421 ἠέ τί μοι καὶ κῆτος ἐπισσεύῃ μέγα δαίμων
5.422 ἐξ ἁλός, οἷά τε πολλὰ τρέφει κλυτὸς Ἀμφιτρίτη:
5.423 οἶδα γάρ, ὥς μοι ὀδώδυσται κλυτὸς ἐννοσίγαιος.
5.424 ἧος ὁ ταῦθ᾽ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,
5.425 τόφρα δέ μιν μέγα κῦμα φέρε τρηχεῖαν ἐπ᾽ ἀκτήν.
5.426 ἔνθα κ᾽ ἀπὸ ῥινοὺς δρύφθη, σὺν δ᾽ ὀστέ᾽ ἀράχθη,
5.427 εἰ μὴ ἐπὶ φρεσὶ θῆκε θεά, γλαυκῶπις Ἀθήνη:
5.428 ἀμφοτέρῃσι δὲ χερσὶν ἐπεσσύμενος λάβε πέτρης,
5.429 τῆς ἔχετο στενάχων, ἧος μέγα κῦμα παρῆλθε.
5.430 καὶ τὸ μὲν ὣς ὑπάλυξε, παλιρρόθιον δέ μιν αὖτις
5.431 πλῆξεν ἐπεσσύμενον, τηλοῦ δέ μιν ἔμβαλε πόντῳ.
5.432 ὡς δ᾽ ὅτε πουλύποδος θαλάμης ἐξελκομένοιο
5.433 πρὸς κοτυληδονόφιν πυκιναὶ λάιγγες ἔχονται,
5.434 ὣς τοῦ πρὸς πέτρῃσι θρασειάων ἀπὸ χειρῶν
5.435 ῥινοὶ ἀπέδρυφθεν: τὸν δὲ μέγα κῦμα κάλυψεν.
5.436 ἔνθα κε δὴ δύστηνος ὑπὲρ μόρον ὤλετ᾽ Ὀδυσσεύς,
5.437 εἰ μὴ ἐπιφροσύνην δῶκε γλαυκῶπις Ἀθήνη.
5.438 κύματος ἐξαναδύς, τά τ᾽ ἐρεύγεται ἤπειρόνδε,
5.439 νῆχε παρέξ, ἐς γαῖαν ὁρώμενος, εἴ που ἐφεύροι
5.440 ἠιόνας τε παραπλῆγας λιμένας τε θαλάσσης.
5.441 ἀλλ᾽ ὅτε δὴ ποταμοῖο κατὰ στόμα καλλιρόοιο
5.442 ἷξε νέων, τῇ δή οἱ ἐείσατο χῶρος ἄριστος,
5.443 λεῖος πετράων, καὶ ἐπὶ σκέπας ἦν ἀνέμοιο,
5.444 ἔγνω δὲ προρέοντα καὶ εὔξατο ὃν κατὰ θυμόν:
5.445 κλῦθι, ἄναξ, ὅτις ἐσσί: πολύλλιστον δέ σ᾽ ἱκάνω,
5.446 φεύγων ἐκ πόντοιο Ποσειδάωνος ἐνιπάς.
5.447 αἰδοῖος μέν τ᾽ ἐστὶ καὶ ἀθανάτοισι θεοῖσιν
5.448 ἀνδρῶν ὅς τις ἵκηται ἀλώμενος, ὡς καὶ ἐγὼ νῦν
5.449 σόν τε ῥόον σά τε γούναθ᾽ ἱκάνω πολλὰ μογήσας.
5.450 ἀλλ᾽ ἐλέαιρε, ἄναξ: ἱκέτης δέ τοι εὔχομαι εἶναι.
5.451 ὣς φάθ᾽, ὁ δ᾽ αὐτίκα παῦσεν ἑὸν ῥόον, ἔσχε δὲ κῦμα,
5.452 πρόσθε δέ οἱ ποίησε γαλήνην, τὸν δ᾽ ἐσάωσεν
5.453 ἐς ποταμοῦ προχοάς. ὁ δ᾽ ἄρ᾽ ἄμφω γούνατ᾽ ἔκαμψε
5.454 χεῖράς τε στιβαράς. ἁλὶ γὰρ δέδμητο φίλον κῆρ.
5.455 ᾤδεε δὲ χρόα πάντα, θάλασσα δὲ κήκιε πολλὴ
5.456 ἂν στόμα τε ῥῖνάς θ᾽: ὁ δ᾽ ἄρ᾽ ἄπνευστος καὶ ἄναυδος
5.457 κεῖτ᾽ ὀλιγηπελέων, κάματος δέ μιν αἰνὸς ἵκανεν.
5.458 ἀλλ᾽ ὅτε δή ῥ᾽ ἄμπνυτο καὶ ἐς φρένα θυμὸς ἀγέρθη,
5.459 καὶ τότε δὴ κρήδεμνον ἀπὸ ἕο λῦσε θεοῖο.
5.460 καὶ τὸ μὲν ἐς ποταμὸν ἁλιμυρήεντα μεθῆκεν,
5.461 ἂψ δ᾽ ἔφερεν μέγα κῦμα κατὰ ῥόον, αἶψα δ᾽ ἄρ᾽ Ἰνὼ
5.462 δέξατο χερσὶ φίλῃσιν: ὁ δ᾽ ἐκ ποταμοῖο λιασθεὶς
5.463 σχοίνῳ ὑπεκλίνθη, κύσε δὲ ζείδωρον ἄρουραν.
5.464 ὀχθήσας δ᾽ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν:
5.465 ὤ μοι ἐγώ, τί πάθω; τί νύ μοι μήκιστα γένηται;
5.466 εἰ μέν κ᾽ ἐν ποταμῷ δυσκηδέα νύκτα φυλάσσω,
5.467 μή μ᾽ ἄμυδις στίβη τε κακὴ καὶ θῆλυς ἐέρση
5.468 ἐξ ὀλιγηπελίης δαμάσῃ κεκαφηότα θυμόν:
5.469 αὔρη δ᾽ ἐκ ποταμοῦ ψυχρὴ πνέει ἠῶθι πρό.
5.470 εἰ δέ κεν ἐς κλιτὺν ἀναβὰς καὶ δάσκιον ὕλην
5.471 θάμνοις ἐν πυκινοῖσι καταδράθω, εἴ με μεθείη
5.472 ῥῖγος καὶ κάματος, γλυκερὸς δέ μοι ὕπνος ἐπέλθῃ,
5.473 δείδω, μὴ θήρεσσιν ἕλωρ καὶ κύρμα γένωμαι.
5.474 ὣς ἄρα οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι:
5.475 βῆ ῥ᾽ ἴμεν εἰς ὕλην: τὴν δὲ σχεδὸν ὕδατος εὗρεν
5.476 ἐν περιφαινομένῳ: δοιοὺς δ᾽ ἄρ᾽ ὑπήλυθε θάμνους,
5.477 ἐξ ὁμόθεν πεφυῶτας: ὁ μὲν φυλίης, ὁ δ᾽ ἐλαίης.
5.478 τοὺς μὲν ἄρ᾽ οὔτ᾽ ἀνέμων διάη μένος ὑγρὸν ἀέντων,
5.479 οὔτε ποτ᾽ ἠέλιος φαέθων ἀκτῖσιν ἔβαλλεν,
5.480 οὔτ᾽ ὄμβρος περάασκε διαμπερές: ὣς ἄρα πυκνοὶ
5.481 ἀλλήλοισιν ἔφυν ἐπαμοιβαδίς: οὓς ὑπ᾽ Ὀδυσσεὺς
5.482 δύσετ᾽. ἄφαρ δ᾽ εὐνὴν ἐπαμήσατο χερσὶ φίλῃσιν
5.483 εὐρεῖαν: φύλλων γὰρ ἔην χύσις ἤλιθα πολλή,
5.484 ὅσσον τ᾽ ἠὲ δύω ἠὲ τρεῖς ἄνδρας ἔρυσθαι
5.485 ὥρῃ χειμερίῃ, εἰ καὶ μάλα περ χαλεπαίνοι.
5.486 τὴν μὲν ἰδὼν γήθησε πολύτλας δῖος Ὀδυσσεύς,
5.487 ἐν δ᾽ ἄρα μέσσῃ λέκτο, χύσιν δ᾽ ἐπεχεύατο φύλλων.
5.488 ὡς δ᾽ ὅτε τις δαλὸν σποδιῇ ἐνέκρυψε μελαίνῃ
5.489 ἀγροῦ ἐπ᾽ ἐσχατιῆς, ᾧ μὴ πάρα γείτονες ἄλλοι,
5.490 σπέρμα πυρὸς σώζων, ἵνα μή ποθεν ἄλλοθεν αὔοι,
5.491 ὣς Ὀδυσεὺς φύλλοισι καλύψατο: τῷ δ᾽ ἄρ᾽ Ἀθήνη
5.492 ὕπνον ἐπ᾽ ὄμμασι χεῦ᾽, ἵνα μιν παύσειε τάχιστα
5.493 δυσπονέος καμάτοιο φίλα βλέφαρ᾽ ἀμφικαλύψας.
6.1 ὣς ὁ μὲν ἔνθα καθεῦδε πολύτλας δῖος Ὀδυσσεὺς
6.2 ὕπνῳ καὶ καμάτῳ ἀρημένος: αὐτὰρ Ἀθήνη
6.3 βῆ ῥ᾽ ἐς Φαιήκων ἀνδρῶν δῆμόν τε πόλιν τε,
6.4 οἳ πρὶν μέν ποτ᾽ ἔναιον ἐν εὐρυχόρῳ Ὑπερείῃ,
6.5 ἀγχοῦ Κυκλώπων ἀνδρῶν ὑπερηνορεόντων,
6.6 οἵ σφεας σινέσκοντο, βίηφι δὲ φέρτεροι ἦσαν.
6.7 ἔνθεν ἀναστήσας ἄγε Ναυσίθοος θεοειδής,
6.8 εἷσεν δὲ Σχερίῃ, ἑκὰς ἀνδρῶν ἀλφηστάων,
6.9 ἀμφὶ δὲ τεῖχος ἔλασσε πόλει, καὶ ἐδείματο οἴκους,
6.10 καὶ νηοὺς ποίησε θεῶν, καὶ ἐδάσσατ᾽ ἀρούρας.
6.11 ἀλλ᾽ ὁ μὲν ἤδη κηρὶ δαμεὶς Ἄϊδόσδε βεβήκει,
6.12 Ἀλκίνοος δὲ τότ᾽ ἦρχε, θεῶν ἄπο μήδεα εἰδώς.
6.13 τοῦ μὲν ἔβη πρὸς δῶμα θεά, γλαυκῶπις Ἀθήνη,
6.14 νόστον Ὀδυσσῆι μεγαλήτορι μητιόωσα.
6.15 βῆ δ᾽ ἴμεν ἐς θάλαμον πολυδαίδαλον, ᾧ ἔνι κούρη
6.16 κοιμᾶτ᾽ ἀθανάτῃσι φυὴν καὶ εἶδος ὁμοίη,
6.17 Ναυσικάα, θυγάτηρ μεγαλήτορος Ἀλκινόοιο,
6.18 πὰρ δὲ δύ᾽ ἀμφίπολοι, Χαρίτων ἄπο κάλλος ἔχουσαι,
6.19 σταθμοῖιν ἑκάτερθε: θύραι δ᾽ ἐπέκειντο φαειναί.
6.20 ἡ δ᾽ ἀνέμου ὡς πνοιὴ ἐπέσσυτο δέμνια κούρης,
6.21 στῆ δ᾽ ἄρ᾽ ὑπὲρ κεφαλῆς, καί μιν πρὸς μῦθον ἔειπεν,
6.22 εἰδομένη κούρῃ ναυσικλειτοῖο Δύμαντος,
6.23 ἥ οἱ ὁμηλικίη μὲν ἔην, κεχάριστο δὲ θυμῷ.
6.24 τῇ μιν ἐεισαμένη προσέφη γλαυκῶπις Ἀθήνη:
6.25 Ναυσικάα, τί νύ σ᾽ ὧδε μεθήμονα γείνατο μήτηρ;
6.26 εἵματα μέν τοι κεῖται ἀκηδέα σιγαλόεντα,
6.27 σοὶ δὲ γάμος σχεδόν ἐστιν, ἵνα χρὴ καλὰ μὲν αὐτὴν
6.28 ἕννυσθαι, τὰ δὲ τοῖσι παρασχεῖν, οἵ κέ σ᾽ ἄγωνται.
6.29 ἐκ γάρ τοι τούτων φάτις ἀνθρώπους ἀναβαίνει
6.30 ἐσθλή, χαίρουσιν δὲ πατὴρ καὶ πότνια μήτηρ.
6.31 ἀλλ᾽ ἴομεν πλυνέουσαι ἅμ᾽ ἠοῖ φαινομένηφι:
6.32 καί τοι ἐγὼ συνέριθος ἅμ᾽ ἕψομαι, ὄφρα τάχιστα
6.33 ἐντύνεαι, ἐπεὶ οὔ τοι ἔτι δὴν παρθένος ἔσσεαι:
6.34 ἤδη γάρ σε μνῶνται ἀριστῆες κατὰ δῆμον
6.35 πάντων Φαιήκων, ὅθι τοι γένος ἐστὶ καὶ αὐτῇ.
6.36 ἀλλ᾽ ἄγ᾽ ἐπότρυνον πατέρα κλυτὸν ἠῶθι πρὸ
6.37 ἡμιόνους καὶ ἄμαξαν ἐφοπλίσαι, ἥ κεν ἄγῃσι
6.38 ζῶστρά τε καὶ πέπλους καὶ ῥήγεα σιγαλόεντα.
6.39 καὶ δὲ σοὶ ὧδ᾽ αὐτῇ πολὺ κάλλιον ἠὲ πόδεσσιν
6.40 ἔρχεσθαι: πολλὸν γὰρ ἀπὸ πλυνοί εἰσι πόληος.
6.41 ἡ μὲν ἄρ᾽ ὣς εἰποῦσ᾽ ἀπέβη γλαυκῶπις Ἀθήνη
6.42 Οὔλυμπόνδ᾽, ὅθι φασὶ θεῶν ἕδος ἀσφαλὲς αἰεὶ
6.43 ἔμμεναι. οὔτ᾽ ἀνέμοισι τινάσσεται οὔτε ποτ᾽ ὄμβρῳ
6.44 δεύεται οὔτε χιὼν ἐπιπίλναται, ἀλλὰ μάλ᾽ αἴθρη
6.45 πέπταται ἀνέφελος, λευκὴ δ᾽ ἐπιδέδρομεν αἴγλη:
6.46 τῷ ἔνι τέρπονται μάκαρες θεοὶ ἤματα πάντα.
6.47 ἔνθ᾽ ἀπέβη γλαυκῶπις, ἐπεὶ διεπέφραδε κούρῃ.
6.48 αὐτίκα δ᾽ Ἠὼς ἦλθεν ἐύθρονος, ἥ μιν ἔγειρε
6.49 Ναυσικάαν ἐύπεπλον: ἄφαρ δ᾽ ἀπεθαύμασ᾽ ὄνειρον,
6.50 βῆ δ᾽ ἰέναι διὰ δώμαθ᾽, ἵν᾽ ἀγγείλειε τοκεῦσιν,
6.51 πατρὶ φίλῳ καὶ μητρί: κιχήσατο δ᾽ ἔνδον ἐόντας:
6.52 ἡ μὲν ἐπ᾽ ἐσχάρῃ ἧστο σὺν ἀμφιπόλοισι γυναιξὶν
6.53 ἠλάκατα στρωφῶσ᾽ ἁλιπόρφυρα: τῷ δὲ θύραζε
6.54 ἐρχομένῳ ξύμβλητο μετὰ κλειτοὺς βασιλῆας
6.55 ἐς βουλήν, ἵνα μιν κάλεον Φαίηκες ἀγαυοί.
6.56 ἡ δὲ μάλ᾽ ἄγχι στᾶσα φίλον πατέρα προσέειπε:
6.57 πάππα φίλ᾽, οὐκ ἂν δή μοι ἐφοπλίσσειας ἀπήνην
6.58 ὑψηλὴν ἐύκυκλον, ἵνα κλυτὰ εἵματ᾽ ἄγωμαι
6.59 ἐς ποταμὸν πλυνέουσα, τά μοι ῥερυπωμένα κεῖται;
6.60 καὶ δὲ σοὶ αὐτῷ ἔοικε μετὰ πρώτοισιν ἐόντα.
6.61 βουλὰς βουλεύειν καθαρὰ χροΐ εἵματ᾽ ἔχοντα.
6.62 πέντε δέ τοι φίλοι υἷες ἐνὶ μεγάροις γεγάασιν,
6.63 οἱ δύ᾽ ὀπυίοντες, τρεῖς δ᾽ ἠίθεοι θαλέθοντες:
6.64 οἱ δ᾽ αἰεὶ ἐθέλουσι νεόπλυτα εἵματ᾽ ἔχοντες
6.65 ἐς χορὸν ἔρχεσθαι: τὰ δ᾽ ἐμῇ φρενὶ πάντα μέμηλεν.
6.66 ὣς ἔφατ᾽: αἴδετο γὰρ θαλερὸν γάμον ἐξονομῆναι
6.67 πατρὶ φίλῳ. ὁ δὲ πάντα νόει καὶ ἀμείβετο μύθῳ:
6.68 οὔτε τοι ἡμιόνων φθονέω, τέκος, οὔτε τευ ἄλλου.
6.69 ἔρχευ: ἀτάρ τοι δμῶες ἐφοπλίσσουσιν ἀπήνην
6.70 ὑψηλὴν ἐύκυκλον, ὑπερτερίῃ ἀραρυῖαν.
6.71 ὣς εἰπὼν δμώεσσιν ἐκέκλετο, τοὶ δ᾽ ἐπίθοντο.
6.72 οἱ μὲν ἄρ᾽ ἐκτὸς ἄμαξαν ἐύτροχον ἡμιονείην
6.73 ὥπλεον, ἡμιόνους θ᾽ ὕπαγον ζεῦξάν θ᾽ ὑπ᾽ ἀπήνῃ:
6.74 κούρη δ᾽ ἐκ θαλάμοιο φέρεν ἐσθῆτα φαεινήν.
6.75 καὶ τὴν μὲν κατέθηκεν ἐυξέστῳ ἐπ᾽ ἀπήνῃ,
6.76 μήτηρ δ᾽ ἐν κίστῃ ἐτίθει μενοεικέ᾽ ἐδωδὴν
6.77 παντοίην, ἐν δ᾽ ὄψα τίθει, ἐν δ᾽ οἶνον ἔχευεν
6.78 ἀσκῷ ἐν αἰγείῳ: κούρη δ᾽ ἐπεβήσετ᾽ ἀπήνης.
6.79 δῶκεν δὲ χρυσέῃ ἐν ληκύθῳ ὑγρὸν ἔλαιον,
6.80 ἧος χυτλώσαιτο σὺν ἀμφιπόλοισι γυναιξίν.
6.81 ἡ δ᾽ ἔλαβεν μάστιγα καὶ ἡνία σιγαλόεντα,
6.82 μάστιξεν δ᾽ ἐλάαν: καναχὴ δ᾽ ἦν ἡμιόνοιιν.
6.83 αἱ δ᾽ ἄμοτον τανύοντο, φέρον δ᾽ ἐσθῆτα καὶ αὐτήν,
6.84 οὐκ οἴην, ἅμα τῇ γε καὶ ἀμφίπολοι κίον ἄλλαι.
6.85 αἱ δ᾽ ὅτε δὴ ποταμοῖο ῥόον περικαλλέ᾽ ἵκοντο,
6.86 ἔνθ᾽ ἦ τοι πλυνοὶ ἦσαν ἐπηετανοί, πολὺ δ᾽ ὕδωρ
6.87 καλὸν ὑπεκπρόρεεν μάλα περ ῥυπόωντα καθῆραι,
6.88 ἔνθ᾽ αἵ γ᾽ ἡμιόνους μὲν ὑπεκπροέλυσαν ἀπήνης.
6.89 καὶ τὰς μὲν σεῦαν ποταμὸν πάρα δινήεντα
6.90 τρώγειν ἄγρωστιν μελιηδέα: ταὶ δ᾽ ἀπ᾽ ἀπήνης
6.91 εἵματα χερσὶν ἕλοντο καὶ ἐσφόρεον μέλαν ὕδωρ,
6.92 στεῖβον δ᾽ ἐν βόθροισι θοῶς ἔριδα προφέρουσαι.
6.93 αὐτὰρ ἐπεὶ πλῦνάν τε κάθηράν τε ῥύπα πάντα,
6.94 ἑξείης πέτασαν παρὰ θῖν᾽ ἁλός, ἧχι μάλιστα
6.95 λάιγγας ποτὶ χέρσον ἀποπλύνεσκε θάλασσα.
6.96 αἱ δὲ λοεσσάμεναι καὶ χρισάμεναι λίπ᾽ ἐλαίῳ
6.97 δεῖπνον ἔπειθ᾽ εἵλοντο παρ᾽ ὄχθῃσιν ποταμοῖο,
6.98 εἵματα δ᾽ ἠελίοιο μένον τερσήμεναι αὐγῇ.
6.99 αὐτὰρ ἐπεὶ σίτου τάρφθεν δμῳαί τε καὶ αὐτή,
6.100 σφαίρῃ ταὶ δ᾽ ἄρ᾽ ἔπαιζον, ἀπὸ κρήδεμνα βαλοῦσαι:
6.101 τῇσι δὲ Ναυσικάα λευκώλενος ἤρχετο μολπῆς.
6.102 οἵη δ᾽ Ἄρτεμις εἶσι κατ᾽ οὔρεα ἰοχέαιρα,
6.103 ἢ κατὰ Τηΰγετον περιμήκετον ἢ Ἐρύμανθον,
6.104 τερπομένη κάπροισι καὶ ὠκείῃς ἐλάφοισι:
6.105 τῇ δέ θ᾽ ἅμα νύμφαι, κοῦραι Διὸς αἰγιόχοιο,
6.106 ἀγρονόμοι παίζουσι, γέγηθε δέ τε φρένα Λητώ:
6.107 πασάων δ᾽ ὑπὲρ ἥ γε κάρη ἔχει ἠδὲ μέτωπα,
6.108 ῥεῖά τ᾽ ἀριγνώτη πέλεται, καλαὶ δέ τε πᾶσαι:
6.109 ὣς ἥ γ᾽ ἀμφιπόλοισι μετέπρεπε παρθένος ἀδμής.
6.110 ἀλλ᾽ ὅτε δὴ ἄρ᾽ ἔμελλε πάλιν οἶκόνδε νέεσθαι
6.111 ζεύξασ᾽ ἡμιόνους πτύξασά τε εἵματα καλά,
6.112 ἔνθ᾽ αὖτ᾽ ἄλλ᾽ ἐνόησε θεά, γλαυκῶπις Ἀθήνη,
6.113 ὡς Ὀδυσεὺς ἔγροιτο, ἴδοι τ᾽ ἐυώπιδα κούρην,
6.114 ἥ οἱ Φαιήκων ἀνδρῶν πόλιν ἡγήσαιτο.
6.115 σφαῖραν ἔπειτ᾽ ἔρριψε μετ᾽ ἀμφίπολον βασίλεια:
6.116 ἀμφιπόλου μὲν ἅμαρτε, βαθείῃ δ᾽ ἔμβαλε δίνῃ:
6.117 αἱ δ᾽ ἐπὶ μακρὸν ἄυσαν: ὁ δ᾽ ἔγρετο δῖος Ὀδυσσεύς,
6.118 ἑζόμενος δ᾽ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν:
6.119 ὤ μοι ἐγώ, τέων αὖτε βροτῶν ἐς γαῖαν ἱκάνω;
6.120 ἦ ῥ᾽ οἵ γ᾽ ὑβρισταί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι,
6.121 ἦε φιλόξεινοι καί σφιν νόος ἐστὶ θεουδής;
6.122 ὥς τέ με κουράων ἀμφήλυθε θῆλυς ἀυτή:
6.123 νυμφάων, αἳ ἔχουσ᾽ ὀρέων αἰπεινὰ κάρηνα
6.124 καὶ πηγὰς ποταμῶν καὶ πίσεα ποιήεντα.
6.125 ἦ νύ που ἀνθρώπων εἰμὶ σχεδὸν αὐδηέντων;
6.126 ἀλλ᾽ ἄγ᾽ ἐγὼν αὐτὸς πειρήσομαι ἠδὲ ἴδωμαι.
6.127 ὣς εἰπὼν θάμνων ὑπεδύσετο δῖος Ὀδυσσεύς,
6.128 ἐκ πυκινῆς δ᾽ ὕλης πτόρθον κλάσε χειρὶ παχείῃ
6.129 φύλλων, ὡς ῥύσαιτο περὶ χροῒ μήδεα φωτός.
6.130 βῆ δ᾽ ἴμεν ὥς τε λέων ὀρεσίτροφος ἀλκὶ πεποιθώς,
6.131 ὅς τ᾽ εἶσ᾽ ὑόμενος καὶ ἀήμενος, ἐν δέ οἱ ὄσσε
6.132 δαίεται: αὐτὰρ ὁ βουσὶ μετέρχεται ἢ ὀίεσσιν
6.133 ἠὲ μετ᾽ ἀγροτέρας ἐλάφους: κέλεται δέ ἑ γαστὴρ
6.134 μήλων πειρήσοντα καὶ ἐς πυκινὸν δόμον ἐλθεῖν:
6.135 ὣς Ὀδυσεὺς κούρῃσιν ἐυπλοκάμοισιν ἔμελλε
6.136 μίξεσθαι, γυμνός περ ἐών: χρειὼ γὰρ ἵκανε.
6.137 σμερδαλέος δ᾽ αὐτῇσι φάνη κεκακωμένος ἅλμῃ,
6.138 τρέσσαν δ᾽ ἄλλυδις ἄλλη ἐπ᾽ ἠιόνας προὐχούσας:
6.139 οἴη δ᾽ Ἀλκινόου θυγάτηρ μένε: τῇ γὰρ Ἀθήνη
6.140 θάρσος ἐνὶ φρεσὶ θῆκε καὶ ἐκ δέος εἵλετο γυίων.
6.141 στῆ δ᾽ ἄντα σχομένη: ὁ δὲ μερμήριξεν Ὀδυσσεύς,
6.142 ἢ γούνων λίσσοιτο λαβὼν ἐυώπιδα κούρην,
6.143 ἦ αὔτως ἐπέεσσιν ἀποσταδὰ μειλιχίοισι
6.144 λίσσοιτ᾽, εἰ δείξειε πόλιν καὶ εἵματα δοίη.
6.145 ὣς ἄρα οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι,
6.146 λίσσεσθαι ἐπέεσσιν ἀποσταδὰ μειλιχίοισι,
6.147 μή οἱ γοῦνα λαβόντι χολώσαιτο φρένα κούρη.
6.148 αὐτίκα μειλίχιον καὶ κερδαλέον φάτο μῦθον.
6.149 γουνοῦμαί σε, ἄνασσα: θεός νύ τις, ἦ βροτός ἐσσι;
6.150 εἰ μέν τις θεός ἐσσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,
6.151 Ἀρτέμιδί σε ἐγώ γε, Διὸς κούρῃ μεγάλοιο,
6.152 εἶδός τε μέγεθός τε φυήν τ᾽ ἄγχιστα ἐίσκω:
6.153 εἰ δέ τίς ἐσσι βροτῶν, τοὶ ἐπὶ χθονὶ ναιετάουσιν,
6.154 τρὶς μάκαρες μὲν σοί γε πατὴρ καὶ πότνια μήτηρ,
6.155 τρὶς μάκαρες δὲ κασίγνητοι: μάλα πού σφισι θυμὸς
6.156 αἰὲν ἐυφροσύνῃσιν ἰαίνεται εἵνεκα σεῖο,
6.157 λευσσόντων τοιόνδε θάλος χορὸν εἰσοιχνεῦσαν.
6.158 κεῖνος δ᾽ αὖ περὶ κῆρι μακάρτατος ἔξοχον ἄλλων,
6.159 ὅς κέ σ᾽ ἐέδνοισι βρίσας οἶκόνδ᾽ ἀγάγηται.
6.160 οὐ γάρ πω τοιοῦτον ἴδον βροτὸν ὀφθαλμοῖσιν,
6.161 οὔτ᾽ ἄνδρ᾽ οὔτε γυναῖκα: σέβας μ᾽ ἔχει εἰσορόωντα.
6.162 Δήλῳ δή ποτε τοῖον Ἀπόλλωνος παρὰ βωμῷ
6.163 φοίνικος νέον ἔρνος ἀνερχόμενον ἐνόησα:
6.164 ἦλθον γὰρ καὶ κεῖσε, πολὺς δέ μοι ἕσπετο λαός,
6.165 τὴν ὁδὸν ᾗ δὴ μέλλεν ἐμοὶ κακὰ κήδε᾽ ἔσεσθαι.
6.166 ὣς δ᾽ αὔτως καὶ κεῖνο ἰδὼν ἐτεθήπεα θυμῷ
6.167 δήν, ἐπεὶ οὔ πω τοῖον ἀνήλυθεν ἐκ δόρυ γαίης,
6.168 ὡς σέ, γύναι, ἄγαμαί τε τέθηπά τε, δείδια δ᾽ αἰνῶς
6.169 γούνων ἅψασθαι: χαλεπὸν δέ με πένθος ἱκάνει.
6.170 χθιζὸς ἐεικοστῷ φύγον ἤματι οἴνοπα πόντον:
6.171 τόφρα δέ μ᾽ αἰεὶ κῦμ᾽ ἐφόρει κραιπναί τε θύελλαι
6.172 νήσου ἀπ᾽ Ὠγυγίης. νῦν δ᾽ ἐνθάδε κάββαλε δαίμων,
6.173 ὄφρ᾽ ἔτι που καὶ τῇδε πάθω κακόν: οὐ γὰρ ὀίω
6.174 παύσεσθ᾽, ἀλλ᾽ ἔτι πολλὰ θεοὶ τελέουσι πάροιθεν.
6.175 ἀλλά, ἄνασσ᾽, ἐλέαιρε: σὲ γὰρ κακὰ πολλὰ μογήσας
6.176 ἐς πρώτην ἱκόμην, τῶν δ᾽ ἄλλων οὔ τινα οἶδα
6.177 ἀνθρώπων, οἳ τήνδε πόλιν καὶ γαῖαν ἔχουσιν.
6.178 ἄστυ δέ μοι δεῖξον, δὸς δὲ ῥάκος ἀμφιβαλέσθαι,
6.179 εἴ τί που εἴλυμα σπείρων ἔχες ἐνθάδ᾽ ἰοῦσα.
6.180 σοὶ δὲ θεοὶ τόσα δοῖεν ὅσα φρεσὶ σῇσι μενοινᾷς,
6.181 ἄνδρα τε καὶ οἶκον, καὶ ὁμοφροσύνην ὀπάσειαν
6.182 ἐσθλήν: οὐ μὲν γὰρ τοῦ γε κρεῖσσον καὶ ἄρειον,
6.183 ἢ ὅθ᾽ ὁμοφρονέοντε νοήμασιν οἶκον ἔχητον
6.184 ἀνὴρ ἠδὲ γυνή: πόλλ᾽ ἄλγεα δυσμενέεσσι,
6.185 χάρματα δ᾽ εὐμενέτῃσι, μάλιστα δέ τ᾽ ἔκλυον αὐτοί.
6.186 τὸν δ᾽ αὖ Ναυσικάα λευκώλενος ἀντίον ηὔδα:
6.187 ξεῖν᾽, ἐπεὶ οὔτε κακῷ οὔτ᾽ ἄφρονι φωτὶ ἔοικας:
6.188 Ζεὺς δ᾽ αὐτὸς νέμει ὄλβον Ὀλύμπιος ἀνθρώποισιν,
6.189 ἐσθλοῖς ἠδὲ κακοῖσιν, ὅπως ἐθέλῃσιν, ἑκάστῳ:
6.190 καί που σοὶ τάδ᾽ ἔδωκε, σὲ δὲ χρὴ τετλάμεν ἔμπης.
6.191 νῦν δ᾽, ἐπεὶ ἡμετέρην τε πόλιν καὶ γαῖαν ἱκάνεις,
6.192 οὔτ᾽ οὖν ἐσθῆτος δευήσεαι οὔτε τευ ἄλλου,
6.193 ὧν ἐπέοιχ᾽ ἱκέτην ταλαπείριον ἀντιάσαντα.
6.194 ἄστυ δέ τοι δείξω, ἐρέω δέ τοι οὔνομα λαῶν.
6.195 Φαίηκες μὲν τήνδε πόλιν καὶ γαῖαν ἔχουσιν,
6.196 εἰμὶ δ᾽ ἐγὼ θυγάτηρ μεγαλήτορος Ἀλκινόοιο,
6.197 τοῦ δ᾽ ἐκ Φαιήκων ἔχεται κάρτος τε βίη τε.
6.198 ἦ ῥα καὶ ἀμφιπόλοισιν ἐυπλοκάμοισι κέλευσε:
6.199 στῆτέ μοι, ἀμφίπολοι: πόσε φεύγετε φῶτα ἰδοῦσαι;
6.200 ἦ μή πού τινα δυσμενέων φάσθ᾽ ἔμμεναι ἀνδρῶν;
6.201 οὐκ ἔσθ᾽ οὗτος ἀνὴρ διερὸς βροτὸς οὐδὲ γένηται,
6.202 ὅς κεν Φαιήκων ἀνδρῶν ἐς γαῖαν ἵκηται
6.203 δηιοτῆτα φέρων: μάλα γὰρ φίλοι ἀθανάτοισιν.
6.204 οἰκέομεν δ᾽ ἀπάνευθε πολυκλύστῳ ἐνὶ πόντῳ,
6.205 ἔσχατοι, οὐδέ τις ἄμμι βροτῶν ἐπιμίσγεται ἄλλος.
6.206 ἀλλ᾽ ὅδε τις δύστηνος ἀλώμενος ἐνθάδ᾽ ἱκάνει,
6.207 τὸν νῦν χρὴ κομέειν: πρὸς γὰρ Διός εἰσιν ἅπαντες
6.208 ξεῖνοί τε πτωχοί τε, δόσις δ᾽ ὀλίγη τε φίλη τε.
6.209 ἀλλὰ δότ᾽, ἀμφίπολοι, ξείνῳ βρῶσίν τε πόσιν τε,
6.210 λούσατέ τ᾽ ἐν ποταμῷ, ὅθ᾽ ἐπὶ σκέπας ἔστ᾽ ἀνέμοιο.
6.211 ὣς ἔφαθ᾽, αἱ δ᾽ ἔσταν τε καὶ ἀλλήλῃσι κέλευσαν,
6.212 κὰδ δ᾽ ἄρ᾽ Ὀδυσσῆ᾽ εἷσαν ἐπὶ σκέπας, ὡς ἐκέλευσεν
6.213 Ναυσικάα θυγάτηρ μεγαλήτορος Ἀλκινόοιο:
6.214 πὰρ δ᾽ ἄρα οἱ φᾶρός τε χιτῶνά τε εἵματ᾽ ἔθηκαν,
6.215 δῶκαν δὲ χρυσέῃ ἐν ληκύθῳ ὑγρὸν ἔλαιον,
6.216 ἤνωγον δ᾽ ἄρα μιν λοῦσθαι ποταμοῖο ῥοῇσιν.
6.217 δή ῥα τότ᾽ ἀμφιπόλοισι μετηύδα δῖος Ὀδυσσεύς:
6.218 ἀμφίπολοι, στῆθ᾽ οὕτω ἀπόπροθεν, ὄφρ᾽ ἐγὼ αὐτὸς
6.219 ἅλμην ὤμοιιν ἀπολούσομαι, ἀμφὶ δ᾽ ἐλαίῳ
6.220 χρίσομαι: ἦ γὰρ δηρὸν ἀπὸ χροός ἐστιν ἀλοιφή.
6.221 ἄντην δ᾽ οὐκ ἂν ἐγώ γε λοέσσομαι: αἰδέομαι γὰρ
6.222 γυμνοῦσθαι κούρῃσιν ἐυπλοκάμοισι μετελθών.
6.223 ὣς ἔφαθ᾽, αἱ δ᾽ ἀπάνευθεν ἴσαν, εἶπον δ᾽ ἄρα κούρῃ.
6.224 αὐτὰρ ὁ ἐκ ποταμοῦ χρόα νίζετο δῖος Ὀδυσσεὺς
6.225 ἅλμην, ἥ οἱ νῶτα καὶ εὐρέας ἄμπεχεν ὤμους,
6.226 ἐκ κεφαλῆς δ᾽ ἔσμηχεν ἁλὸς χνόον ἀτρυγέτοιο.
6.227 αὐτὰρ ἐπεὶ δὴ πάντα λοέσσατο καὶ λίπ᾽ ἄλειψεν,
6.228 ἀμφὶ δὲ εἵματα ἕσσαθ᾽ ἅ οἱ πόρε παρθένος ἀδμής,
6.229 τὸν μὲν Ἀθηναίη θῆκεν Διὸς ἐκγεγαυῖα
6.230 μείζονά τ᾽ εἰσιδέειν καὶ πάσσονα, κὰδ δὲ κάρητος
6.231 οὔλας ἧκε κόμας, ὑακινθίνῳ ἄνθει ὁμοίας.
6.232 ὡς δ᾽ ὅτε τις χρυσὸν περιχεύεται ἀργύρῳ ἀνὴρ
6.233 ἴδρις, ὃν Ἥφαιστος δέδαεν καὶ Παλλὰς Ἀθήνη
6.234 τέχνην παντοίην, χαρίεντα δὲ ἔργα τελείει,
6.235 ὣς ἄρα τῷ κατέχευε χάριν κεφαλῇ τε καὶ ὤμοις.
6.236 ἕζετ᾽ ἔπειτ᾽ ἀπάνευθε κιὼν ἐπὶ θῖνα θαλάσσης,
6.237 κάλλεϊ καὶ χάρισι στίλβων: θηεῖτο δὲ κούρη.
6.238 δή ῥα τότ᾽ ἀμφιπόλοισιν ἐυπλοκάμοισι μετηύδα:
6.239 κλῦτέ μευ, ἀμφίπολοι λευκώλενοι, ὄφρα τι εἴπω.
6.240 οὐ πάντων ἀέκητι θεῶν, οἳ Ὄλυμπον ἔχουσιν,
6.241 Φαιήκεσσ᾽ ὅδ᾽ ἀνὴρ ἐπιμίσγεται ἀντιθέοισι:
6.242 πρόσθεν μὲν γὰρ δή μοι ἀεικέλιος δέατ᾽ εἶναι,
6.243 νῦν δὲ θεοῖσιν ἔοικε, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν.
6.244 αἲ γὰρ ἐμοὶ τοιόσδε πόσις κεκλημένος εἴη
6.245 ἐνθάδε ναιετάων, καὶ οἱ ἅδοι αὐτόθι μίμνειν.
6.246 ἀλλὰ δότ᾽, ἀμφίπολοι, ξείνῳ βρῶσίν τε πόσιν τε.
6.247 ὣς ἔφαθ᾽, αἱ δ᾽ ἄρα τῆς μάλα μὲν κλύον ἠδ᾽ ἐπίθοντο,
6.248 πὰρ δ᾽ ἄρ᾽ Ὀδυσσῆι ἔθεσαν βρῶσίν τε πόσιν τε.
6.249 ἦ τοι ὁ πῖνε καὶ ἦσθε πολύτλας δῖος Ὀδυσσεὺς
6.250 ἁρπαλέως: δηρὸν γὰρ ἐδητύος ἦεν ἄπαστος.
6.251 αὐτὰρ Ναυσικάα λευκώλενος ἄλλ᾽ ἐνόησεν:
6.252 εἵματ᾽ ἄρα πτύξασα τίθει καλῆς ἐπ᾽ ἀπήνης,
6.253 ζεῦξεν δ᾽ ἡμιόνους κρατερώνυχας, ἂν δ᾽ ἔβη αὐτή,
6.254 ὤτρυνεν δ᾽ Ὀδυσῆα, ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζεν:
6.255 ὄρσεο δὴ νῦν, ξεῖνε, πόλινδ᾽ ἴμεν ὄφρα σε πέμψω
6.256 πατρὸς ἐμοῦ πρὸς δῶμα δαΐφρονος, ἔνθα σέ φημι
6.257 πάντων Φαιήκων εἰδησέμεν ὅσσοι ἄριστοι.
6.258 ἀλλὰ μάλ᾽ ὧδ᾽ ἔρδειν, δοκέεις δέ μοι οὐκ ἀπινύσσειν:
6.259 ὄφρ᾽ ἂν μέν κ᾽ ἀγροὺς ἴομεν καὶ ἔργ᾽ ἀνθρώπων,
6.260 τόφρα σὺν ἀμφιπόλοισι μεθ᾽ ἡμιόνους καὶ ἄμαξαν
6.261 καρπαλίμως ἔρχεσθαι: ἐγὼ δ᾽ ὁδὸν ἡγεμονεύσω.
6.262 αὐτὰρ ἐπὴν πόλιος ἐπιβήομεν, ἣν πέρι πύργος
6.263 ὑψηλός, καλὸς δὲ λιμὴν ἑκάτερθε πόληος,
6.264 λεπτὴ δ᾽ εἰσίθμη: νῆες δ᾽ ὁδὸν ἀμφιέλισσαι
6.265 εἰρύαται: πᾶσιν γὰρ ἐπίστιόν ἐστιν ἑκάστῳ.
6.266 ἔνθα δέ τέ σφ᾽ ἀγορὴ καλὸν Ποσιδήιον ἀμφίς,
6.267 ῥυτοῖσιν λάεσσι κατωρυχέεσσ᾽ ἀραρυῖα.
6.268 ἔνθα δὲ νηῶν ὅπλα μελαινάων ἀλέγουσι,
6.269 πείσματα καὶ σπεῖρα, καὶ ἀποξύνουσιν ἐρετμά.
6.270 οὐ γὰρ Φαιήκεσσι μέλει βιὸς οὐδὲ φαρέτρη,
6.271 ἀλλ᾽ ἱστοὶ καὶ ἐρετμὰ νεῶν καὶ νῆες ἐῖσαι,
6.272 ᾗσιν ἀγαλλόμενοι πολιὴν περόωσι θάλασσαν.
6.273 τῶν ἀλεείνω φῆμιν ἀδευκέα, μή τις ὀπίσσω
6.274 μωμεύῃ: μάλα δ᾽ εἰσὶν ὑπερφίαλοι κατὰ δῆμον:
6.275 καί νύ τις ὧδ᾽ εἴπῃσι κακώτερος ἀντιβολήσας:
6.276 τίς δ᾽ ὅδε Ναυσικάᾳ ἕπεται καλός τε μέγας τε
6.277 ξεῖνος; ποῦ δέ μιν εὗρε; πόσις νύ οἱ ἔσσεται αὐτῇ.
6.278 ἦ τινά που πλαγχθέντα κομίσσατο ἧς ἀπὸ νηὸς
6.279 ἀνδρῶν τηλεδαπῶν, ἐπεὶ οὔ τινες ἐγγύθεν εἰσίν:
6.280 ἤ τίς οἱ εὐξαμένῃ πολυάρητος θεὸς ἦλθεν
6.281 οὐρανόθεν καταβάς, ἕξει δέ μιν ἤματα πάντα.
6.282 βέλτερον, εἰ καὐτή περ ἐποιχομένη πόσιν εὗρεν
6.283 ἄλλοθεν: ἦ γὰρ τούσδε γ᾽ ἀτιμάζει κατὰ δῆμον
6.284 Φαίηκας, τοί μιν μνῶνται πολέες τε καὶ ἐσθλοί.
6.285 ὣς ἐρέουσιν, ἐμοὶ δέ κ᾽ ὀνείδεα ταῦτα γένοιτο.
6.286 καὶ δ᾽ ἄλλῃ νεμεσῶ, ἥ τις τοιαῦτά γε ῥέζοι,
6.287 ἥ τ᾽ ἀέκητι φίλων πατρὸς καὶ μητρὸς ἐόντων,
6.288 ἀνδράσι μίσγηται, πρίν γ᾽ ἀμφάδιον γάμον ἐλθεῖν.
6.289 ξεῖνε, σὺ δ᾽ ὦκ᾽ ἐμέθεν ξυνίει ἔπος, ὄφρα τάχιστα
6.290 πομπῆς καὶ νόστοιο τύχῃς παρὰ πατρὸς ἐμοῖο.
6.291 δήεις ἀγλαὸν ἄλσος Ἀθήνης ἄγχι κελεύθου
6.292 αἰγείρων: ἐν δὲ κρήνη νάει, ἀμφὶ δὲ λειμών:
6.293 ἔνθα δὲ πατρὸς ἐμοῦ τέμενος τεθαλυῖά τ᾽ ἀλωή,
6.294 τόσσον ἀπὸ πτόλιος, ὅσσον τε γέγωνε βοήσας.
6.295 ἔνθα καθεζόμενος μεῖναι χρόνον, εἰς ὅ κεν ἡμεῖς
6.296 ἄστυδε ἔλθωμεν καὶ ἱκώμεθα δώματα πατρός.
6.297 αὐτὰρ ἐπὴν ἡμέας ἔλπῃ ποτὶ δώματ᾽ ἀφῖχθαι,
6.298 καὶ τότε Φαιήκων ἴμεν ἐς πόλιν ἠδ᾽ ἐρέεσθαι
6.299 δώματα πατρὸς ἐμοῦ μεγαλήτορος Ἀλκινόοιο.
6.300 ῥεῖα δ᾽ ἀρίγνωτ᾽ ἐστί, καὶ ἂν πάϊς ἡγήσαιτο
6.301 νήπιος: οὐ μὲν γάρ τι ἐοικότα τοῖσι τέτυκται
6.302 δώματα Φαιήκων, οἷος δόμος Ἀλκινόοιο
6.303 ἥρωος. ἀλλ᾽ ὁπότ᾽ ἄν σε δόμοι κεκύθωσι καὶ αὐλή,
6.304 ὦκα μάλα μεγάροιο διελθέμεν, ὄφρ᾽ ἂν ἵκηαι
6.305 μητέρ᾽ ἐμήν: ἡ δ᾽ ἧσται ἐπ᾽ ἐσχάρῃ ἐν πυρὸς αὐγῇ,
6.306 ἠλάκατα στρωφῶσ᾽ ἁλιπόρφυρα, θαῦμα ἰδέσθαι,
6.307 κίονι κεκλιμένη: δμωαὶ δέ οἱ εἵατ᾽ ὄπισθεν.
6.308 ἔνθα δὲ πατρὸς ἐμοῖο θρόνος ποτικέκλιται αὐτῇ,
6.309 τῷ ὅ γε οἰνοποτάζει ἐφήμενος ἀθάνατος ὥς.
6.310 τὸν παραμειψάμενος μητρὸς περὶ γούνασι χεῖρας
6.311 βάλλειν ἡμετέρης, ἵνα νόστιμον ἦμαρ ἴδηαι
6.312 χαίρων καρπαλίμως, εἰ καὶ μάλα τηλόθεν ἐσσί.
6.313 εἴ κέν τοι κείνη γε φίλα φρονέῃσ᾽ ἐνὶ θυμῷ,
6.314 ἐλπωρή τοι ἔπειτα φίλους τ᾽ ἰδέειν καὶ ἱκέσθαι
6.315 οἶκον ἐυκτίμενον καὶ σὴν ἐς πατρίδα γαῖαν.
6.316 ὣς ἄρα φωνήσασ᾽ ἵμασεν μάστιγι φαεινῇ
6.317 ἡμιόνους: αἱ δ᾽ ὦκα λίπον ποταμοῖο ῥέεθρα.
6.318 αἱ δ᾽ ἐὺ μὲν τρώχων, ἐὺ δὲ πλίσσοντο πόδεσσιν:
6.319 ἡ δὲ μάλ᾽ ἡνιόχευεν, ὅπως ἅμ᾽ ἑποίατο πεζοὶ
6.320 ἀμφίπολοί τ᾽ Ὀδυσεύς τε, νόῳ δ᾽ ἐπέβαλλεν ἱμάσθλην.
6.321 δύσετό τ᾽ ἠέλιος καὶ τοὶ κλυτὸν ἄλσος ἵκοντο
6.322 ἱρὸν Ἀθηναίης, ἵν᾽ ἄρ᾽ ἕζετο δῖος Ὀδυσσεύς.
6.323 αὐτίκ᾽ ἔπειτ᾽ ἠρᾶτο Διὸς κούρῃ μεγάλοιο:
6.324 κλῦθί μευ, αἰγιόχοιο Διὸς τέκος, Ἀτρυτώνη:
6.325 νῦν δή πέρ μευ ἄκουσον, ἐπεὶ πάρος οὔ ποτ᾽ ἄκουσας
6.326 ῥαιομένου, ὅτε μ᾽ ἔρραιε κλυτὸς ἐννοσίγαιος.
6.327 δός μ᾽ ἐς Φαίηκας φίλον ἐλθεῖν ἠδ᾽ ἐλεεινόν.
6.328 ὣς ἔφατ᾽ εὐχόμενος, τοῦ δ᾽ ἔκλυε Παλλὰς Ἀθήνη.
6.329 αὐτῷ δ᾽ οὔ πω φαίνετ᾽ ἐναντίη: αἴδετο γάρ ῥα
6.330 πατροκασίγνητον: ὁ δ᾽ ἐπιζαφελῶς μενέαινεν
6.331 ἀντιθέῳ Ὀδυσῆι πάρος ἣν γαῖαν ἱκέσθαι.
7.1 ὧς ὁ μὲν ἔνθ᾽ ἠρᾶτο πολύτλας δῖος Ὀδυσσεύς,
7.2 κούρην δὲ προτὶ ἄστυ φέρεν μένος ἡμιόνοιιν.
7.3 ἡ δ᾽ ὅτε δὴ οὗ πατρὸς ἀγακλυτὰ δώμαθ᾽ ἵκανε,
7.4 στῆσεν ἄρ᾽ ἐν προθύροισι, κασίγνητοι δέ μιν ἀμφὶς
7.5 ἵσταντ᾽ ἀθανάτοις ἐναλίγκιοι, οἵ ῥ᾽ ὑπ᾽ ἀπήνης
7.6 ἡμιόνους ἔλυον ἐσθῆτά τε ἔσφερον εἴσω.
7.7 αὐτὴ δ᾽ ἐς θάλαμον ἑὸν ἤιε: δαῖε δέ οἱ πῦρ
7.8 γρῆυς Ἀπειραίη, θαλαμηπόλος Εὐρυμέδουσα,
7.9 τήν ποτ᾽ Ἀπείρηθεν νέες ἤγαγον ἀμφιέλισσαι:
7.10 Ἀλκινόῳ δ᾽ αὐτὴν γέρας ἔξελον, οὕνεκα πᾶσιν
7.11 Φαιήκεσσιν ἄνασσε, θεοῦ δ᾽ ὣς δῆμος ἄκουεν:
7.12 ἣ τρέφε Ναυσικάαν λευκώλενον ἐν μεγάροισιν.
7.13 ἥ οἱ πῦρ ἀνέκαιε καὶ εἴσω δόρπον ἐκόσμει.
7.14 καὶ τότ᾽ Ὀδυσσεὺς ὦρτο πόλινδ᾽ ἴμεν: ἀμφὶ δ᾽ Ἀθήνη
7.15 πολλὴν ἠέρα χεῦε φίλα φρονέουσ᾽ Ὀδυσῆι,
7.16 μή τις Φαιήκων μεγαθύμων ἀντιβολήσας
7.17 κερτομέοι τ᾽ ἐπέεσσι καὶ ἐξερέοιθ᾽ ὅτις εἴη.
7.18 ἀλλ᾽ ὅτε δὴ ἄρ᾽ ἔμελλε πόλιν δύσεσθαι ἐραννήν,
7.19 ἔνθα οἱ ἀντεβόλησε θεά, γλαυκῶπις Ἀθήνη,
7.20 παρθενικῇ ἐικυῖα νεήνιδι, κάλπιν ἐχούσῃ.
7.21 στῆ δὲ πρόσθ᾽ αὐτοῦ, ὁ δ᾽ ἀνείρετο δῖος Ὀδυσσεύς:
7.22 ὦ τέκος, οὐκ ἄν μοι δόμον ἀνέρος ἡγήσαιο
7.23 Ἀλκινόου, ὃς τοῖσδε μετ᾽ ἀνθρώποισι ἀνάσσει;
7.24 καὶ γὰρ ἐγὼ ξεῖνος ταλαπείριος ἐνθάδ᾽ ἱκάνω
7.25 τηλόθεν ἐξ ἀπίης γαίης: τῷ οὔ τινα οἶδα
7.26 ἀνθρώπων, οἳ τήνδε πόλιν καὶ γαῖαν ἔχουσιν.
7.27 τὸν δ᾽ αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη:
7.28 τοιγὰρ ἐγώ τοι, ξεῖνε πάτερ, δόμον, ὅν με κελεύεις,
7.29 δείξω, ἐπεί μοι πατρὸς ἀμύμονος ἐγγύθι ναίει.
7.30 ἀλλ᾽ ἴθι σιγῇ τοῖον, ἐγὼ δ᾽ ὁδὸν ἡγεμονεύσω,
7.31 μηδέ τιν᾽ ἀνθρώπων προτιόσσεο μηδ᾽ ἐρέεινε.
7.32 οὐ γὰρ ξείνους οἵδε μάλ᾽ ἀνθρώπους ἀνέχονται,
7.33 οὐδ᾽ ἀγαπαζόμενοι φιλέουσ᾽ ὅς κ᾽ ἄλλοθεν ἔλθῃ.
7.34 νηυσὶ θοῇσιν τοί γε πεποιθότες ὠκείῃσι
7.35 λαῖτμα μέγ᾽ ἐκπερόωσιν, ἐπεί σφισι δῶκ᾽ ἐνοσίχθων:
7.36 τῶν νέες ὠκεῖαι ὡς εἰ πτερὸν ἠὲ νόημα.
7.37 ὣς ἄρα φωνήσασ᾽ ἡγήσατο Παλλὰς Ἀθήνη
7.38 καρπαλίμως: ὁ δ᾽ ἔπειτα μετ᾽ ἴχνια βαῖνε θεοῖο.
7.39 τὸν δ᾽ ἄρα Φαίηκες ναυσικλυτοὶ οὐκ ἐνόησαν
7.40 ἐρχόμενον κατὰ ἄστυ διὰ σφέας: οὐ γὰρ Ἀθήνη
7.41 εἴα ἐυπλόκαμος, δεινὴ θεός, ἥ ῥά οἱ ἀχλὺν
7.42 θεσπεσίην κατέχευε φίλα φρονέουσ᾽ ἐνὶ θυμῷ.
7.43 θαύμαζεν δ᾽ Ὀδυσεὺς λιμένας καὶ νῆας ἐίσας
7.44 αὐτῶν θ᾽ ἡρώων ἀγορὰς καὶ τείχεα μακρὰ
7.45 ὑψηλά, σκολόπεσσιν ἀρηρότα, θαῦμα ἰδέσθαι.
7.46 ἀλλ᾽ ὅτε δὴ βασιλῆος ἀγακλυτὰ δώμαθ᾽ ἵκοντο,
7.47 τοῖσι δὲ μύθων ἦρχε θεά, γλαυκῶπις Ἀθήνη:
7.48 οὗτος δή τοι, ξεῖνε πάτερ, δόμος, ὅν με κελεύεις
7.49 πεφραδέμεν: δήεις δὲ διοτρεφέας βασιλῆας
7.50 δαίτην δαινυμένους: σὺ δ᾽ ἔσω κίε, μηδέ τι θυμῷ
7.51 τάρβει: θαρσαλέος γὰρ ἀνὴρ ἐν πᾶσιν ἀμείνων
7.52 ἔργοισιν τελέθει, εἰ καί ποθεν ἄλλοθεν ἔλθοι.
7.53 δέσποιναν μὲν πρῶτα κιχήσεαι ἐν μεγάροισιν:
7.54 Ἀρήτη δ᾽ ὄνομ᾽ ἐστὶν ἐπώνυμον, ἐκ δὲ τοκήων
7.55 τῶν αὐτῶν οἵ περ τέκον Ἀλκίνοον βασιλῆα.
7.56 Ναυσίθοον μὲν πρῶτα Ποσειδάων ἐνοσίχθων
7.57 γείνατο καὶ Περίβοια, γυναικῶν εἶδος ἀρίστη,
7.58 ὁπλοτάτη θυγάτηρ μεγαλήτορος Εὐρυμέδοντος,
7.59 ὅς ποθ᾽ ὑπερθύμοισι Γιγάντεσσιν βασίλευεν.
7.60 ἀλλ᾽ ὁ μὲν ὤλεσε λαὸν ἀτάσθαλον, ὤλετο δ᾽ αὐτός:
7.61 τῇ δὲ Ποσειδάων ἐμίγη καὶ ἐγείνατο παῖδα
7.62 Ναυσίθοον μεγάθυμον, ὃς ἐν Φαίηξιν ἄνασσε:
7.63 Ναυσίθοος δ᾽ ἔτεκεν Ῥηξήνορά τ᾽ Ἀλκίνοόν τε.
7.64 τὸν μὲν ἄκουρον ἐόντα βάλ᾽ ἀργυρότοξος Ἀπόλλων
7.65 νυμφίον ἐν μεγάρῳ, μίαν οἴην παῖδα λιπόντα
7.66 Ἀρήτην: τὴν δ᾽ Ἀλκίνοος ποιήσατ᾽ ἄκοιτιν,
7.67 καί μιν ἔτισ᾽, ὡς οὔ τις ἐπὶ χθονὶ τίεται ἄλλη,
7.68 ὅσσαι νῦν γε γυναῖκες ὑπ᾽ ἀνδράσιν οἶκον ἔχουσιν.
7.69 ὣς κείνη περὶ κῆρι τετίμηταί τε καὶ ἔστιν
7.70 ἔκ τε φίλων παίδων ἔκ τ᾽ αὐτοῦ Ἀλκινόοιο
7.71 καὶ λαῶν, οἵ μίν ῥα θεὸν ὣς εἰσορόωντες
7.72 δειδέχαται μύθοισιν, ὅτε στείχῃσ᾽ ἀνὰ ἄστυ.
7.73 οὐ μὲν γάρ τι νόου γε καὶ αὐτὴ δεύεται ἐσθλοῦ:
7.74 ᾗσι τ᾽ ἐὺ φρονέῃσι καὶ ἀνδράσι νείκεα λύει.
7.75 εἴ κέν τοι κείνη γε φίλα φρονέῃσ᾽ ἐνὶ θυμῷ,
7.76 ἐλπωρή τοι ἔπειτα φίλους τ᾽ ἰδέειν καὶ ἱκέσθαι
7.77 οἶκον ἐς ὑψόροφον καὶ σὴν ἐς πατρίδα γαῖαν.
7.78 ὣς ἄρα φωνήσασ᾽ ἀπέβη γλαυκῶπις Ἀθήνη
7.79 πόντον ἐπ᾽ ἀτρύγετον, λίπε δὲ Σχερίην ἐρατεινήν,
7.80 ἵκετο δ᾽ ἐς Μαραθῶνα καὶ εὐρυάγυιαν Ἀθήνην,
7.81 δῦνε δ᾽ Ἐρεχθῆος πυκινὸν δόμον. αὐτὰρ Ὀδυσσεὺς
7.82 Ἀλκινόου πρὸς δώματ᾽ ἴε κλυτά: πολλὰ δέ οἱ κῆρ
7.83 ὥρμαιν᾽ ἱσταμένῳ, πρὶν χάλκεον οὐδὸν ἱκέσθαι.
7.84 ὥς τε γὰρ ἠελίου αἴγλη πέλεν ἠὲ σελήνης
7.85 δῶμα καθ᾽ ὑψερεφὲς μεγαλήτορος Ἀλκινόοιο.
7.86 χάλκεοι μὲν γὰρ τοῖχοι ἐληλέδατ᾽ ἔνθα καὶ ἔνθα,
7.87 ἐς μυχὸν ἐξ οὐδοῦ, περὶ δὲ θριγκὸς κυάνοιο:
7.88 χρύσειαι δὲ θύραι πυκινὸν δόμον ἐντὸς ἔεργον:
7.89 σταθμοὶ δ᾽ ἀργύρεοι ἐν χαλκέῳ ἕστασαν οὐδῷ,
7.90 ἀργύρεον δ᾽ ἐφ᾽ ὑπερθύριον, χρυσέη δὲ κορώνη.
7.91 χρύσειοι δ᾽ ἑκάτερθε καὶ ἀργύρεοι κύνες ἦσαν,
7.92 οὓς Ἥφαιστος ἔτευξεν ἰδυίῃσι πραπίδεσσι
7.93 δῶμα φυλασσέμεναι μεγαλήτορος Ἀλκινόοιο,
7.94 ἀθανάτους ὄντας καὶ ἀγήρως ἤματα πάντα.
7.95 ἐν δὲ θρόνοι περὶ τοῖχον ἐρηρέδατ᾽ ἔνθα καὶ ἔνθα,
7.96 ἐς μυχὸν ἐξ οὐδοῖο διαμπερές, ἔνθ᾽ ἐνὶ πέπλοι
7.97 λεπτοὶ ἐύννητοι βεβλήατο, ἔργα γυναικῶν.
7.98 ἔνθα δὲ Φαιήκων ἡγήτορες ἑδριόωντο
7.99 πίνοντες καὶ ἔδοντες: ἐπηετανὸν γὰρ ἔχεσκον.
7.100 χρύσειοι δ᾽ ἄρα κοῦροι ἐυδμήτων ἐπὶ βωμῶν
7.101 ἕστασαν αἰθομένας δαΐδας μετὰ χερσὶν ἔχοντες,
7.102 φαίνοντες νύκτας κατὰ δώματα δαιτυμόνεσσι.
7.103 πεντήκοντα δέ οἱ δμωαὶ κατὰ δῶμα γυναῖκες
7.104 αἱ μὲν ἀλετρεύουσι μύλῃς ἔπι μήλοπα καρπόν,
7.105 αἱ δ᾽ ἱστοὺς ὑφόωσι καὶ ἠλάκατα στρωφῶσιν
7.106 ἥμεναι, οἷά τε φύλλα μακεδνῆς αἰγείροιο:
7.107 καιρουσσέων δ᾽ ὀθονέων ἀπολείβεται ὑγρὸν ἔλαιον.
7.108 ὅσσον Φαίηκες περὶ πάντων ἴδριες ἀνδρῶν
7.109 νῆα θοὴν ἐνὶ πόντῳ ἐλαυνέμεν, ὣς δὲ γυναῖκες
7.110 ἱστῶν τεχνῆσσαι: πέρι γάρ σφισι δῶκεν Ἀθήνη
7.111 ἔργα τ᾽ ἐπίστασθαι περικαλλέα καὶ φρένας ἐσθλάς.
7.112 ἔκτοσθεν δ᾽ αὐλῆς μέγας ὄρχατος ἄγχι θυράων
7.113 τετράγυος: περὶ δ᾽ ἕρκος ἐλήλαται ἀμφοτέρωθεν.
7.114 ἔνθα δὲ δένδρεα μακρὰ πεφύκασι τηλεθόωντα,
7.115 ὄγχναι καὶ ῥοιαὶ καὶ μηλέαι ἀγλαόκαρποι
7.116 συκέαι τε γλυκεραὶ καὶ ἐλαῖαι τηλεθόωσαι.
7.117 τάων οὔ ποτε καρπὸς ἀπόλλυται οὐδ᾽ ἀπολείπει
7.118 χείματος οὐδὲ θέρευς, ἐπετήσιος: ἀλλὰ μάλ᾽ αἰεὶ
7.119 Ζεφυρίη πνείουσα τὰ μὲν φύει, ἄλλα δὲ πέσσει.
7.120 ὄγχνη ἐπ᾽ ὄγχνῃ γηράσκει, μῆλον δ᾽ ἐπὶ μήλῳ,
7.121 αὐτὰρ ἐπὶ σταφυλῇ σταφυλή, σῦκον δ᾽ ἐπὶ σύκῳ.
7.122 ἔνθα δέ οἱ πολύκαρπος ἀλωὴ ἐρρίζωται,
7.123 τῆς ἕτερον μὲν θειλόπεδον λευρῷ ἐνὶ χώρῳ
7.124 τέρσεται ἠελίῳ, ἑτέρας δ᾽ ἄρα τε τρυγόωσιν,
7.125 ἄλλας δὲ τραπέουσι: πάροιθε δέ τ᾽ ὄμφακές εἰσιν
7.126 ἄνθος ἀφιεῖσαι, ἕτεραι δ᾽ ὑποπερκάζουσιν.
7.127 ἔνθα δὲ κοσμηταὶ πρασιαὶ παρὰ νείατον ὄρχον
7.128 παντοῖαι πεφύασιν, ἐπηετανὸν γανόωσαι:
7.129 ἐν δὲ δύω κρῆναι ἡ μέν τ᾽ ἀνὰ κῆπον ἅπαντα
7.130 σκίδναται, ἡ δ᾽ ἑτέρωθεν ὑπ᾽ αὐλῆς οὐδὸν ἵησι
7.131 πρὸς δόμον ὑψηλόν, ὅθεν ὑδρεύοντο πολῖται.
7.132 τοῖ᾽ ἄρ᾽ ἐν Ἀλκινόοιο θεῶν ἔσαν ἀγλαὰ δῶρα.
7.133 ἔνθα στὰς θηεῖτο πολύτλας δῖος Ὀδυσσεύς.
7.134 αὐτὰρ ἐπεὶ δὴ πάντα ἑῷ θηήσατο θυμῷ,
7.135 καρπαλίμως ὑπὲρ οὐδὸν ἐβήσετο δώματος εἴσω.
7.136 εὗρε δὲ Φαιήκων ἡγήτορας ἠδὲ μέδοντας
7.137 σπένδοντας δεπάεσσιν ἐυσκόπῳ ἀργεϊφόντῃ,
7.138 ᾧ πυμάτῳ σπένδεσκον, ὅτε μνησαίατο κοίτου.
7.139 αὐτὰρ ὁ βῆ διὰ δῶμα πολύτλας δῖος Ὀδυσσεὺς
7.140 πολλὴν ἠέρ᾽ ἔχων, ἥν οἱ περίχευεν Ἀθήνη,
7.141 ὄφρ᾽ ἵκετ᾽ Ἀρήτην τε καὶ Ἀλκίνοον βασιλῆα.
7.142 ἀμφὶ δ᾽ ἄρ᾽ Ἀρήτης βάλε γούνασι χεῖρας Ὀδυσσεύς,
7.143 καὶ τότε δή ῥ᾽ αὐτοῖο πάλιν χύτο θέσφατος ἀήρ.
7.144 οἱ δ᾽ ἄνεῳ ἐγένοντο, δόμον κάτα φῶτα ἰδόντες:
7.145 θαύμαζον δ᾽ ὁρόωντες. ὁ δὲ λιτάνευεν Ὀδυσσεύς:
7.146 Ἀρήτη, θύγατερ Ῥηξήνορος ἀντιθέοιο,
7.147 σόν τε πόσιν σά τε γούναθ᾽ ἱκάνω πολλὰ μογήσας
7.148 τούσδε τε δαιτυμόνας: τοῖσιν θεοὶ ὄλβια δοῖεν
7.149 ζωέμεναι, καὶ παισὶν ἐπιτρέψειεν ἕκαστος
7.150 κτήματ᾽ ἐνὶ μεγάροισι γέρας θ᾽ ὅ τι δῆμος ἔδωκεν:
7.151 αὐτὰρ ἐμοὶ πομπὴν ὀτρύνετε πατρίδ᾽ ἱκέσθαι
7.152 θᾶσσον, ἐπεὶ δὴ δηθὰ φίλων ἄπο πήματα πάσχω.
7.153 ὣς εἰπὼν κατ᾽ ἄρ᾽ ἕζετ᾽ ἐπ᾽ ἐσχάρῃ ἐν κονίῃσιν
7.154 πὰρ πυρί: οἱ δ᾽ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.
7.155 ὀψὲ δὲ δὴ μετέειπε γέρων ἥρως Ἐχένηος,
7.156 ὃς δὴ Φαιήκων ἀνδρῶν προγενέστερος ἦεν
7.157 καὶ μύθοισι κέκαστο, παλαιά τε πολλά τε εἰδώς:
7.158 ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν:
7.159 Ἀλκίνο᾽, οὐ μέν τοι τόδε κάλλιον, οὐδὲ ἔοικε,
7.160 ξεῖνον μὲν χαμαὶ ἧσθαι ἐπ᾽ ἐσχάρῃ ἐν κονίῃσιν,
7.161 οἵδε δὲ σὸν μῦθον ποτιδέγμενοι ἰσχανόωνται.
7.162 ἄλλ᾽ ἄγε δὴ ξεῖνον μὲν ἐπὶ θρόνου ἀργυροήλου
7.163 εἷσον ἀναστήσας, σὺ δὲ κηρύκεσσι κέλευσον
7.164 οἶνον ἐπικρῆσαι, ἵνα καὶ Διὶ τερπικεραύνῳ
7.165 σπείσομεν, ὅς θ᾽ ἱκέτῃσιν ἅμ᾽ αἰδοίοισιν ὀπηδεῖ:
7.166 δόρπον δὲ ξείνῳ ταμίη δότω ἔνδον ἐόντων.
7.167 αὐτὰρ ἐπεὶ τό γ᾽ ἄκουσ᾽ ἱερὸν μένος Ἀλκινόοιο,
7.168 χειρὸς ἑλὼν Ὀδυσῆα δαΐφρονα ποικιλομήτην
7.169 ὦρσεν ἀπ᾽ ἐσχαρόφιν καὶ ἐπὶ θρόνου εἷσε φαεινοῦ,
7.170 υἱὸν ἀναστήσας ἀγαπήνορα Λαοδάμαντα,
7.171 ὅς οἱ πλησίον ἷζε, μάλιστα δέ μιν φιλέεσκεν.
7.172 χέρνιβα δ᾽ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα
7.173 καλῇ χρυσείῃ ὑπὲρ ἀργυρέοιο λέβητος,
7.174 νίψασθαι: παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.
7.175 σῖτον δ᾽ αἰδοίη ταμίη παρέθηκε φέρουσα,
7.176 εἴδατα πόλλ᾽ ἐπιθεῖσα, χαριζομένη παρεόντων.
7.177 αὐτὰρ ὁ πῖνε καὶ ἦσθε πολύτλας δῖος Ὀδυσσεύς.
7.178 καὶ τότε κήρυκα προσέφη μένος Ἀλκινόοιο:
7.179 Ποντόνοε, κρητῆρα κερασσάμενος μέθυ νεῖμον
7.180 πᾶσιν ἀνὰ μέγαρον, ἵνα καὶ Διὶ τερπικεραύνῳ
7.181 σπείσομεν, ὅς θ᾽ ἱκέτῃσιν ἅμ᾽ αἰδοίοισιν ὀπηδεῖ.
7.182 ὣς φάτο, Ποντόνοος δὲ μελίφρονα οἶνον ἐκίρνα,
7.183 νώμησεν δ᾽ ἄρα πᾶσιν ἐπαρξάμενος δεπάεσσιν.
7.184 αὐτὰρ ἐπεὶ σπεῖσάν τ᾽ ἔπιόν θ᾽, ὅσον ἤθελε θυμός,
7.185 τοῖσιν δ᾽ Ἀλκίνοος ἀγορήσατο καὶ μετέειπε:
7.186 κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες
7.187 ὄφρ᾽ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.
7.188 νῦν μὲν δαισάμενοι κατακείετε οἴκαδ᾽ ἰόντες:
7.189 ἠῶθεν δὲ γέροντας ἐπὶ πλέονας καλέσαντες
7.190 ξεῖνον ἐνὶ μεγάροις ξεινίσσομεν ἠδὲ θεοῖσιν
7.191 ῥέξομεν ἱερὰ καλά, ἔπειτα δὲ καὶ περὶ πομπῆς
7.192 μνησόμεθ᾽, ὥς χ᾽ ὁ ξεῖνος ἄνευθε πόνου καὶ ἀνίης
7.193 πομπῇ ὑφ᾽ ἡμετέρῃ ἣν πατρίδα γαῖαν ἵκηται
7.194 χαίρων καρπαλίμως, εἰ καὶ μάλα τηλόθεν ἐστί,
7.195 μηδέ τι μεσσηγύς γε κακὸν καὶ πῆμα πάθῃσι,
7.196 πρίν γε τὸν ἧς γαίης ἐπιβήμεναι: ἔνθα δ᾽ ἔπειτα
7.197 πείσεται, ἅσσα οἱ αἶσα κατὰ κλῶθές τε βαρεῖαι
7.198 γιγνομένῳ νήσαντο λίνῳ, ὅτε μιν τέκε μήτηρ.
7.199 εἰ δέ τις ἀθανάτων γε κατ᾽ οὐρανοῦ εἰλήλουθεν,
7.200 ἄλλο τι δὴ τόδ᾽ ἔπειτα θεοὶ περιμηχανόωνται.
7.201 αἰεὶ γὰρ τὸ πάρος γε θεοὶ φαίνονται ἐναργεῖς
7.202 ἡμῖν, εὖτ᾽ ἔρδωμεν ἀγακλειτὰς ἑκατόμβας,
7.203 δαίνυνταί τε παρ᾽ ἄμμι καθήμενοι ἔνθα περ ἡμεῖς.
7.204 εἰ δ᾽ ἄρα τις καὶ μοῦνος ἰὼν ξύμβληται ὁδίτης,
7.205 οὔ τι κατακρύπτουσιν, ἐπεί σφισιν ἐγγύθεν εἰμέν,
7.206 ὥς περ Κύκλωπές τε καὶ ἄγρια φῦλα Γιγάντων.
7.207 τὸν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς:
7.208 Ἀλκίνο᾽, ἄλλο τί τοι μελέτω φρεσίν: οὐ γὰρ ἐγώ γε
7.209 ἀθανάτοισιν ἔοικα, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,
7.210 οὐ δέμας οὐδὲ φυήν, ἀλλὰ θνητοῖσι βροτοῖσιν.
7.211 οὕς τινας ὑμεῖς ἴστε μάλιστ᾽ ὀχέοντας ὀιζὺν
7.212 ἀνθρώπων, τοῖσίν κεν ἐν ἄλγεσιν ἰσωσαίμην.
7.213 καὶ δ᾽ ἔτι κεν καὶ μᾶλλον ἐγὼ κακὰ μυθησαίμην,
7.214 ὅσσα γε δὴ ξύμπαντα θεῶν ἰότητι μόγησα.
7.215 ἀλλ᾽ ἐμὲ μὲν δορπῆσαι ἐάσατε κηδόμενόν περ:
7.216 οὐ γάρ τι στυγερῇ ἐπὶ γαστέρι κύντερον ἄλλο
7.217 ἔπλετο, ἥ τ᾽ ἐκέλευσεν ἕο μνήσασθαι ἀνάγκῃ
7.218 καὶ μάλα τειρόμενον καὶ ἐνὶ φρεσὶ πένθος ἔχοντα,
7.219 ὡς καὶ ἐγὼ πένθος μὲν ἔχω φρεσίν, ἡ δὲ μάλ᾽ αἰεὶ
7.220 ἐσθέμεναι κέλεται καὶ πινέμεν, ἐκ δέ με πάντων
7.221 ληθάνει ὅσσ᾽ ἔπαθον, καὶ ἐνιπλησθῆναι ἀνώγει.
7.222 ὑμεῖς δ᾽ ὀτρύνεσθαι ἅμ᾽ ἠοῖ φαινομένηφιν,
7.223 ὥς κ᾽ ἐμὲ τὸν δύστηνον ἐμῆς ἐπιβήσετε πάτρης
7.224 καί περ πολλὰ παθόντα: ἰδόντα με καὶ λίποι αἰὼν
7.225 κτῆσιν ἐμήν, δμῶάς τε καὶ ὑψερεφὲς μέγα δῶμα.
7.226 ὣς ἔφαθ᾽, οἱ δ᾽ ἄρα πάντες ἐπῄνεον ἠδ᾽ ἐκέλευον
7.227 πεμπέμεναι τὸν ξεῖνον, ἐπεὶ κατὰ μοῖραν ἔειπεν.
7.228 αὐτὰρ ἐπεὶ σπεῖσάν τ᾽ ἔπιον θ᾽ ὅσον ἤθελε θυμός,
7.229 οἱ μὲν κακκείοντες ἔβαν οἶκόνδε ἕκαστος,
7.230 αὐτὰρ ὁ ἐν μεγάρῳ ὑπελείπετο δῖος Ὀδυσσεύς,
7.231 πὰρ δέ οἱ Ἀρήτη τε καὶ Ἀλκίνοος θεοειδὴς
7.232 ἥσθην: ἀμφίπολοι δ᾽ ἀπεκόσμεον ἔντεα δαιτός.
7.233 τοῖσιν δ᾽ Ἀρήτη λευκώλενος ἤρχετο μύθων:
7.234 ἔγνω γὰρ φᾶρός τε χιτῶνά τε εἵματ᾽ ἰδοῦσα
7.235 καλά, τά ῥ᾽ αὐτὴ τεῦξε σὺν ἀμφιπόλοισι γυναιξί:
7.236 καί μιν φωνήσασ᾽ ἔπεα πτερόεντα προσηύδα:
7.237 ξεῖνε, τὸ μέν σε πρῶτον ἐγὼν εἰρήσομαι αὐτή:
7.238 τίς πόθεν εἰς ἀνδρῶν; τίς τοι τάδε εἵματ᾽ ἔδωκεν;
7.239 οὐ δὴ φῆς ἐπὶ πόντον ἀλώμενος ἐνθάδ᾽ ἱκέσθαι;
7.240 τὴν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς:
7.241 ἀργαλέον, βασίλεια, διηνεκέως ἀγορεῦσαι
7.242 κήδε᾽, ἐπεί μοι πολλὰ δόσαν θεοὶ Οὐρανίωνες:
7.243 τοῦτο δέ τοι ἐρέω ὅ μ᾽ ἀνείρεαι ἠδὲ μεταλλᾷς.
7.244 Ὠγυγίη τις νῆσος ἀπόπροθεν εἰν ἁλὶ κεῖται:
7.245 ἔνθα μὲν Ἄτλαντος θυγάτηρ, δολόεσσα Καλυψὼ
7.246 ναίει ἐυπλόκαμος, δεινὴ θεός: οὐδέ τις αὐτῇ
7.247 μίσγεται οὔτε θεῶν οὔτε θνητῶν ἀνθρώπων.
7.248 ἀλλ᾽ ἐμὲ τὸν δύστηνον ἐφέστιον ἤγαγε δαίμων
7.249 οἶον, ἐπεί μοι νῆα θοὴν ἀργῆτι κεραυνῷ
7.250 Ζεὺς ἔλσας ἐκέασσε μέσῳ ἐνὶ οἴνοπι πόντῳ.
7.251 ἔνθ᾽ ἄλλοι μὲν πάντες ἀπέφθιθεν ἐσθλοὶ ἑταῖροι,
7.252 αὐτὰρ ἐγὼ τρόπιν ἀγκὰς ἑλὼν νεὸς ἀμφιελίσσης
7.253 ἐννῆμαρ φερόμην: δεκάτῃ δέ με νυκτὶ μελαίνῃ
7.254 νῆσον ἐς Ὠγυγίην πέλασαν θεοί, ἔνθα Καλυψὼ
7.255 ναίει ἐυπλόκαμος, δεινὴ θεός, ἥ με λαβοῦσα
7.256 ἐνδυκέως ἐφίλει τε καὶ ἔτρεφεν ἠδὲ ἔφασκε
7.257 θήσειν ἀθάνατον καὶ ἀγήραον ἤματα πάντα:
7.258 ἀλλ᾽ ἐμὸν οὔ ποτε θυμὸν ἐνὶ στήθεσσιν ἔπειθεν.
7.259 ἔνθα μὲν ἑπτάετες μένον ἔμπεδον, εἵματα δ᾽ αἰεὶ
7.260 δάκρυσι δεύεσκον, τά μοι ἄμβροτα δῶκε Καλυψώ:
7.261 ἀλλ᾽ ὅτε δὴ ὀγδόατόν μοι ἐπιπλόμενον ἔτος ἦλθεν,
7.262 καὶ τότε δή μ᾽ ἐκέλευσεν ἐποτρύνουσα νέεσθαι
7.263 Ζηνὸς ὑπ᾽ ἀγγελίης, ἢ καὶ νόος ἐτράπετ᾽ αὐτῆς.
7.264 πέμπε δ᾽ ἐπὶ σχεδίης πολυδέσμου, πολλὰ δ᾽ ἔδωκε,
7.265 σῖτον καὶ μέθυ ἡδύ, καὶ ἄμβροτα εἵματα ἕσσεν,
7.266 οὖρον δὲ προέηκεν ἀπήμονά τε λιαρόν τε.
7.267 ἑπτὰ δὲ καὶ δέκα μὲν πλέον ἤματα ποντοπορεύων,
7.268 ὀκτωκαιδεκάτῃ δ᾽ ἐφάνη ὄρεα σκιόεντα
7.269 γαίης ὑμετέρης, γήθησε δέ μοι φίλον ἦτορ
7.270 δυσμόρῳ: ἦ γὰρ ἔμελλον ἔτι ξυνέσεσθαι ὀιζυῖ
7.271 πολλῇ, τήν μοι ἐπῶρσε Ποσειδάων ἐνοσίχθων,
7.272 ὅς μοι ἐφορμήσας ἀνέμους κατέδησε κέλευθον,
7.273 ὤρινεν δὲ θάλασσαν ἀθέσφατον, οὐδέ τι κῦμα
7.274 εἴα ἐπὶ σχεδίης ἁδινὰ στενάχοντα φέρεσθαι.
7.275 τὴν μὲν ἔπειτα θύελλα διεσκέδασ᾽: αὐτὰρ ἐγώ γε
7.276 νηχόμενος τόδε λαῖτμα διέτμαγον, ὄφρα με γαίῃ
7.277 ὑμετέρῃ ἐπέλασσε φέρων ἄνεμός τε καὶ ὕδωρ.
7.278 ἔνθα κέ μ᾽ ἐκβαίνοντα βιήσατο κῦμ᾽ ἐπὶ χέρσου,
7.279 πέτρῃς πρὸς μεγάλῃσι βαλὸν καὶ ἀτερπέι χώρῳ:
7.280 ἀλλ᾽ ἀναχασσάμενος νῆχον πάλιν, ἧος ἐπῆλθον
7.281 ἐς ποταμόν, τῇ δή μοι ἐείσατο χῶρος ἄριστος,
7.282 λεῖος πετράων, καὶ ἐπὶ σκέπας ἦν ἀνέμοιο.
7.283 ἐκ δ᾽ ἔπεσον θυμηγερέων, ἐπὶ δ᾽ ἀμβροσίη νὺξ
7.284 ἤλυθ᾽. ἐγὼ δ᾽ ἀπάνευθε διιπετέος ποταμοῖο
7.285 ἐκβὰς ἐν θάμνοισι κατέδραθον, ἀμφὶ δὲ φύλλα
7.286 ἠφυσάμην: ὕπνον δὲ θεὸς κατ᾽ ἀπείρονα χεῦεν.
7.287 ἔνθα μὲν ἐν φύλλοισι φίλον τετιημένος ἦτορ
7.288 εὗδον παννύχιος καὶ ἐπ᾽ ἠῶ καὶ μέσον ἦμαρ.
7.289 δείλετό τ᾽ ἠέλιος καί με γλυκὺς ὕπνος ἀνῆκεν.
7.290 ἀμφιπόλους δ᾽ ἐπὶ θινὶ τεῆς ἐνόησα θυγατρὸς
7.291 παιζούσας, ἐν δ᾽ αὐτὴ ἔην ἐικυῖα θεῇσι:
7.292 τὴν ἱκέτευσ᾽: ἡ δ᾽ οὔ τι νοήματος ἤμβροτεν ἐσθλοῦ,
7.293 ὡς οὐκ ἂν ἔλποιο νεώτερον ἀντιάσαντα
7.294 ἐρξέμεν: αἰεὶ γάρ τε νεώτεροι ἀφραδέουσιν.
7.295 ἥ μοι σῖτον ἔδωκεν ἅλις ἠδ᾽ αἴθοπα οἶνον
7.296 καὶ λοῦσ᾽ ἐν ποταμῷ καί μοι τάδε εἵματ᾽ ἔδωκε.
7.297 ταῦτά τοι ἀχνύμενός περ ἀληθείην κατέλεξα.
7.298 τὸν δ᾽ αὖτ᾽ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε:
7.299 ξεῖν᾽, ἦ τοι μὲν τοῦτο γ᾽ ἐναίσιμον οὐκ ἐνόησε
7.300 παῖς ἐμή, οὕνεκά σ᾽ οὔ τι μετ᾽ ἀμφιπόλοισι γυναιξὶν
7.301 ἦγεν ἐς ἡμέτερον, σὺ δ᾽ ἄρα πρώτην ἱκέτευσας.
7.302 τὸν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς:
7.303 ἥρως, μή τοι τοὔνεκ᾽ ἀμύμονα νείκεε κούρην:
7.304 ἡ μὲν γάρ μ᾽ ἐκέλευε σὺν ἀμφιπόλοισιν ἕπεσθαι,
7.305 ἀλλ᾽ ἐγὼ οὐκ ἔθελον δείσας αἰσχυνόμενός τε,
7.306 μή πως καὶ σοὶ θυμὸς ἐπισκύσσαιτο ἰδόντι:
7.307 δύσζηλοι γάρ τ᾽ εἰμὲν ἐπὶ χθονὶ φῦλ᾽ ἀνθρώπων.
7.308 τὸν δ᾽ αὖτ᾽ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε:
7.309 ξεῖν᾽, οὔ μοι τοιοῦτον ἐνὶ στήθεσσι φίλον κῆρ
7.310 μαψιδίως κεχολῶσθαι: ἀμείνω δ᾽ αἴσιμα πάντα.
7.311 αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,
7.312 τοῖος ἐὼν οἷός ἐσσι, τά τε φρονέων ἅ τ᾽ ἐγώ περ,
7.313 παῖδά τ᾽ ἐμὴν ἐχέμεν καὶ ἐμὸς γαμβρὸς καλέεσθαι
7.314 αὖθι μένων: οἶκον δέ κ᾽ ἐγὼ καὶ κτήματα δοίην,
7.315 εἴ κ᾽ ἐθέλων γε μένοις: ἀέκοντα δέ σ᾽ οὔ τις ἐρύξει
7.316 Φαιήκων: μὴ τοῦτο φίλον Διὶ πατρὶ γένοιτο.
7.317 πομπὴν δ᾽ ἐς τόδ᾽ ἐγὼ τεκμαίρομαι, ὄφρ᾽ ἐὺ εἰδῇς,
7.318 αὔριον ἔς: τῆμος δὲ σὺ μὲν δεδμημένος ὕπνῳ
7.319 λέξεαι, οἱ δ᾽ ἐλόωσι γαλήνην, ὄφρ᾽ ἂν ἵκηαι
7.320 πατρίδα σὴν καὶ δῶμα, καὶ εἴ πού τοι φίλον ἐστίν,
7.321 εἴ περ καὶ μάλα πολλὸν ἑκαστέρω ἔστ᾽ Εὐβοίης,
7.322 τήν περ τηλοτάτω φάσ᾽ ἔμμεναι, οἵ μιν ἴδοντο
7.323 λαῶν ἡμετέρων, ὅτε τε ξανθὸν Ῥαδάμανθυν
7.324 ἦγον ἐποψόμενον Τιτυὸν Γαιήιον υἱόν.
7.325 καὶ μὲν οἱ ἔνθ᾽ ἦλθον καὶ ἄτερ καμάτοιο τέλεσσαν
7.326 ἤματι τῷ αὐτῷ καὶ ἀπήνυσαν οἴκαδ᾽ ὀπίσσω.
7.327 εἰδήσεις δὲ καὶ αὐτὸς ἐνὶ φρεσὶν ὅσσον ἄρισται
7.328 νῆες ἐμαὶ καὶ κοῦροι ἀναρρίπτειν ἅλα πηδῷ.
7.329 ὣς φάτο, γήθησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,
7.330 εὐχόμενος δ᾽ ἄρα εἶπεν, ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζεν:
7.331 Ζεῦ πάτερ, αἴθ᾽ ὅσα εἶπε τελευτήσειεν ἅπαντα
7.332 Ἀλκίνοος: τοῦ μέν κεν ἐπὶ ζείδωρον ἄρουραν
7.333 ἄσβεστον κλέος εἴη, ἐγὼ δέ κε πατρίδ᾽ ἱκοίμην.
7.334 ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον:
7.335 κέκλετο δ᾽ Ἀρήτη λευκώλενος ἀμφιπόλοισιν
7.336 δέμνι᾽ ὑπ᾽ αἰθούσῃ θέμεναι καὶ ῥήγεα καλὰ
7.337 πορφύρε᾽ ἐμβαλέειν, στορέσαι τ᾽ ἐφύπερθε τάπητας
7.338 χλαίνας τ᾽ ἐνθέμεναι οὔλας καθύπερθεν ἕσασθαι.
7.339 αἱ δ᾽ ἴσαν ἐκ μεγάροιο δάος μετὰ χερσὶν ἔχουσαι:
7.340 αὐτὰρ ἐπεὶ στόρεσαν πυκινὸν λέχος ἐγκονέουσαι,
7.341 ὤτρυνον δ᾽ Ὀδυσῆα παριστάμεναι ἐπέεσσιν:
7.342 ὄρσο κέων, ὦ ξεῖνε: πεποίηται δέ τοι εὐνή.
7.343 ὣς φάν, τῷ δ᾽ ἀσπαστὸν ἐείσατο κοιμηθῆναι.
7.344 ὣς ὁ μὲν ἔνθα καθεῦδε πολύτλας δῖος Ὀδυσσεὺς
7.345 τρητοῖς ἐν λεχέεσσιν ὑπ᾽ αἰθούσῃ ἐριδούπῳ:
7.346 Ἀλκίνοος δ᾽ ἄρα λέκτο μυχῷ δόμου ὑψηλοῖο,
7.347 πὰρ δὲ γυνὴ δέσποινα λέχος πόρσυνε καὶ εὐνήν.
8.1 ἦμος δ᾽ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
8.2 ὤρνυτ᾽ ἄρ᾽ ἐξ εὐνῆς ἱερὸν μένος Ἀλκινόοιο,
8.3 ἂν δ᾽ ἄρα διογενὴς ὦρτο πτολίπορθος Ὀδυσσεύς.
8.4 τοῖσιν δ᾽ ἡγεμόνευ᾽ ἱερὸν μένος Ἀλκινόοιο
8.5 Φαιήκων ἀγορήνδ᾽, ἥ σφιν παρὰ νηυσὶ τέτυκτο.
8.6 ἐλθόντες δὲ καθῖζον ἐπὶ ξεστοῖσι λίθοισι
8.7 πλησίον. ἡ δ᾽ ἀνὰ ἄστυ μετῴχετο Παλλὰς Ἀθήνη
8.8 εἰδομένη κήρυκι δαΐφρονος Ἀλκινόοιο,
8.9 νόστον Ὀδυσσῆι μεγαλήτορι μητιόωσα,
8.10 καί ῥα ἑκάστῳ φωτὶ παρισταμένη φάτο μῦθον:
8.11 δεῦτ᾽ ἄγε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,
8.12 εἰς ἀγορὴν ἰέναι, ὄφρα ξείνοιο πύθησθε,
8.13 ὃς νέον Ἀλκινόοιο δαΐφρονος ἵκετο δῶμα
8.14 πόντον ἐπιπλαγχθείς, δέμας ἀθανάτοισιν ὁμοῖος.
8.15 ὣς εἰποῦσ᾽ ὤτρυνε μένος καὶ θυμὸν ἑκάστου.
8.16 καρπαλίμως δ᾽ ἔμπληντο βροτῶν ἀγοραί τε καὶ ἕδραι
8.17 ἀγρομένων: πολλοὶ δ᾽ ἄρ᾽ ἐθηήσαντο ἰδόντες
8.18 υἱὸν Λαέρταο δαΐφρονα: τῷ δ᾽ ἄρ᾽ Ἀθήνη
8.19 θεσπεσίην κατέχευε χάριν κεφαλῇ τε καὶ ὤμοις
8.20 καί μιν μακρότερον καὶ πάσσονα θῆκεν ἰδέσθαι,
8.21 ὥς κεν Φαιήκεσσι φίλος πάντεσσι γένοιτο
8.22 δεινός τ᾽ αἰδοῖός τε καὶ ἐκτελέσειεν ἀέθλους
8.23 πολλούς, τοὺς Φαίηκες ἐπειρήσαντ᾽ Ὀδυσῆος.
8.24 αὐτὰρ ἐπεί ῥ᾽ ἤγερθεν ὁμηγερέες τ᾽ ἐγένοντο,
8.25 τοῖσιν δ᾽ Ἀλκίνοος ἀγορήσατο καὶ μετέειπε:
8.26 κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,
8.27 ὄφρ᾽ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.
8.28 ξεῖνος ὅδ᾽, οὐκ οἶδ᾽ ὅς τις, ἀλώμενος ἵκετ᾽ ἐμὸν δῶ,
8.29 ἠὲ πρὸς ἠοίων ἦ ἑσπερίων ἀνθρώπων:
8.30 πομπὴν δ᾽ ὀτρύνει, καὶ λίσσεται ἔμπεδον εἶναι.
8.31 ἡμεῖς δ᾽, ὡς τὸ πάρος περ, ἐποτρυνώμεθα πομπήν.
8.32 οὐδὲ γὰρ οὐδέ τις ἄλλος, ὅτις κ᾽ ἐμὰ δώμαθ᾽ ἵκηται,
8.33 ἐνθάδ᾽ ὀδυρόμενος δηρὸν μένει εἵνεκα πομπῆς.
8.34 ἀλλ᾽ ἄγε νῆα μέλαιναν ἐρύσσομεν εἰς ἅλα δῖαν
8.35 πρωτόπλοον, κούρω δὲ δύω καὶ πεντήκοντα
8.36 κρινάσθων κατὰ δῆμον, ὅσοι πάρος εἰσὶν ἄριστοι.
8.37 δησάμενοι δ᾽ ἐὺ πάντες ἐπὶ κληῖσιν ἐρετμὰ
8.38 ἔκβητ᾽: αὐτὰρ ἔπειτα θοὴν ἀλεγύνετε δαῖτα
8.39 ἡμέτερόνδ᾽ ἐλθόντες: ἐγὼ δ᾽ ἐὺ πᾶσι παρέξω.
8.40 κούροισιν μὲν ταῦτ᾽ ἐπιτέλλομαι: αὐτὰρ οἱ ἄλλοι
8.41 σκηπτοῦχοι βασιλῆες ἐμὰ πρὸς δώματα καλὰ
8.42 ἔρχεσθ᾽, ὄφρα ξεῖνον ἐνὶ μεγάροισι φιλέωμεν,
8.43 μηδέ τις ἀρνείσθω. καλέσασθε δὲ θεῖον ἀοιδὸν
8.44 Δημόδοκον: τῷ γάρ ῥα θεὸς πέρι δῶκεν ἀοιδὴν
8.45 τέρπειν, ὅππῃ θυμὸς ἐποτρύνῃσιν ἀείδειν.
8.46 ὣς ἄρα φωνήσας ἡγήσατο, τοὶ δ᾽ ἅμ᾽ ἕποντο
8.47 σκηπτοῦχοι: κῆρυξ δὲ μετῴχετο θεῖον ἀοιδόν.
8.48 κούρω δὲ κρινθέντε δύω καὶ πεντήκοντα
8.49 βήτην, ὡς ἐκέλευσ᾽, ἐπὶ θῖν᾽ ἁλὸς ἀτρυγέτοιο.
8.50 αὐτὰρ ἐπεί ῥ᾽ ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν,
8.51 νῆα μὲν οἵ γε μέλαιναν ἁλὸς βένθοσδε ἔρυσσαν,
8.52 ἐν δ᾽ ἱστόν τ᾽ ἐτίθεντο καὶ ἱστία νηὶ μελαίνῃ,
8.53 ἠρτύναντο δ᾽ ἐρετμὰ τροποῖς ἐν δερματίνοισι,
8.54 πάντα κατὰ μοῖραν, ἀνά θ᾽ ἱστία λευκὰ πέτασσαν.
8.55 ὑψοῦ δ᾽ ἐν νοτίῳ τήν γ᾽ ὥρμισαν: αὐτὰρ ἔπειτα
8.56 βάν ῥ᾽ ἴμεν Ἀλκινόοιο δαΐφρονος ἐς μέγα δῶμα.
8.57 πλῆντο δ᾽ ἄρ᾽ αἴθουσαί τε καὶ ἕρκεα καὶ δόμοι ἀνδρῶν
8.58 ἀγρομένων: πολλοὶ δ᾽ ἄρ᾽ ἔσαν, νέοι ἠδὲ παλαιοί.
8.59 τοῖσιν δ᾽ Ἀλκίνοος δυοκαίδεκα μῆλ᾽ ἱέρευσεν,
8.60 ὀκτὼ δ᾽ ἀργιόδοντας ὕας, δύο δ᾽ εἰλίποδας βοῦς:
8.61 τοὺς δέρον ἀμφί θ᾽ ἕπον, τετύκοντό τε δαῖτ᾽ ἐρατεινήν.
8.62 κῆρυξ δ᾽ ἐγγύθεν ἦλθεν ἄγων ἐρίηρον ἀοιδόν,
8.63 τὸν πέρι μοῦσ᾽ ἐφίλησε, δίδου δ᾽ ἀγαθόν τε κακόν τε:
8.64 ὀφθαλμῶν μὲν ἄμερσε, δίδου δ᾽ ἡδεῖαν ἀοιδήν.
8.65 τῷ δ᾽ ἄρα Ποντόνοος θῆκε θρόνον ἀργυρόηλον
8.66 μέσσῳ δαιτυμόνων, πρὸς κίονα μακρὸν ἐρείσας:
8.67 κὰδ δ᾽ ἐκ πασσαλόφι κρέμασεν φόρμιγγα λίγειαν
8.68 αὐτοῦ ὑπὲρ κεφαλῆς καὶ ἐπέφραδε χερσὶν ἑλέσθαι
8.69 κῆρυξ: πὰρ δ᾽ ἐτίθει κάνεον καλήν τε τράπεζαν,
8.70 πὰρ δὲ δέπας οἴνοιο, πιεῖν ὅτε θυμὸς ἀνώγοι.
8.71 οἱ δ᾽ ἐπ᾽ ὀνείαθ᾽ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
8.72 αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
8.73 μοῦσ᾽ ἄρ᾽ ἀοιδὸν ἀνῆκεν ἀειδέμεναι κλέα ἀνδρῶν,
8.74 οἴμης τῆς τότ᾽ ἄρα κλέος οὐρανὸν εὐρὺν ἵκανε,
8.75 νεῖκος Ὀδυσσῆος καὶ Πηλεΐδεω Ἀχιλῆος,
8.76 ὥς ποτε δηρίσαντο θεῶν ἐν δαιτὶ θαλείῃ
8.77 ἐκπάγλοις ἐπέεσσιν, ἄναξ δ᾽ ἀνδρῶν Ἀγαμέμνων
8.78 χαῖρε νόῳ, ὅ τ᾽ ἄριστοι Ἀχαιῶν δηριόωντο.
8.79 ὣς γάρ οἱ χρείων μυθήσατο Φοῖβος Ἀπόλλων
8.80 Πυθοῖ ἐν ἠγαθέῃ, ὅθ᾽ ὑπέρβη λάινον οὐδὸν
8.81 χρησόμενος: τότε γάρ ῥα κυλίνδετο πήματος ἀρχὴ
8.82 Τρωσί τε καὶ Δαναοῖσι Διὸς μεγάλου διὰ βουλάς.
8.83 ταῦτ᾽ ἄρ᾽ ἀοιδὸς ἄειδε περικλυτός: αὐτὰρ Ὀδυσσεὺς
8.84 πορφύρεον μέγα φᾶρος ἑλὼν χερσὶ στιβαρῇσι
8.85 κὰκ κεφαλῆς εἴρυσσε, κάλυψε δὲ καλὰ πρόσωπα:
8.86 αἴδετο γὰρ Φαίηκας ὑπ᾽ ὀφρύσι δάκρυα λείβων.
8.87 ἦ τοι ὅτε λήξειεν ἀείδων θεῖος ἀοιδός,
8.88 δάκρυ ὀμορξάμενος κεφαλῆς ἄπο φᾶρος ἕλεσκε
8.89 καὶ δέπας ἀμφικύπελλον ἑλὼν σπείσασκε θεοῖσιν:
8.90 αὐτὰρ ὅτ᾽ ἂψ ἄρχοιτο καὶ ὀτρύνειαν ἀείδειν
8.91 Φαιήκων οἱ ἄριστοι, ἐπεὶ τέρποντ᾽ ἐπέεσσιν,
8.92 ἂψ Ὀδυσεὺς κατὰ κρᾶτα καλυψάμενος γοάασκεν.
8.93 ἔνθ᾽ ἄλλους μὲν πάντας ἐλάνθανε δάκρυα λείβων,
8.94 Ἀλκίνοος δέ μιν οἶος ἐπεφράσατ᾽ ἠδ᾽ ἐνόησεν
8.95 ἥμενος ἄγχ᾽ αὐτοῦ, βαρὺ δὲ στενάχοντος ἄκουσεν.
8.96 αἶψα δὲ Φαιήκεσσι φιληρέτμοισι μετηύδα:
8.97 κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες.
8.98 ἤδη μὲν δαιτὸς κεκορήμεθα θυμὸν ἐίσης
8.99 φόρμιγγός θ᾽, ἣ δαιτὶ συνήορός ἐστι θαλείῃ:
8.100 νῦν δ᾽ ἐξέλθωμεν καὶ ἀέθλων πειρηθῶμεν
8.101 πάντων, ὥς χ᾽ ὁ ξεῖνος ἐνίσπῃ οἷσι φίλοισιν
8.102 οἴκαδε νοστήσας, ὅσσον περιγιγνόμεθ᾽ ἄλλων
8.103 πύξ τε παλαιμοσύνῃ τε καὶ ἅλμασιν ἠδὲ πόδεσσιν.
8.104 ὣς ἄρα φωνήσας ἡγήσατο, τοὶ δ᾽ ἅμ᾽ ἕποντο.
8.105 κὰδ δ᾽ ἐκ πασσαλόφι κρέμασεν φόρμιγγα λίγειαν,
8.106 Δημοδόκου δ᾽ ἕλε χεῖρα καὶ ἔξαγεν ἐκ μεγάροιο
8.107 κῆρυξ: ἦρχε δὲ τῷ αὐτὴν ὁδὸν ἥν περ οἱ ἄλλοι
8.108 Φαιήκων οἱ ἄριστοι, ἀέθλια θαυμανέοντες.
8.109 βὰν δ᾽ ἴμεν εἰς ἀγορήν, ἅμα δ᾽ ἕσπετο πουλὺς ὅμιλος,
8.110 μυρίοι: ἂν δ᾽ ἵσταντο νέοι πολλοί τε καὶ ἐσθλοί.
8.111 ὦρτο μὲν Ἀκρόνεώς τε καὶ Ὠκύαλος καὶ Ἐλατρεύς,
8.112 Ναυτεύς τε Πρυμνεύς τε καὶ Ἀγχίαλος καὶ Ἐρετμεύς,
8.113 Ποντεύς τε Πρωρεύς τε, Θόων Ἀναβησίνεώς τε
8.114 Ἀμφίαλός θ᾽, υἱὸς Πολυνήου Τεκτονίδαο:
8.115 ἂν δὲ καὶ Εὐρύαλος, βροτολοιγῷ ἶσος Ἄρηϊ,
8.116 Ναυβολίδης, ὃς ἄριστος ἔην εἶδός τε δέμας τε
8.117 πάντων Φαιήκων μετ᾽ ἀμύμονα Λαοδάμαντα.
8.118 ἂν δ᾽ ἔσταν τρεῖς παῖδες ἀμύμονος Ἀλκινόοιο,
8.119 Λαοδάμας θ᾽ Ἅλιός τε καὶ ἀντίθεος Κλυτόνηος.
8.120 οἱ δ᾽ ἦ τοι πρῶτον μὲν ἐπειρήσαντο πόδεσσι.
8.121 τοῖσι δ᾽ ἀπὸ νύσσης τέτατο δρόμος: οἱ δ᾽ ἅμα πάντες
8.122 καρπαλίμως ἐπέτοντο κονίοντες πεδίοιο:
8.123 τῶν δὲ θέειν ὄχ᾽ ἄριστος ἔην Κλυτόνηος ἀμύμων:
8.124 ὅσσον τ᾽ ἐν νειῷ οὖρον πέλει ἡμιόνοιιν,
8.125 τόσσον ὑπεκπροθέων λαοὺς ἵκεθ᾽, οἱ δ᾽ ἐλίποντο.
8.126 οἱ δὲ παλαιμοσύνης ἀλεγεινῆς πειρήσαντο:
8.127 τῇ δ᾽ αὖτ᾽ Εὐρύαλος ἀπεκαίνυτο πάντας ἀρίστους.
8.128 ἅλματι δ᾽ Ἀμφίαλος πάντων προφερέστατος ἦεν:
8.129 δίσκῳ δ᾽ αὖ πάντων πολὺ φέρτατος ἦεν Ἐλατρεύς,
8.130 πὺξ δ᾽ αὖ Λαοδάμας, ἀγαθὸς πάϊς Ἀλκινόοιο.
8.131 αὐτὰρ ἐπεὶ δὴ πάντες ἐτέρφθησαν φρέν᾽ ἀέθλοις,
8.132 τοῖς ἄρα Λαοδάμας μετέφη πάϊς Ἀλκινόοιο:
8.133 δεῦτε, φίλοι, τὸν ξεῖνον ἐρώμεθα εἴ τιν᾽ ἄεθλον
8.134 οἶδέ τε καὶ δεδάηκε. φυήν γε μὲν οὐ κακός ἐστι,
8.135 μηρούς τε κνήμας τε καὶ ἄμφω χεῖρας ὕπερθεν
8.136 αὐχένα τε στιβαρὸν μέγα τε σθένος: οὐδέ τι ἥβης
8.137 δεύεται, ἀλλὰ κακοῖσι συνέρρηκται πολέεσσιν:
8.138 οὐ γὰρ ἐγώ γέ τί φημι κακώτερον ἄλλο θαλάσσης
8.139 ἄνδρα γε συγχεῦαι, εἰ καὶ μάλα καρτερὸς εἴη.
8.140 τὸν δ᾽ αὖτ᾽ Εὐρύαλος ἀπαμείβετο φώνησέν τε:
8.141 Λαοδάμα, μάλα τοῦτο ἔπος κατὰ μοῖραν ἔειπες.
8.142 αὐτὸς νῦν προκάλεσσαι ἰὼν καὶ πέφραδε μῦθον.
8.143 αὐτὰρ ἐπεὶ τό γ᾽ ἄκουσ᾽ ἀγαθὸς πάϊς Ἀλκινόοιο,
8.144 στῆ ῥ᾽ ἐς μέσσον ἰὼν καὶ Ὀδυσσῆα προσέειπε:
8.145 δεῦρ᾽ ἄγε καὶ σύ, ξεῖνε πάτερ, πείρησαι ἀέθλων,
8.146 εἴ τινά που δεδάηκας: ἔοικε δέ σ᾽ ἴδμεν ἀέθλους:
8.147 οὐ μὲν γὰρ μεῖζον κλέος ἀνέρος ὄφρα κ᾽ ἔῃσιν,
8.148 ἤ ὅ τι ποσσίν τε ῥέξῃ καὶ χερσὶν ἑῇσιν.
8.149 ἀλλ᾽ ἄγε πείρησαι, σκέδασον δ᾽ ἀπὸ κήδεα θυμοῦ.
8.150 σοὶ δ᾽ ὁδὸς οὐκέτι δηρὸν ἀπέσσεται, ἀλλά τοι ἤδη
8.151 νηῦς τε κατείρυσται καὶ ἐπαρτέες εἰσὶν ἑταῖροι.
8.152 τὸν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς:
8.153 Λαοδάμα, τί με ταῦτα κελεύετε κερτομέοντες;
8.154 κήδεά μοι καὶ μᾶλλον ἐνὶ φρεσὶν ἤ περ ἄεθλοι,
8.155 ὃς πρὶν μὲν μάλα πολλὰ πάθον καὶ πολλὰ μόγησα,
8.156 νῦν δὲ μεθ᾽ ὑμετέρῃ ἀγορῇ νόστοιο χατίζων
8.157 ἧμαι, λισσόμενος βασιλῆά τε πάντα τε δῆμον.
8.158 τὸν δ᾽ αὖτ᾽ Εὐρύαλος ἀπαμείβετο νείκεσέ τ᾽ ἄντην:
8.159 οὐ γάρ σ᾽ οὐδέ, ξεῖνε, δαήμονι φωτὶ ἐίσκω
8.160 ἄθλων, οἷά τε πολλὰ μετ᾽ ἀνθρώποισι πέλονται,
8.161 ἀλλὰ τῷ, ὅς θ᾽ ἅμα νηὶ πολυκλήιδι θαμίζων,
8.162 ἀρχὸς ναυτάων οἵ τε πρηκτῆρες ἔασιν,
8.163 φόρτου τε μνήμων καὶ ἐπίσκοπος ᾖσιν ὁδαίων
8.164 κερδέων θ᾽ ἁρπαλέων: οὐδ᾽ ἀθλητῆρι ἔοικας.
8.165 τὸν δ᾽ ἄρ᾽ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς:
8.166 ξεῖν᾽, οὐ καλὸν ἔειπες: ἀτασθάλῳ ἀνδρὶ ἔοικας.
8.167 οὕτως οὐ πάντεσσι θεοὶ χαρίεντα διδοῦσιν
8.168 ἀνδράσιν, οὔτε φυὴν οὔτ᾽ ἂρ φρένας οὔτ᾽ ἀγορητύν.
8.169 ἄλλος μὲν γάρ τ᾽ εἶδος ἀκιδνότερος πέλει ἀνήρ,
8.170 ἀλλὰ θεὸς μορφὴν ἔπεσι στέφει, οἱ δέ τ᾽ ἐς αὐτὸν
8.171 τερπόμενοι λεύσσουσιν: ὁ δ᾽ ἀσφαλέως ἀγορεύει
8.172 αἰδοῖ μειλιχίῃ, μετὰ δὲ πρέπει ἀγρομένοισιν,
8.173 ἐρχόμενον δ᾽ ἀνὰ ἄστυ θεὸν ὣς εἰσορόωσιν.
8.174 ἄλλος δ᾽ αὖ εἶδος μὲν ἀλίγκιος ἀθανάτοισιν,
8.175 ἀλλ᾽ οὔ οἱ χάρις ἀμφιπεριστέφεται ἐπέεσσιν,
8.176 ὡς καὶ σοὶ εἶδος μὲν ἀριπρεπές, οὐδέ κεν ἄλλως
8.177 οὐδὲ θεὸς τεύξειε, νόον δ᾽ ἀποφώλιός ἐσσι.
8.178 ὤρινάς μοι θυμὸν ἐνὶ στήθεσσι φίλοισιν
8.179 εἰπὼν οὐ κατὰ κόσμον. ἐγὼ δ᾽ οὐ νῆις ἀέθλων,
8.180 ὡς σύ γε μυθεῖαι, ἀλλ᾽ ἐν πρώτοισιν ὀίω
8.181 ἔμμεναι, ὄφρ᾽ ἥβῃ τε πεποίθεα χερσί τ᾽ ἐμῇσι.
8.182 νῦν δ᾽ ἔχομαι κακότητι καὶ ἄλγεσι: πολλὰ γὰρ ἔτλην
8.183 ἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων.
8.184 ἀλλὰ καὶ ὥς, κακὰ πολλὰ παθών, πειρήσομ᾽ ἀέθλων:
8.185 θυμοδακὴς γὰρ μῦθος, ἐπώτρυνας δέ με εἰπών.
8.186 ἦ ῥα καὶ αὐτῷ φάρει ἀναΐξας λάβε δίσκον
8.187 μείζονα καὶ πάχετον, στιβαρώτερον οὐκ ὀλίγον περ
8.188 ἢ οἵῳ Φαίηκες ἐδίσκεον ἀλλήλοισι.
8.189 τόν ῥα περιστρέψας ἧκε στιβαρῆς ἀπὸ χειρός,
8.190 βόμβησεν δὲ λίθος: κατὰ δ᾽ ἔπτηξαν ποτὶ γαίῃ
8.191 Φαίηκες δολιχήρετμοι, ναυσίκλυτοι ἄνδρες,
8.192 λᾶος ὑπὸ ῥιπῆς: ὁ δ᾽ ὑπέρπτατο σήματα πάντων
8.193 ῥίμφα θέων ἀπὸ χειρός. ἔθηκε δὲ τέρματ᾽ Ἀθήνη
8.194 ἀνδρὶ δέμας ἐικυῖα, ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζεν:
8.195 καί κ᾽ ἀλαός τοι, ξεῖνε, διακρίνειε τὸ σῆμα
8.196 ἀμφαφόων, ἐπεὶ οὔ τι μεμιγμένον ἐστὶν ὁμίλῳ,
8.197 ἀλλὰ πολὺ πρῶτον. σὺ δὲ θάρσει τόνδε γ᾽ ἄεθλον:
8.198 οὔ τις Φαιήκων τόδε γ᾽ ἵξεται, οὐδ᾽ ὑπερήσει.
8.199 ὣς φάτο, γήθησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,
8.200 χαὶρων, οὕνεχ᾽ ἑταῖρον ἐνηέα λεῦσσ᾽ ἐν ἀγῶνι.
8.201 καὶ τότε κουφότερον μετεφώνεε Φαιήκεσσιν:
8.202 τοῦτον νῦν ἀφίκεσθε, νέοι. τάχα δ᾽ ὕστερον ἄλλον
8.203 ἥσειν ἢ τοσσοῦτον ὀίομαι ἢ ἔτι μᾶσσον.
8.204 τῶν δ᾽ ἄλλων ὅτινα κραδίη θυμός τε κελεύει,
8.205 δεῦρ᾽ ἄγε πειρηθήτω, ἐπεί μ᾽ ἐχολώσατε λίην,
8.206 ἢ πὺξ ἠὲ πάλῃ ἢ καὶ ποσίν, οὔ τι μεγαίρω,
8.207 πάντων Φαιήκων, πλήν γ᾽ αὐτοῦ Λαοδάμαντος.
8.208 ξεῖνος γάρ μοι ὅδ᾽ ἐστί: τίς ἂν φιλέοντι μάχοιτο;
8.209 ἄφρων δὴ κεῖνός γε καὶ οὐτιδανὸς πέλει ἀνήρ,
8.210 ὅς τις ξεινοδόκῳ ἔριδα προφέρηται ἀέθλων
8.211 δήμῳ ἐν ἀλλοδαπῷ: ἕο δ᾽ αὐτοῦ πάντα κολούει.
8.212 τῶν δ᾽ ἄλλων οὔ πέρ τιν᾽ ἀναίνομαι οὐδ᾽ ἀθερίζω,
8.213 ἀλλ᾽ ἐθέλω ἴδμεν καὶ πειρηθήμεναι ἄντην.
8.214 πάντα γὰρ οὐ κακός εἰμι, μετ᾽ ἀνδράσιν ὅσσοι ἄεθλοι:
8.215 εὖ μὲν τόξον οἶδα ἐύξοον ἀμφαφάασθαι:
8.216 πρῶτός κ᾽ ἄνδρα βάλοιμι ὀιστεύσας ἐν ὁμίλῳ
8.217 ἀνδρῶν δυσμενέων, εἰ καὶ μάλα πολλοὶ ἑταῖροι
8.218 ἄγχι παρασταῖεν καὶ τοξαζοίατο φωτῶν.
8.219 οἶος δή με Φιλοκτήτης ἀπεκαίνυτο τόξῳ
8.220 δήμῳ ἔνι Τρώων, ὅτε τοξαζοίμεθ᾽ Ἀχαιοί.
8.221 τῶν δ᾽ ἄλλων ἐμέ φημι πολὺ προφερέστερον εἶναι,
8.222 ὅσσοι νῦν βροτοί εἰσιν ἐπὶ χθονὶ σῖτον ἔδοντες.
8.223 ἀνδράσι δὲ προτέροισιν ἐριζέμεν οὐκ ἐθελήσω,
8.224 οὔθ᾽ Ἡρακλῆι οὔτ᾽ Εὐρύτῳ Οιχαλιῆι,
8.225 οἵ ῥα καὶ ἀθανάτοισιν ἐρίζεσκον περὶ τόξων.
8.226 τῷ ῥα καὶ αἶψ᾽ ἔθανεν μέγας Εὔρυτος, οὐδ᾽ ἐπὶ γῆρας
8.227 ἵκετ᾽ ἐνὶ μεγάροισι: χολωσάμενος γὰρ Ἀπόλλων
8.228 ἔκτανεν, οὕνεκά μιν προκαλίζετο τοξάζεσθαι.
8.229 δουρὶ δ᾽ ἀκοντίζω ὅσον οὐκ ἄλλος τις ὀιστῷ.
8.230 οἴοισιν δείδοικα ποσὶν μή τίς με παρέλθῃ
8.231 Φαιήκων: λίην γὰρ ἀεικελίως ἐδαμάσθην
8.232 κύμασιν ἐν πολλοῖς, ἐπεὶ οὐ κομιδὴ κατὰ νῆα
8.233 ἦεν ἐπηετανός: τῷ μοι φίλα γυῖα λέλυνται.
8.234 ὣς ἔφαθ᾽, οἱ δ᾽ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.
8.235 Ἀλκίνοος δέ μιν οἶος ἀμειβόμενος προσέειπεν:
8.236 ξεῖν᾽, ἐπεὶ οὐκ ἀχάριστα μεθ᾽ ἡμῖν ταῦτ᾽ ἀγορεύεις,
8.237 ἀλλ᾽ ἐθέλεις ἀρετὴν σὴν φαινέμεν, ἥ τοι ὀπηδεῖ,
8.238 χωόμενος ὅτι σ᾽ οὗτος ἀνὴρ ἐν ἀγῶνι παραστὰς
8.239 νείκεσεν, ὡς ἂν σὴν ἀρετὴν βροτὸς οὔ τις ὄνοιτο,
8.240 ὅς τις ἐπίσταιτο ᾗσι φρεσὶν ἄρτια βάζειν:
8.241 ἀλλ᾽ ἄγε νῦν ἐμέθεν ξυνίει ἔπος, ὄφρα καὶ ἄλλῳ
8.242 εἴπῃς ἡρώων, ὅτε κεν σοῖς ἐν μεγάροισι
8.243 δαινύῃ παρὰ σῇ τ᾽ ἀλόχῳ καὶ σοῖσι τέκεσσιν,
8.244 ἡμετέρης ἀρετῆς μεμνημένος, οἷα καὶ ἡμῖν
8.245 Ζεὺς ἐπὶ ἔργα τίθησι διαμπερὲς ἐξ ἔτι πατρῶν.
8.246 οὐ γὰρ πυγμάχοι εἰμὲν ἀμύμονες οὐδὲ παλαισταί,
8.247 ἀλλὰ ποσὶ κραιπνῶς θέομεν καὶ νηυσὶν ἄριστοι,
8.248 αἰεὶ δ᾽ ἡμῖν δαίς τε φίλη κίθαρις τε χοροί τε
8.249 εἵματά τ᾽ ἐξημοιβὰ λοετρά τε θερμὰ καὶ εὐναί.
8.250 ἀλλ᾽ ἄγε, Φαιήκων βητάρμονες ὅσσοι ἄριστοι,
8.251 παίσατε, ὥς χ᾽ ὁ ξεῖνος ἐνίσπῃ οἷσι φίλοισιν
8.252 οἴκαδε νοστήσας, ὅσσον περιγιγνόμεθ᾽ ἄλλων
8.253 ναυτιλίῃ καὶ ποσσὶ καὶ ὀρχηστυῖ καὶ ἀοιδῇ.
8.254 Δημοδόκῳ δέ τις αἶψα κιὼν φόρμιγγα λίγειαν
8.255 οἰσέτω, ἥ που κεῖται ἐν ἡμετέροισι δόμοισιν.
8.256 ὣς ἔφατ᾽ Ἀλκίνοος θεοείκελος, ὦρτο δὲ κῆρυξ
8.257 οἴσων φόρμιγγα γλαφυρὴν δόμου ἐκ βασιλῆος.
8.258 αἰσυμνῆται δὲ κριτοὶ ἐννέα πάντες ἀνέσταν
8.259 δήμιοι, οἳ κατ᾽ ἀγῶνας ἐὺ πρήσσεσκον ἕκαστα,
8.260 λείηναν δὲ χορόν, καλὸν δ᾽ εὔρυναν ἀγῶνα.
8.261 κῆρυξ δ᾽ ἐγγύθεν ἦλθε φέρων φόρμιγγα λίγειαν
8.262 Δημοδόκῳ: ὁ δ᾽ ἔπειτα κί᾽ ἐς μέσον: ἀμφὶ δὲ κοῦροι
8.263 πρωθῆβαι ἵσταντο, δαήμονες ὀρχηθμοῖο,
8.264 πέπληγον δὲ χορὸν θεῖον ποσίν. αὐτὰρ Ὀδυσσεὺς
8.265 μαρμαρυγὰς θηεῖτο ποδῶν, θαύμαζε δὲ θυμῷ.
8.266 αὐτὰρ ὁ φορμίζων ἀνεβάλλετο καλὸν ἀείδειν
8.267 ἀμφ᾽ Ἄρεος φιλότητος εὐστεφάνου τ᾽ Ἀφροδίτης,
8.268 ὡς τὰ πρῶτα μίγησαν ἐν Ἡφαίστοιο δόμοισι
8.269 λάθρῃ, πολλὰ δ᾽ ἔδωκε, λέχος δ᾽ ᾔσχυνε καὶ εὐνὴν
8.270 Ἡφαίστοιο ἄνακτος. ἄφαρ δέ οἱ ἄγγελος ἦλθεν
8.271 Ἥλιος, ὅ σφ᾽ ἐνόησε μιγαζομένους φιλότητι.
8.272 Ἥφαιστος δ᾽ ὡς οὖν θυμαλγέα μῦθον ἄκουσε,
8.273 βῆ ῥ᾽ ἴμεν ἐς χαλκεῶνα κακὰ φρεσὶ βυσσοδομεύων,
8.274 ἐν δ᾽ ἔθετ᾽ ἀκμοθέτῳ μέγαν ἄκμονα, κόπτε δὲ δεσμοὺς
8.275 ἀρρήκτους ἀλύτους, ὄφρ᾽ ἔμπεδον αὖθι μένοιεν.
8.276 αὐτὰρ ἐπεὶ δὴ τεῦξε δόλον κεχολωμένος Ἄρει,
8.277 βῆ ῥ᾽ ἴμεν ἐς θάλαμον, ὅθι οἱ φίλα δέμνι᾽ ἔκειτο,
8.278 ἀμφὶ δ᾽ ἄρ᾽ ἑρμῖσιν χέε δέσματα κύκλῳ ἁπάντῃ:
8.279 πολλὰ δὲ καὶ καθύπερθε μελαθρόφιν ἐξεκέχυντο,
8.280 ἠύτ᾽ ἀράχνια λεπτά, τά γ᾽ οὔ κέ τις οὐδὲ ἴδοιτο,
8.281 οὐδὲ θεῶν μακάρων: πέρι γὰρ δολόεντα τέτυκτο.
8.282 αὐτὰρ ἐπεὶ δὴ πάντα δόλον περὶ δέμνια χεῦεν,
8.283 εἴσατ᾽ ἴμεν ἐς Λῆμνον, ἐυκτίμενον πτολίεθρον,
8.284 ἥ οἱ γαιάων πολὺ φιλτάτη ἐστὶν ἁπασέων.
8.285 οὐδ᾽ ἀλαοσκοπιὴν εἶχε χρυσήνιος Ἄρης,
8.286 ὡς ἴδεν Ἥφαιστον κλυτοτέχνην νόσφι κιόντα:
8.287 βῆ δ᾽ ἰέναι πρὸς δῶμα περικλυτοῦ Ἡφαίστοιο
8.288 ἰσχανόων φιλότητος ἐυστεφάνου Κυθερείης.
8.289 ἡ δὲ νέον παρὰ πατρὸς ἐρισθενέος Κρονίωνος
8.290 ἐρχομένη κατ᾽ ἄρ᾽ ἕζεθ᾽: ὁ δ᾽ εἴσω δώματος ᾔει,
8.291 ἔν τ᾽ ἄρα οἱ φῦ χειρί, ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζε:
8.292 δεῦρο, φίλη, λέκτρονδε τραπείομεν εὐνηθέντες:
8.293 οὐ γὰρ ἔθ᾽ Ἥφαιστος μεταδήμιος, ἀλλά που ἤδη
8.294 οἴχεται ἐς Λῆμνον μετὰ Σίντιας ἀγριοφώνους.
8.295 ὣς φάτο, τῇ δ᾽ ἀσπαστὸν ἐείσατο κοιμηθῆναι.
8.296 τὼ δ᾽ ἐς δέμνια βάντε κατέδραθον: ἀμφὶ δὲ δεσμοὶ
8.297 τεχνήεντες ἔχυντο πολύφρονος Ἡφαίστοιο,
8.298 οὐδέ τι κινῆσαι μελέων ἦν οὐδ᾽ ἀναεῖραι.
8.299 καὶ τότε δὴ γίγνωσκον, ὅ τ᾽ οὐκέτι φυκτὰ πέλοντο.
8.300 ἀγχίμολον δέ σφ᾽ ἦλθε περικλυτὸς ἀμφιγυήεις,
8.301 αὖτις ὑποστρέψας πρὶν Λήμνου γαῖαν ἱκέσθαι:
8.302 Ἠέλιος γάρ οἱ σκοπιὴν ἔχεν εἶπέ τε μῦθον.
8.303 βῆ δ᾽ ἴμεναι πρὸς δῶμα φίλον τετιημένος ἦτορ:
8.304 ἔστη δ᾽ ἐν προθύροισι, χόλος δέ μιν ἄγριος ᾕρει:
8.305 σμερδαλέον δ᾽ ἐβόησε, γέγωνέ τε πᾶσι θεοῖσιν:
8.306 Ζεῦ πάτερ ἠδ᾽ ἄλλοι μάκαρες θεοὶ αἰὲν ἐόντες,
8.307 δεῦθ᾽, ἵνα ἔργα γελαστὰ καὶ οὐκ ἐπιεικτὰ ἴδησθε,
8.308 ὡς ἐμὲ χωλὸν ἐόντα Διὸς θυγάτηρ Ἀφροδίτη
8.309 αἰὲν ἀτιμάζει, φιλέει δ᾽ ἀίδηλον Ἄρηα,
8.310 οὕνεχ᾽ ὁ μὲν καλός τε καὶ ἀρτίπος, αὐτὰρ ἐγώ γε
8.311 ἠπεδανὸς γενόμην. ἀτὰρ οὔ τί μοι αἴτιος ἄλλος,
8.312 ἀλλὰ τοκῆε δύω, τὼ μὴ γείνασθαι ὄφελλον.
8.313 ἀλλ᾽ ὄψεσθ᾽, ἵνα τώ γε καθεύδετον ἐν φιλότητι
8.314 εἰς ἐμὰ δέμνια βάντες, ἐγὼ δ᾽ ὁρόων ἀκάχημαι.
8.315 οὐ μέν σφεας ἔτ᾽ ἔολπα μίνυνθά γε κειέμεν οὕτως
8.316 καὶ μάλα περ φιλέοντε: τάχ᾽ οὐκ ἐθελήσετον ἄμφω
8.317 εὕδειν: ἀλλά σφωε δόλος καὶ δεσμὸς ἐρύξει,
8.318 εἰς ὅ κέ μοι μάλα πάντα πατὴρ ἀποδῷσιν ἔεδνα,
8.319 ὅσσα οἱ ἐγγυάλιξα κυνώπιδος εἵνεκα κούρης,
8.320 οὕνεκά οἱ καλὴ θυγάτηρ, ἀτὰρ οὐκ ἐχέθυμος.
8.321 ὣς ἔφαθ᾽, οἱ δ᾽ ἀγέροντο θεοὶ ποτὶ χαλκοβατὲς δῶ:
8.322 ἦλθε Ποσειδάων γαιήοχος, ἦλθ᾽ ἐριούνης
8.323 Ἑρμείας, ἦλθεν δὲ ἄναξ ἑκάεργος Ἀπόλλων.
8.324 θηλύτεραι δὲ θεαὶ μένον αἰδοῖ οἴκοι ἑκάστη.
8.325 ἔσταν δ᾽ ἐν προθύροισι θεοί, δωτῆρες ἑάων:
8.326 ἄσβεστος δ᾽ ἄρ᾽ ἐνῶρτο γέλως μακάρεσσι θεοῖσι
8.327 τέχνας εἰσορόωσι πολύφρονος Ἡφαίστοιο.
8.328 ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον:
8.329 οὐκ ἀρετᾷ κακὰ ἔργα: κιχάνει τοι βραδὺς ὠκύν,
8.330 ὡς καὶ νῦν Ἥφαιστος ἐὼν βραδὺς εἷλεν Ἄρηα
8.331 ὠκύτατόν περ ἐόντα θεῶν οἳ Ὄλυμπον ἔχουσιν,
8.332 χωλὸς ἐὼν τέχνῃσι: τὸ καὶ μοιχάγρι᾽ ὀφέλλει.
8.333 ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον:
8.334 Ἑρμῆν δὲ προσέειπεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων:
8.335 Ἑρμεία, Διὸς υἱέ, διάκτορε, δῶτορ ἑάων,
8.336 ἦ ῥά κεν ἐν δεσμοῖς ἐθέλοις κρατεροῖσι πιεσθεὶς
8.337 εὕδειν ἐν λέκτροισι παρὰ χρυσέῃ Ἀφροδίτῃ;
8.338 τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα διάκτορος ἀργεϊφόντης:
8.339 αἲ γὰρ τοῦτο γένοιτο, ἄναξ ἑκατηβόλ᾽ Ἄπολλον:
8.340 δεσμοὶ μὲν τρὶς τόσσοι ἀπείρονες ἀμφὶς ἔχοιεν,
8.341 ὑμεῖς δ᾽ εἰσορόῳτε θεοὶ πᾶσαί τε θέαιναι,
8.342 αὐτὰρ ἐγὼν εὕδοιμι παρὰ χρυσέῃ Ἀφροδίτῃ.
8.343 ὣς ἔφατ᾽, ἐν δὲ γέλως ὦρτ᾽ ἀθανάτοισι θεοῖσιν.
8.344 οὐδὲ Ποσειδάωνα γέλως ἔχε, λίσσετο δ᾽ αἰεὶ
8.345 Ἥφαιστον κλυτοεργὸν ὅπως λύσειεν Ἄρηα.
8.346 καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα:
8.347 λῦσον: ἐγὼ δέ τοι αὐτὸν ὑπίσχομαι, ὡς σὺ κελεύεις,
8.348 τίσειν αἴσιμα πάντα μετ᾽ ἀθανάτοισι θεοῖσιν.
8.349 τὸν δ᾽ αὖτε προσέειπε περικλυτὸς ἀμφιγυήεις:
8.350 μή με, Ποσείδαον γαιήοχε, ταῦτα κέλευε:
8.351 δειλαί τοι δειλῶν γε καὶ ἐγγύαι ἐγγυάασθαι.
8.352 πῶς ἂν ἐγώ σε δέοιμι μετ᾽ ἀθανάτοισι θεοῖσιν,
8.353 εἴ κεν Ἄρης οἴχοιτο χρέος καὶ δεσμὸν ἀλύξας;
8.354 τὸν δ᾽ αὖτε προσέειπε Ποσειδάων ἐνοσίχθων:
8.355 Ἥφαιστ᾽, εἴ περ γάρ κεν Ἄρης χρεῖος ὑπαλύξας
8.356 οἴχηται φεύγων, αὐτός τοι ἐγὼ τάδε τίσω.
8.357 τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα περικλυτὸς ἀμφιγυήεις:
8.358 οὐκ ἔστ᾽ οὐδὲ ἔοικε τεὸν ἔπος ἀρνήσασθαι.
8.359 ὣς εἰπὼν δεσμὸν ἀνίει μένος Ἡφαίστοιο.
8.360 τὼ δ᾽ ἐπεὶ ἐκ δεσμοῖο λύθεν, κρατεροῦ περ ἐόντος,
8.361 αὐτίκ᾽ ἀναΐξαντε ὁ μὲν Θρῄκηνδε βεβήκει,
8.362 ἡ δ᾽ ἄρα Κύπρον ἵκανε φιλομμειδὴς Ἀφροδίτη,
8.363 ἐς Πάφον: ἔνθα δέ οἱ τέμενος βωμός τε θυήεις.
8.364 ἔνθα δέ μιν Χάριτες λοῦσαν καὶ χρῖσαν ἐλαίῳ
8.365 ἀμβρότῳ, οἷα θεοὺς ἐπενήνοθεν αἰὲν ἐόντας,
8.366 ἀμφὶ δὲ εἵματα ἕσσαν ἐπήρατα, θαῦμα ἰδέσθαι.
8.367 ταῦτ᾽ ἄρ᾽ ἀοιδὸς ἄειδε περικλυτός: αὐτὰρ Ὀδυσσεὺς
8.368 τέρπετ᾽ ἐνὶ φρεσὶν ᾗσιν ἀκούων ἠδὲ καὶ ἄλλοι
8.369 Φαίηκες δολιχήρετμοι, ναυσίκλυτοι ἄνδρες.
8.370 Ἀλκίνοος δ᾽ Ἅλιον καὶ Λαοδάμαντα κέλευσεν
8.371 μουνὰξ ὀρχήσασθαι, ἐπεί σφισιν οὔ τις ἔριζεν.
8.372 οἱ δ᾽ ἐπεὶ οὖν σφαῖραν καλὴν μετὰ χερσὶν ἕλοντο,
8.373 πορφυρέην, τήν σφιν Πόλυβος ποίησε δαΐφρων,
8.374 τὴν ἕτερος ῥίπτασκε ποτὶ νέφεα σκιόεντα
8.375 ἰδνωθεὶς ὀπίσω, ὁ δ᾽ ἀπὸ χθονὸς ὑψόσ᾽ ἀερθεὶς
8.376 ῥηιδίως μεθέλεσκε, πάρος ποσὶν οὖδας ἱκέσθαι.
8.377 αὐτὰρ ἐπεὶ δὴ σφαίρῃ ἀν᾽ ἰθὺν πειρήσαντο,
8.378 ὠρχείσθην δὴ ἔπειτα ποτὶ χθονὶ πουλυβοτείρῃ
8.379 ταρφέ᾽ ἀμειβομένω: κοῦροι δ᾽ ἐπελήκεον ἄλλοι
8.380 ἑστεῶτες κατ᾽ ἀγῶνα, πολὺς δ᾽ ὑπὸ κόμπος ὀρώρει.
8.381 δὴ τότ᾽ ἄρ᾽ Ἀλκίνοον προσεφώνεε δῖος Ὀδυσσεύς:
8.382 Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,
8.383 ἠμὲν ἀπείλησας βητάρμονας εἶναι ἀρίστους,
8.384 ἠδ᾽ ἄρ᾽ ἑτοῖμα τέτυκτο: σέβας μ᾽ ἔχει εἰσορόωντα.
8.385 ὣς φάτο, γήθησεν δ᾽ ἱερὸν μένος Ἀλκινόοιο,
8.386 αἶψα δὲ Φαιήκεσσι φιληρέτμοισι μετηύδα:
8.387 κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες.
8.388 ὁ ξεῖνος μάλα μοι δοκέει πεπνυμένος εἶναι.
8.389 ἀλλ᾽ ἄγε οἱ δῶμεν ξεινήιον, ὡς ἐπιεικές.
8.390 δώδεκα γὰρ κατὰ δῆμον ἀριπρεπέες βασιλῆες
8.391 ἀρχοὶ κραίνουσι, τρισκαιδέκατος δ᾽ ἐγὼ αὐτός:
8.392 τῶν οἱ ἕκαστος φᾶρος ἐυπλυνὲς ἠδὲ χιτῶνα
8.393 καὶ χρυσοῖο τάλαντον ἐνείκατε τιμήεντος.
8.394 αἶψα δὲ πάντα φέρωμεν ἀολλέα, ὄφρ᾽ ἐνὶ χερσὶν
8.395 ξεῖνος ἔχων ἐπὶ δόρπον ἴῃ χαίρων ἐνὶ θυμῷ.
8.396 Εὐρύαλος δέ ἑ αὐτὸν ἀρεσσάσθω ἐπέεσσι
8.397 καὶ δώρῳ, ἐπεὶ οὔ τι ἔπος κατὰ μοῖραν ἔειπεν.
8.398 ὣς ἔφαθ᾽, οἱ δ᾽ ἄρα πάντες ἐπῄνεον ἠδ᾽ ἐκέλευον,
8.399 δῶρα δ᾽ ἄρ᾽ οἰσέμεναι πρόεσαν κήρυκα ἕκαστος.
8.400 τὸν δ᾽ αὖτ᾽ Εὐρύαλος ἀπαμείβετο φώνησέν τε:
8.401 Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,
8.402 τοιγὰρ ἐγὼ τὸν ξεῖνον ἀρέσσομαι, ὡς σὺ κελεύεις.
8.403 δώσω οἱ τόδ᾽ ἄορ παγχάλκεον, ᾧ ἔπι κώπη
8.404 ἀργυρέη, κολεὸν δὲ νεοπρίστου ἐλέφαντος
8.405 ἀμφιδεδίνηται: πολέος δέ οἱ ἄξιον ἔσται.
8.406 ὣς εἰπὼν ἐν χερσὶ τίθει ξίφος ἀργυρόηλον
8.407 καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα:
8.408 χαῖρε, πάτερ ὦ ξεῖνε: ἔπος δ᾽ εἴ πέρ τι βέβακται
8.409 δεινόν, ἄφαρ τὸ φέροιεν ἀναρπάξασαι ἄελλαι.
8.410 σοὶ δὲ θεοὶ ἄλοχόν τ᾽ ἰδέειν καὶ πατρίδ᾽ ἱκέσθαι
8.411 δοῖεν, ἐπεὶ δὴ δηθὰ φίλων ἄπο πήματα πάσχεις.
8.412 τὸν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς:
8.413 καὶ σὺ φίλος μάλα χαῖρε, θεοὶ δέ τοι ὄλβια δοῖεν.
8.414 μηδέ τι τοι ξίφεός γε ποθὴ μετόπισθε γένοιτο
8.415 τούτου, ὃ δή μοι δῶκας ἀρεσσάμενος ἐπέεσσιν.
8.416 ἦ ῥα καὶ ἀμφ᾽ ὤμοισι θέτο ξίφος ἀργυρόηλον.
8.417 δύσετό τ᾽ ἠέλιος, καὶ τῷ κλυτὰ δῶρα παρῆεν.
8.418 καὶ τά γ᾽ ἐς Ἀλκινόοιο φέρον κήρυκες ἀγαυοί:
8.419 δεξάμενοι δ᾽ ἄρα παῖδες ἀμύμονος Ἀλκινόοιο
8.420 μητρὶ παρ᾽ αἰδοίῃ ἔθεσαν περικαλλέα δῶρα.
8.421 τοῖσιν δ᾽ ἡγεμόνευ᾽ ἱερὸν μένος Ἀλκινόοιο,
8.422 ἐλθόντες δὲ καθῖζον ἐν ὑψηλοῖσι θρόνοισι.
8.423 δή ῥα τότ᾽ Ἀρήτην προσέφη μένος Ἀλκινόοιο:
8.424 δεῦρο, γύναι, φέρε χηλὸν ἀριπρεπέ᾽, ἥ τις ἀρίστη:
8.425 ἐν δ᾽ αὐτὴ θὲς φᾶρος ἐυπλυνὲς ἠδὲ χιτῶνα.
8.426 ἀμφὶ δέ οἱ πυρὶ χαλκὸν ἰήνατε, θέρμετε δ᾽ ὕδωρ,
8.427 ὄφρα λοεσσάμενός τε ἰδών τ᾽ ἐὺ κείμενα πάντα
8.428 δῶρα, τά οἱ Φαίηκες ἀμύμονες ἐνθάδ᾽ ἔνεικαν,
8.429 δαιτί τε τέρπηται καὶ ἀοιδῆς ὕμνον ἀκούων.
8.430 καί οἱ ἐγὼ τόδ᾽ ἄλεισον ἐμὸν περικαλλὲς ὀπάσσω,
8.431 χρύσεον, ὄφρ᾽ ἐμέθεν μεμνημένος ἤματα πάντα
8.432 σπένδῃ ἐνὶ μεγάρῳ Διί τ᾽ ἄλλοισίν τε θεοῖσιν.
8.433 ὣς ἔφατ᾽, Ἀρήτη δὲ μετὰ δμῳῇσιν ἔειπεν
8.434 ἀμφὶ πυρὶ στῆσαι τρίποδα μέγαν ὅττι τάχιστα.
8.435 αἱ δὲ λοετροχόον τρίποδ᾽ ἵστασαν ἐν πυρὶ κηλέῳ,
8.436 ἔν δ᾽ ἄρ᾽ ὕδωρ ἔχεαν, ὑπὸ δὲ ξύλα δαῖον ἑλοῦσαι.
8.437 γάστρην μὲν τρίποδος πῦρ ἄμφεπε, θέρμετο δ᾽ ὕδωρ:
8.438 τόφρα δ᾽ ἄρ᾽ Ἀρήτη ξείνῳ περικαλλέα χηλὸν
8.439 ἐξέφερεν θαλάμοιο, τίθει δ᾽ ἐνὶ κάλλιμα δῶρα,
8.440 ἐσθῆτα χρυσόν τε, τά οἱ Φαίηκες ἔδωκαν:
8.441 ἐν δ᾽ αὐτὴ φᾶρος θῆκεν καλόν τε χιτῶνα,
8.442 καί μιν φωνήσασ᾽ ἔπεα πτερόεντα προσηύδα:
8.443 αὐτὸς νῦν ἴδε πῶμα, θοῶς δ᾽ ἐπὶ δεσμὸν ἴηλον,
8.444 μή τίς τοι καθ᾽ ὁδὸν δηλήσεται, ὁππότ᾽ ἂν αὖτε
8.445 εὕδῃσθα γλυκὺν ὕπνον ἰὼν ἐν νηὶ μελαίνῃ.
8.446 αὐτὰρ ἐπεὶ τό γ᾽ ἄκουσε πολύτλας δῖος Ὀδυσσεύς,
8.447 αὐτίκ᾽ ἐπήρτυε πῶμα, θοῶς δ᾽ ἐπὶ δεσμὸν ἴηλεν
8.448 ποικίλον, ὅν ποτέ μιν δέδαε φρεσὶ πότνια Κίρκη:
8.449 αὐτόδιον δ᾽ ἄρα μιν ταμίη λούσασθαι ἀνώγει
8.450 ἔς ῥ᾽ ἀσάμινθον βάνθ᾽: ὁ δ᾽ ἄρ ἀσπασίως ἴδε θυμῷ
8.451 θερμὰ λοέτρ᾽, ἐπεὶ οὔ τι κομιζόμενός γε θάμιζεν,
8.452 ἐπεὶ δὴ λίπε δῶμα Καλυψοῦς ἠυκόμοιο.
8.453 τόφρα δέ οἱ κομιδή γε θεῷ ὣς ἔμπεδος ἦεν.
8.454 τὸν δ᾽ ἐπεὶ οὖν δμῳαὶ λοῦσαν καὶ χρῖσαν ἐλαίῳ,
8.455 ἀμφὶ δέ μιν χλαῖναν καλὴν βάλον ἠδὲ χιτῶνα,
8.456 ἔκ ῥ᾽ ἀσαμίνθου βὰς ἄνδρας μέτα οἰνοποτῆρας
8.457 ἤιε: Ναυσικάα δὲ θεῶν ἄπο κάλλος ἔχουσα
8.458 στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο,
8.459 θαύμαζεν δ᾽ Ὀδυσῆα ἐν ὀφθαλμοῖσιν ὁρῶσα,
8.460 καί μιν φωνήσασ᾽ ἔπεα πτερόεντα προσηύδα:
8.461 χαῖρε, ξεῖν᾽, ἵνα καί ποτ᾽ ἐὼν ἐν πατρίδι γαίῃ
8.462 μνήσῃ ἐμεῦ, ὅτι μοι πρώτῃ ζωάγρι᾽ ὀφέλλεις.
8.463 τὴν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς.
8.464 Ναυσικάα θύγατερ μεγαλήτορος Ἀλκινόοιο,
8.465 οὕτω νῦν Ζεὺς θείη, ἐρίγδουπος πόσις Ἥρης,
8.466 οἴκαδέ τ᾽ ἐλθέμεναι καὶ νόστιμον ἦμαρ ἰδέσθαι:
8.467 τῷ κέν τοι καὶ κεῖθι θεῷ ὣς εὐχετοῴμην
8.468 αἰεὶ ἤματα πάντα: σὺ γάρ μ᾽ ἐβιώσαο, κούρη.
8.469 ἦ ῥα καὶ ἐς θρόνον ἷζε παρ᾽ Ἀλκίνοον βασιλῆα:
8.470 οἱ δ᾽ ἤδη μοίρας τ᾽ ἔνεμον κερόωντό τε οἶνον.
8.471 κῆρυξ δ᾽ ἐγγύθεν ἦλθεν ἄγων ἐρίηρον ἀοιδόν,
8.472 Δημόδοκον λαοῖσι τετιμένον: εἷσε δ᾽ ἄρ᾽ αὐτὸν
8.473 μέσσῳ δαιτυμόνων, πρὸς κίονα μακρὸν ἐρείσας.
8.474 δὴ τότε κήρυκα προσέφη πολύμητις Ὀδυσσεύς,
8.475 νώτου ἀποπροταμών, ἐπὶ δὲ πλεῖον ἐλέλειπτο,
8.476 ἀργιόδοντος ὑός, θαλερὴ δ᾽ ἦν ἀμφὶς ἀλοιφή:
8.477 κῆρυξ, τῆ δή, τοῦτο πόρε κρέας, ὄφρα φάγῃσιν,
8.478 Δημοδόκῳ: καί μιν προσπτύξομαι ἀχνύμενός περ:
8.479 πᾶσι γὰρ ἀνθρώποισιν ἐπιχθονίοισιν ἀοιδοὶ
8.480 τιμῆς ἔμμοροί εἰσι καὶ αἰδοῦς, οὕνεκ᾽ ἄρα σφέας
8.481 οἴμας μοῦσ᾽ ἐδίδαξε, φίλησε δὲ φῦλον ἀοιδῶν.
8.482 ὣς ἄρ᾽ ἔφη, κῆρυξ δὲ φέρων ἐν χερσὶν ἔθηκεν
8.483 ἥρῳ Δημοδόκῳ: ὁ δ᾽ ἐδέξατο, χαῖρε δὲ θυμῷ.
8.484 οἱ δ᾽ ἐπ᾽ ὀνείαθ᾽ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
8.485 αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
8.486 δὴ τότε Δημόδοκον προσέφη πολύμητις Ὀδυσσεύς:
8.487 Δημόδοκ᾽, ἔξοχα δή σε βροτῶν αἰνίζομ᾽ ἁπάντων.
8.488 ἢ σέ γε μοῦσ᾽ ἐδίδαξε, Διὸς πάϊς, ἢ σέ γ᾽ Ἀπόλλων:
8.489 λίην γὰρ κατὰ κόσμον Ἀχαιῶν οἶτον ἀείδεις,
8.490 ὅσσ᾽ ἔρξαν τ᾽ ἔπαθόν τε καὶ ὅσσ᾽ ἐμόγησαν Ἀχαιοί,
8.491 ὥς τέ που ἢ αὐτὸς παρεὼν ἢ ἄλλου ἀκούσας.
8.492 ἀλλ᾽ ἄγε δὴ μετάβηθι καὶ ἵππου κόσμον ἄεισον
8.493 δουρατέου, τὸν Ἐπειὸς ἐποίησεν σὺν Ἀθήνῃ,
8.494 ὅν ποτ᾽ ἐς ἀκρόπολιν δόλον ἤγαγε δῖος Ὀδυσσεὺς
8.495 ἀνδρῶν ἐμπλήσας οἵ ῥ᾽ Ἴλιον ἐξαλάπαξαν.
8.496 αἴ κεν δή μοι ταῦτα κατὰ μοῖραν καταλέξῃς,
8.497 αὐτίκ᾽ ἐγὼ πᾶσιν μυθήσομαι ἀνθρώποισιν,
8.498 ὡς ἄρα τοι πρόφρων θεὸς ὤπασε θέσπιν ἀοιδήν.
8.499 ὣς φάθ᾽, ὁ δ᾽ ὁρμηθεὶς θεοῦ ἤρχετο, φαῖνε δ᾽ ἀοιδήν,
8.500 ἔνθεν ἑλὼν ὡς οἱ μὲν ἐυσσέλμων ἐπὶ νηῶν
8.501 βάντες ἀπέπλειον, πῦρ ἐν κλισίῃσι βαλόντες,
8.502 Ἀργεῖοι, τοὶ δ᾽ ἤδη ἀγακλυτὸν ἀμφ᾽ Ὀδυσῆα
8.503 ἥατ᾽ ἐνὶ Τρώων ἀγορῇ κεκαλυμμένοι ἵππῳ:
8.504 αὐτοὶ γάρ μιν Τρῶες ἐς ἀκρόπολιν ἐρύσαντο.
8.505 ὣς ὁ μὲν ἑστήκει, τοὶ δ᾽ ἄκριτα πόλλ᾽ ἀγόρευον
8.506 ἥμενοι ἀμφ᾽ αὐτόν: τρίχα δέ σφισιν ἥνδανε βουλή,
8.507 ἠὲ διαπλῆξαι κοῖλον δόρυ νηλέι χαλκῷ,
8.508 ἢ κατὰ πετράων βαλέειν ἐρύσαντας ἐπ᾽ ἄκρης,
8.509 ἢ ἐάαν μέγ᾽ ἄγαλμα θεῶν θελκτήριον εἶναι,
8.510 τῇ περ δὴ καὶ ἔπειτα τελευτήσεσθαι ἔμελλεν:
8.511 αἶσα γὰρ ἦν ἀπολέσθαι, ἐπὴν πόλις ἀμφικαλύψῃ
8.512 δουράτεον μέγαν ἵππον, ὅθ᾽ ἥατο πάντες ἄριστοι
8.513 Ἀργείων Τρώεσσι φόνον καὶ κῆρα φέροντες.
8.514 ἤειδεν δ᾽ ὡς ἄστυ διέπραθον υἷες Ἀχαιῶν
8.515 ἱππόθεν ἐκχύμενοι, κοῖλον λόχον ἐκπρολιπόντες.
8.516 ἄλλον δ᾽ ἄλλῃ ἄειδε πόλιν κεραϊζέμεν αἰπήν,
8.517 αὐτὰρ Ὀδυσσῆα προτὶ δώματα Δηιφόβοιο
8.518 βήμεναι, ἠύτ᾽ Ἄρηα σὺν ἀντιθέῳ Μενελάῳ.
8.519 κεῖθι δὴ αἰνότατον πόλεμον φάτο τολμήσαντα
8.520 νικῆσαι καὶ ἔπειτα διὰ μεγάθυμον Ἀθήνην.
8.521 ταῦτ᾽ ἄρ᾽ ἀοιδὸς ἄειδε περικλυτός: αὐτὰρ Ὀδυσσεὺς
8.522 τήκετο, δάκρυ δ᾽ ἔδευεν ὑπὸ βλεφάροισι παρειάς.
8.523 ὡς δὲ γυνὴ κλαίῃσι φίλον πόσιν ἀμφιπεσοῦσα,
8.524 ὅς τε ἑῆς πρόσθεν πόλιος λαῶν τε πέσῃσιν,
8.525 ἄστεϊ καὶ τεκέεσσιν ἀμύνων νηλεὲς ἦμαρ:
8.526 ἡ μὲν τὸν θνήσκοντα καὶ ἀσπαίροντα ἰδοῦσα
8.527 ἀμφ᾽ αὐτῷ χυμένη λίγα κωκύει: οἱ δέ τ᾽ ὄπισθε
8.528 κόπτοντες δούρεσσι μετάφρενον ἠδὲ καὶ ὤμους
8.529 εἴρερον εἰσανάγουσι, πόνον τ᾽ ἐχέμεν καὶ ὀιζύν:
8.530 τῆς δ᾽ ἐλεεινοτάτῳ ἄχεϊ φθινύθουσι παρειαί:
8.531 ὣς Ὀδυσεὺς ἐλεεινὸν ὑπ᾽ ὀφρύσι δάκρυον εἶβεν.
8.532 ἔνθ᾽ ἄλλους μὲν πάντας ἐλάνθανε δάκρυα λείβων,
8.533 Ἀλκίνοος δέ μιν οἶος ἐπεφράσατ᾽ ἠδ᾽ ἐνόησεν,
8.534 ἥμενος ἄγχ᾽ αὐτοῦ, βαρὺ δὲ στενάχοντος ἄκουσεν.
8.535 αἶψα δὲ Φαιήκεσσι φιληρέτμοισι μετηύδα:
8.536 κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,
8.537 Δημόδοκος δ᾽ ἤδη σχεθέτω φόρμιγγα λίγειαν:
8.538 οὐ γάρ πως πάντεσσι χαριζόμενος τάδ᾽ ἀείδει.
8.539 ἐξ οὗ δορπέομέν τε καὶ ὤρορε θεῖος ἀοιδός,
8.540 ἐκ τοῦ δ᾽ οὔ πω παύσατ᾽ ὀιζυροῖο γόοιο
8.541 ὁ ξεῖνος: μάλα πού μιν ἄχος φρένας ἀμφιβέβηκεν.
8.542 ἀλλ᾽ ἄγ᾽ ὁ μὲν σχεθέτω, ἵν᾽ ὁμῶς τερπώμεθα πάντες,
8.543 ξεινοδόκοι καὶ ξεῖνος, ἐπεὶ πολὺ κάλλιον οὕτως:
8.544 εἵνεκα γὰρ ξείνοιο τάδ᾽ αἰδοίοιο τέτυκται,
8.545 πομπὴ καὶ φίλα δῶρα, τά οἱ δίδομεν φιλέοντες.
8.546 ἀντὶ κασιγνήτου ξεῖνός θ᾽ ἱκέτης τε τέτυκται
8.547 ἀνέρι, ὅς τ᾽ ὀλίγον περ ἐπιψαύῃ πραπίδεσσι.
8.548 τῷ νῦν μηδὲ σὺ κεῦθε νοήμασι κερδαλέοισιν
8.549 ὅττι κέ σ᾽ εἴρωμαι: φάσθαι δέ σε κάλλιόν ἐστιν.
8.550 εἴπ᾽ ὄνομ᾽ ὅττι σε κεῖθι κάλεον μήτηρ τε πατήρ τε
8.551 ἄλλοι θ᾽ οἳ κατὰ ἄστυ καὶ οἳ περιναιετάουσιν.
8.552 οὐ μὲν γάρ τις πάμπαν ἀνώνυμός ἐστ᾽ ἀνθρώπων,
8.553 οὐ κακὸς οὐδὲ μὲν ἐσθλός, ἐπὴν τὰ πρῶτα γένηται,
8.554 ἀλλ᾽ ἐπὶ πᾶσι τίθενται, ἐπεί κε τέκωσι, τοκῆες.
8.555 εἰπὲ δέ μοι γαῖάν τε: τεὴν δῆμόν τε πόλιν τε,
8.556 ὄφρα σε τῇ πέμπωσι τιτυσκόμεναι φρεσὶ νῆες:
8.557 οὐ γὰρ Φαιήκεσσι κυβερνητῆρες ἔασιν,
8.558 οὐδέ τι πηδάλι᾽ ἔστι, τά τ᾽ ἄλλαι νῆες ἔχουσιν:
8.559 ἀλλ᾽ αὐταὶ ἴσασι νοήματα καὶ φρένας ἀνδρῶν,
8.560 καὶ πάντων ἴσασι πόλιας καὶ πίονας ἀγροὺς
8.561 ἀνθρώπων, καὶ λαῖτμα τάχισθ᾽ ἁλὸς ἐκπερόωσιν
8.562 ἠέρι καὶ νεφέλῃ κεκαλυμμέναι: οὐδέ ποτέ σφιν
8.563 οὔτε τι πημανθῆναι ἔπι δέος οὔτ᾽ ἀπολέσθαι.
8.564 ἀλλὰ τόδ᾽ ὥς ποτε πατρὸς ἐγὼν εἰπόντος ἄκουσα
8.565 Ναυσιθόου, ὃς ἔφασκε Ποσειδάων᾽ ἀγάσασθαι
8.566 ἡμῖν, οὕνεκα πομποὶ ἀπήμονές εἰμεν ἁπάντων.
8.567 φῆ ποτὲ Φαιήκων ἀνδρῶν ἐυεργέα νῆα
8.568 ἐκ πομπῆς ἀνιοῦσαν ἐν ἠεροειδέι πόντῳ
8.569 ῥαισέμεναι, μέγα δ᾽ ἧμιν ὄρος πόλει ἀμφικαλύψειν.
8.570 ὣς ἀγόρευ᾽ ὁ γέρων: τὰ δέ κεν θεὸς ἢ τελέσειεν
8.571 ἤ κ᾽ ἀτέλεστ᾽ εἴη, ὥς οἱ φίλον ἔπλετο θυμῷ:
8.572 ἀλλ᾽ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,
8.573 ὅππῃ ἀπεπλάγχθης τε καὶ ἅς τινας ἵκεο χώρας
8.574 ἀνθρώπων, αὐτούς τε πόλιάς τ᾽ ἐὺ ναιετοώσας,
8.575 ἠμὲν ὅσοι χαλεποί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι,
8.576 οἵ τε φιλόξεινοι, καί σφιν νόος ἐστὶ θεουδής.
8.577 εἰπὲ δ᾽ ὅ τι κλαίεις καὶ ὀδύρεαι ἔνδοθι θυμῷ
8.578 Ἀργείων Δαναῶν ἠδ᾽ Ἰλίου οἶτον ἀκούων.
8.579 τὸν δὲ θεοὶ μὲν τεῦξαν, ἐπεκλώσαντο δ᾽ ὄλεθρον
8.580 ἀνθρώποις, ἵνα ᾖσι καὶ ἐσσομένοισιν ἀοιδή.
8.581 ἦ τίς τοι καὶ πηὸς ἀπέφθιτο Ἰλιόθι πρὸ
8.582 ἐσθλὸς ἐών, γαμβρὸς ἢ πενθερός, οἵ τε μάλιστα
8.583 κήδιστοι τελέθουσι μεθ᾽ αἷμά τε καὶ γένος αὐτῶν;
8.584 ἦ τίς που καὶ ἑταῖρος ἀνὴρ κεχαρισμένα εἰδώς,
8.585 ἐσθλός; ἐπεὶ οὐ μέν τι κασιγνήτοιο χερείων
8.586 γίγνεται, ὅς κεν ἑταῖρος ἐὼν πεπνυμένα εἰδῇ.
9.1 τὸν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς:
9.2 Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,
9.3 ἦ τοι μὲν τόδε καλὸν ἀκουέμεν ἐστὶν ἀοιδοῦ
9.4 τοιοῦδ᾽ οἷος ὅδ᾽ ἐστί, θεοῖς ἐναλίγκιος αὐδήν.
9.5 οὐ γὰρ ἐγώ γέ τί φημι τέλος χαριέστερον εἶναι
9.6 ἢ ὅτ᾽ ἐυφροσύνη μὲν ἔχῃ κάτα δῆμον ἅπαντα,
9.7 δαιτυμόνες δ᾽ ἀνὰ δώματ᾽ ἀκουάζωνται ἀοιδοῦ
9.8 ἥμενοι ἑξείης, παρὰ δὲ πλήθωσι τράπεζαι
9.9 σίτου καὶ κρειῶν, μέθυ δ᾽ ἐκ κρητῆρος ἀφύσσων
9.10 οἰνοχόος φορέῃσι καὶ ἐγχείῃ δεπάεσσι:
9.11 τοῦτό τί μοι κάλλιστον ἐνὶ φρεσὶν εἴδεται εἶναι.
9.12 σοὶ δ᾽ ἐμὰ κήδεα θυμὸς ἐπετράπετο στονόεντα
9.13 εἴρεσθ᾽, ὄφρ᾽ ἔτι μᾶλλον ὀδυρόμενος στεναχίζω:
9.14 τί πρῶτόν τοι ἔπειτα, τί δ᾽ ὑστάτιον καταλέξω;
9.15 κήδε᾽ ἐπεί μοι πολλὰ δόσαν θεοὶ Οὐρανίωνες.
9.16 νῦν δ᾽ ὄνομα πρῶτον μυθήσομαι, ὄφρα καὶ ὑμεῖς
9.17 εἴδετ᾽, ἐγὼ δ᾽ ἂν ἔπειτα φυγὼν ὕπο νηλεὲς ἦμαρ
9.18 ὑμῖν ξεῖνος ἔω καὶ ἀπόπροθι δώματα ναίων.
9.19 εἴμ᾽ Ὀδυσεὺς Λαερτιάδης, ὃς πᾶσι δόλοισιν
9.20 ἀνθρώποισι μέλω, καί μευ κλέος οὐρανὸν ἵκει.
9.21 ναιετάω δ᾽ Ἰθάκην ἐυδείελον: ἐν δ᾽ ὄρος αὐτῇ
9.22 Νήριτον εἰνοσίφυλλον, ἀριπρεπές: ἀμφὶ δὲ νῆσοι
9.23 πολλαὶ ναιετάουσι μάλα σχεδὸν ἀλλήλῃσι,
9.24 Δουλίχιόν τε Σάμη τε καὶ ὑλήεσσα Ζάκυνθος.
9.25 αὐτὴ δὲ χθαμαλὴ πανυπερτάτη εἰν ἁλὶ κεῖται
9.26 πρὸς ζόφον, αἱ δέ τ᾽ ἄνευθε πρὸς ἠῶ τ᾽ ἠέλιόν τε,
9.27 τρηχεῖ᾽, ἀλλ᾽ ἀγαθὴ κουροτρόφος: οὔ τοι ἐγώ γε
9.28 ἧς γαίης δύναμαι γλυκερώτερον ἄλλο ἰδέσθαι.
9.29 ἦ μέν μ᾽ αὐτόθ᾽ ἔρυκε Καλυψώ, δῖα θεάων,
9.30 ἐν σπέσσι γλαφυροῖσι, λιλαιομένη πόσιν εἶναι:
9.31 ὣς δ᾽ αὔτως Κίρκη κατερήτυεν ἐν μεγάροισιν
9.32 Αἰαίη δολόεσσα, λιλαιομένη πόσιν εἶναι:
9.33 ἀλλ᾽ ἐμὸν οὔ ποτε θυμὸν ἐνὶ στήθεσσιν ἔπειθον.
9.34 ὣς οὐδὲν γλύκιον ἧς πατρίδος οὐδὲ τοκήων
9.35 γίγνεται, εἴ περ καί τις ἀπόπροθι πίονα οἶκον
9.36 γαίῃ ἐν ἀλλοδαπῇ ναίει ἀπάνευθε τοκήων.
9.37 εἰ δ᾽ ἄγε τοι καὶ νόστον ἐμὸν πολυκηδέ᾽ ἐνίσπω,
9.38 ὅν μοι Ζεὺς ἐφέηκεν ἀπὸ Τροίηθεν ἰόντι.
9.39 Ἰλιόθεν με φέρων ἄνεμος Κικόνεσσι πέλασσεν,
9.40 Ἰσμάρῳ. ἔνθα δ᾽ ἐγὼ πόλιν ἔπραθον, ὤλεσα δ᾽ αὐτούς:
9.41 ἐκ πόλιος δ᾽ ἀλόχους καὶ κτήματα πολλὰ λαβόντες
9.42 δασσάμεθ᾽, ὡς μή τίς μοι ἀτεμβόμενος κίοι ἴσης.
9.43 ἔνθ᾽ ἦ τοι μὲν ἐγὼ διερῷ ποδὶ φευγέμεν ἡμέας
9.44 ἠνώγεα, τοὶ δὲ μέγα νήπιοι οὐκ ἐπίθοντο.
9.45 ἔνθα δὲ πολλὸν μὲν μέθυ πίνετο, πολλὰ δὲ μῆλα
9.46 ἔσφαζον παρὰ θῖνα καὶ εἰλίποδας ἕλικας βοῦς:
9.47 τόφρα δ᾽ ἄρ᾽ οἰχόμενοι Κίκονες Κικόνεσσι γεγώνευν,
9.48 οἵ σφιν γείτονες ἦσαν, ἅμα πλέονες καὶ ἀρείους,
9.49 ἤπειρον ναίοντες, ἐπιστάμενοι μὲν ἀφ᾽ ἵππων
9.50 ἀνδράσι μάρνασθαι καὶ ὅθι χρὴ πεζὸν ἐόντα.
9.51 ἦλθον ἔπειθ᾽ ὅσα φύλλα καὶ ἄνθεα γίγνεται ὥρῃ,
9.52 ἠέριοι: τότε δή ῥα κακὴ Διὸς αἶσα παρέστη
9.53 ἡμῖν αἰνομόροισιν, ἵν᾽ ἄλγεα πολλὰ πάθοιμεν.
9.54 στησάμενοι δ᾽ ἐμάχοντο μάχην παρὰ νηυσὶ θοῇσι,
9.55 βάλλον δ᾽ ἀλλήλους χαλκήρεσιν ἐγχείῃσιν.
9.56 ὄφρα μὲν ἠὼς ἦν καὶ ἀέξετο ἱερὸν ἦμαρ,
9.57 τόφρα δ᾽ ἀλεξόμενοι μένομεν πλέονάς περ ἐόντας.
9.58 ἦμος δ᾽ ἠέλιος μετενίσσετο βουλυτόνδε,
9.59 καὶ τότε δὴ Κίκονες κλῖναν δαμάσαντες Ἀχαιούς.
9.60 ἓξ δ᾽ ἀφ᾽ ἑκάστης νηὸς ἐυκνήμιδες ἑταῖροι
9.61 ὤλονθ᾽: οἱ δ᾽ ἄλλοι φύγομεν θάνατόν τε μόρον τε.
9.62 ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ,
9.63 ἄσμενοι ἐκ θανάτοιο, φίλους ὀλέσαντες ἑταίρους.
9.64 οὐδ᾽ ἄρα μοι προτέρω νῆες κίον ἀμφιέλισσαι,
9.65 πρίν τινα τῶν δειλῶν ἑτάρων τρὶς ἕκαστον ἀῦσαι,
9.66 οἳ θάνον ἐν πεδίῳ Κικόνων ὕπο δῃωθέντες.
9.67 νηυσὶ δ᾽ ἐπῶρσ᾽ ἄνεμον Βορέην νεφεληγερέτα Ζεὺς
9.68 λαίλαπι θεσπεσίῃ, σὺν δὲ νεφέεσσι κάλυψε
9.69 γαῖαν ὁμοῦ καὶ πόντον: ὀρώρει δ᾽ οὐρανόθεν νύξ.
9.70 αἱ μὲν ἔπειτ᾽ ἐφέροντ᾽ ἐπικάρσιαι, ἱστία δέ σφιν
9.71 τριχθά τε καὶ τετραχθὰ διέσχισεν ἲς ἀνέμοιο.
9.72 καὶ τὰ μὲν ἐς νῆας κάθεμεν, δείσαντες ὄλεθρον,
9.73 αὐτὰς δ᾽ ἐσσυμένως προερέσσαμεν ἤπειρόνδε.
9.74 ἔνθα δύω νύκτας δύο τ᾽ ἤματα συνεχὲς αἰεὶ
9.75 κείμεθ᾽, ὁμοῦ καμάτῳ τε καὶ ἄλγεσι θυμὸν ἔδοντες.
9.76 ἀλλ᾽ ὅτε δὴ τρίτον ἦμαρ ἐυπλόκαμος τέλεσ᾽ Ἠώς,
9.77 ἱστοὺς στησάμενοι ἀνά θ᾽ ἱστία λεύκ᾽ ἐρύσαντες
9.78 ἥμεθα, τὰς δ᾽ ἄνεμός τε κυβερνῆταί τ᾽ ἴθυνον.
9.79 καί νύ κεν ἀσκηθὴς ἱκόμην ἐς πατρίδα γαῖαν:
9.80 ἀλλά με κῦμα ῥόος τε περιγνάμπτοντα Μάλειαν
9.81 καὶ Βορέης ἀπέωσε, παρέπλαγξεν δὲ Κυθήρων.
9.82 ἔνθεν δ᾽ ἐννῆμαρ φερόμην ὀλοοῖς ἀνέμοισιν
9.83 πόντον ἐπ᾽ ἰχθυόεντα: ἀτὰρ δεκάτῃ ἐπέβημεν
9.84 γαίης Λωτοφάγων, οἵ τ᾽ ἄνθινον εἶδαρ ἔδουσιν.
9.85 ἔνθα δ᾽ ἐπ᾽ ἠπείρου βῆμεν καὶ ἀφυσσάμεθ᾽ ὕδωρ,
9.86 αἶψα δὲ δεῖπνον ἕλοντο θοῇς παρὰ νηυσὶν ἑταῖροι.
9.87 αὐτὰρ ἐπεὶ σίτοιό τ᾽ ἐπασσάμεθ᾽ ἠδὲ ποτῆτος,
9.88 δὴ τοτ᾽ ἐγὼν ἑτάρους προΐειν πεύθεσθαι ἰόντας,
9.89 οἵ τινες ἀνέρες εἶεν ἐπὶ χθονὶ σῖτον ἔδοντες
9.90 ἄνδρε δύω κρίνας, τρίτατον κήρυχ᾽ ἅμ᾽ ὀπάσσας.
9.91 οἱ δ᾽ αἶψ᾽ οἰχόμενοι μίγεν ἀνδράσι Λωτοφάγοισιν:
9.92 οὐδ᾽ ἄρα Λωτοφάγοι μήδονθ᾽ ἑτάροισιν ὄλεθρον
9.93 ἡμετέροις, ἀλλά σφι δόσαν λωτοῖο πάσασθαι.
9.94 τῶν δ᾽ ὅς τις λωτοῖο φάγοι μελιηδέα καρπόν,
9.95 οὐκέτ᾽ ἀπαγγεῖλαι πάλιν ἤθελεν οὐδὲ νέεσθαι,
9.96 ἀλλ᾽ αὐτοῦ βούλοντο μετ᾽ ἀνδράσι Λωτοφάγοισι
9.97 λωτὸν ἐρεπτόμενοι μενέμεν νόστου τε λαθέσθαι.
9.98 τοὺς μὲν ἐγὼν ἐπὶ νῆας ἄγον κλαίοντας ἀνάγκῃ,
9.99 νηυσὶ δ᾽ ἐνὶ γλαφυρῇσιν ὑπὸ ζυγὰ δῆσα ἐρύσσας.
9.100 αὐτὰρ τοὺς ἄλλους κελόμην ἐρίηρας ἑταίρους
9.101 σπερχομένους νηῶν ἐπιβαινέμεν ὠκειάων,
9.102 μή πώς τις λωτοῖο φαγὼν νόστοιο λάθηται.
9.103 οἱ δ᾽ αἶψ᾽ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον,
9.104 ἑξῆς δ᾽ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.
9.105 ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ:
9.106 Κυκλώπων δ᾽ ἐς γαῖαν ὑπερφιάλων ἀθεμίστων
9.107 ἱκόμεθ᾽, οἵ ῥα θεοῖσι πεποιθότες ἀθανάτοισιν
9.108 οὔτε φυτεύουσιν χερσὶν φυτὸν οὔτ᾽ ἀρόωσιν,
9.109 ἀλλὰ τά γ᾽ ἄσπαρτα καὶ ἀνήροτα πάντα φύονται,
9.110 πυροὶ καὶ κριθαὶ ἠδ᾽ ἄμπελοι, αἵ τε φέρουσιν
9.111 οἶνον ἐριστάφυλον, καί σφιν Διὸς ὄμβρος ἀέξει.
9.112 τοῖσιν δ᾽ οὔτ᾽ ἀγοραὶ βουληφόροι οὔτε θέμιστες,
9.113 ἀλλ᾽ οἵ γ᾽ ὑψηλῶν ὀρέων ναίουσι κάρηνα
9.114 ἐν σπέσσι γλαφυροῖσι, θεμιστεύει δὲ ἕκαστος
9.115 παίδων ἠδ᾽ ἀλόχων, οὐδ᾽ ἀλλήλων ἀλέγουσιν.
9.116 νῆσος ἔπειτα λάχεια παρὲκ λιμένος τετάνυσται,
9.117 γαίης Κυκλώπων οὔτε σχεδὸν οὔτ᾽ ἀποτηλοῦ,
9.118 ὑλήεσσ᾽: ἐν δ᾽ αἶγες ἀπειρέσιαι γεγάασιν
9.119 ἄγριαι: οὐ μὲν γὰρ πάτος ἀνθρώπων ἀπερύκει,
9.120 οὐδέ μιν εἰσοιχνεῦσι κυνηγέται, οἵ τε καθ᾽ ὕλην
9.121 ἄλγεα πάσχουσιν κορυφὰς ὀρέων ἐφέποντες.
9.122 οὔτ᾽ ἄρα ποίμνῃσιν καταΐσχεται οὔτ᾽ ἀρότοισιν,
9.123 ἀλλ᾽ ἥ γ᾽ ἄσπαρτος καὶ ἀνήροτος ἤματα πάντα
9.124 ἀνδρῶν χηρεύει, βόσκει δέ τε μηκάδας αἶγας.
9.125 οὐ γὰρ Κυκλώπεσσι νέες πάρα μιλτοπάρῃοι,
9.126 οὐδ᾽ ἄνδρες νηῶν ἔνι τέκτονες, οἵ κε κάμοιεν
9.127 νῆας ἐυσσέλμους, αἵ κεν τελέοιεν ἕκαστα
9.128 ἄστε᾽ ἐπ᾽ ἀνθρώπων ἱκνεύμεναι, οἷά τε πολλὰ
9.129 ἄνδρες ἐπ᾽ ἀλλήλους νηυσὶν περόωσι θάλασσαν:
9.130 οἵ κέ σφιν καὶ νῆσον ἐυκτιμένην ἐκάμοντο.
9.131 οὐ μὲν γάρ τι κακή γε, φέροι δέ κεν ὥρια πάντα:
9.132 ἐν μὲν γὰρ λειμῶνες ἁλὸς πολιοῖο παρ᾽ ὄχθας
9.133 ὑδρηλοὶ μαλακοί: μάλα κ᾽ ἄφθιτοι ἄμπελοι εἶεν.
9.134 ἐν δ᾽ ἄροσις λείη: μάλα κεν βαθὺ λήιον αἰεὶ
9.135 εἰς ὥρας ἀμῷεν, ἐπεὶ μάλα πῖαρ ὑπ᾽ οὖδας.
9.136 ἐν δὲ λιμὴν ἐύορμος, ἵν᾽ οὐ χρεὼ πείσματός ἐστιν,
9.137 οὔτ᾽ εὐνὰς βαλέειν οὔτε πρυμνήσι᾽ ἀνάψαι,
9.138 ἀλλ᾽ ἐπικέλσαντας μεῖναι χρόνον εἰς ὅ κε ναυτέων
9.139 θυμὸς ἐποτρύνῃ καὶ ἐπιπνεύσωσιν ἀῆται.
9.140 αὐτὰρ ἐπὶ κρατὸς λιμένος ῥέει ἀγλαὸν ὕδωρ,
9.141 κρήνη ὑπὸ σπείους: περὶ δ᾽ αἴγειροι πεφύασιν.
9.142 ἔνθα κατεπλέομεν, καί τις θεὸς ἡγεμόνευεν
9.143 νύκτα δι᾽ ὀρφναίην, οὐδὲ προυφαίνετ᾽ ἰδέσθαι:
9.144 ἀὴρ γὰρ περὶ νηυσὶ βαθεῖ᾽ ἦν, οὐδὲ σελήνη
9.145 οὐρανόθεν προύφαινε, κατείχετο δὲ νεφέεσσιν.
9.146 ἔνθ᾽ οὔ τις τὴν νῆσον ἐσέδρακεν ὀφθαλμοῖσιν,
9.147 οὔτ᾽ οὖν κύματα μακρὰ κυλινδόμενα προτὶ χέρσον
9.148 εἰσίδομεν, πρὶν νῆας ἐυσσέλμους ἐπικέλσαι.
9.149 κελσάσῃσι δὲ νηυσὶ καθείλομεν ἱστία πάντα,
9.150 ἐκ δὲ καὶ αὐτοὶ βῆμεν ἐπὶ ῥηγμῖνι θαλάσσης:
9.151 ἔνθα δ᾽ ἀποβρίξαντες ἐμείναμεν Ἠῶ δῖαν.
9.152 ἦμος δ᾽ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
9.153 νῆσον θαυμάζοντες ἐδινεόμεσθα κατ᾽ αὐτήν.
9.154 ὦρσαν δὲ νύμφαι, κοῦραι Διὸς αἰγιόχοιο,
9.155 αἶγας ὀρεσκῴους, ἵνα δειπνήσειαν ἑταῖροι.
9.156 αὐτίκα καμπύλα τόξα καὶ αἰγανέας δολιχαύλους
9.157 εἱλόμεθ᾽ ἐκ νηῶν, διὰ δὲ τρίχα κοσμηθέντες
9.158 βάλλομεν: αἶψα δ᾽ ἔδωκε θεὸς μενοεικέα θήρην.
9.159 νῆες μέν μοι ἕποντο δυώδεκα, ἐς δὲ ἑκάστην
9.160 ἐννέα λάγχανον αἶγες: ἐμοὶ δὲ δέκ᾽ ἔξελον οἴῳ.
9.161 ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα
9.162 ἥμεθα δαινύμενοι κρέα τ᾽ ἄσπετα καὶ μέθυ ἡδύ:
9.163 οὐ γάρ πω νηῶν ἐξέφθιτο οἶνος ἐρυθρός,
9.164 ἀλλ᾽ ἐνέην: πολλὸν γὰρ ἐν ἀμφιφορεῦσιν ἕκαστοι
9.165 ἠφύσαμεν Κικόνων. ἱερὸν πτολίεθρον ἑλόντες.
9.166 Κυκλώπων δ᾽ ἐς γαῖαν ἐλεύσσομεν ἐγγὺς ἐόντων,
9.167 καπνόν τ᾽ αὐτῶν τε φθογγὴν ὀίων τε καὶ αἰγῶν.
9.168 ἦμος δ᾽ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθε,
9.169 δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης.
9.170 ἦμος δ᾽ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
9.171 καὶ τότ᾽ ἐγὼν ἀγορὴν θέμενος μετὰ πᾶσιν ἔειπον:
9.172 ἄλλοι μὲν νῦν μίμνετ᾽, ἐμοὶ ἐρίηρες ἑταῖροι:
9.173 αὐτὰρ ἐγὼ σὺν νηί τ᾽ ἐμῇ καὶ ἐμοῖς ἑτάροισιν
9.174 ἐλθὼν τῶνδ᾽ ἀνδρῶν πειρήσομαι, οἵ τινές εἰσιν,
9.175 ἤ ῥ᾽ οἵ γ᾽ ὑβρισταί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι,
9.176 ἦε φιλόξεινοι, καί σφιν νόος ἐστὶ θεουδής.
9.177 ὣς εἰπὼν ἀνὰ νηὸς ἔβην, ἐκέλευσα δ᾽ ἑταίρους
9.178 αὐτούς τ᾽ ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι.
9.179 οἱ δ᾽ αἶψ᾽ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον,
9.180 ἑξῆς δ᾽ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.
9.181 ἀλλ᾽ ὅτε δὴ τὸν χῶρον ἀφικόμεθ᾽ ἐγγὺς ἐόντα,
9.182 ἔνθα δ᾽ ἐπ᾽ ἐσχατιῇ σπέος εἴδομεν ἄγχι θαλάσσης,
9.183 ὑψηλόν, δάφνῃσι κατηρεφές. ἔνθα δὲ πολλὰ
9.184 μῆλ᾽, ὄιές τε καὶ αἶγες, ἰαύεσκον: περὶ δ᾽ αὐλὴ
9.185 ὑψηλὴ δέδμητο κατωρυχέεσσι λίθοισι
9.186 μακρῇσίν τε πίτυσσιν ἰδὲ δρυσὶν ὑψικόμοισιν.
9.187 ἔνθα δ᾽ ἀνὴρ ἐνίαυε πελώριος, ὅς ῥα τὰ μῆλα
9.188 οἶος ποιμαίνεσκεν ἀπόπροθεν: οὐδὲ μετ᾽ ἄλλους
9.189 πωλεῖτ᾽, ἀλλ᾽ ἀπάνευθεν ἐὼν ἀθεμίστια ᾔδη.
9.190 καὶ γὰρ θαῦμ᾽ ἐτέτυκτο πελώριον, οὐδὲ ἐῴκει
9.191 ἀνδρί γε σιτοφάγῳ, ἀλλὰ ῥίῳ ὑλήεντι
9.192 ὑψηλῶν ὀρέων, ὅ τε φαίνεται οἶον ἀπ᾽ ἄλλων.
9.193 δὴ τότε τοὺς ἄλλους κελόμην ἐρίηρας ἑταίρους
9.194 αὐτοῦ πὰρ νηί τε μένειν καὶ νῆα ἔρυσθαι,
9.195 αὐτὰρ ἐγὼ κρίνας ἑτάρων δυοκαίδεκ᾽ ἀρίστους
9.196 βῆν: ἀτὰρ αἴγεον ἀσκὸν ἔχον μέλανος οἴνοιο
9.197 ἡδέος, ὅν μοι ἔδωκε Μάρων, Εὐάνθεος υἱός,
9.198 ἱρεὺς Ἀπόλλωνος, ὃς Ἴσμαρον ἀμφιβεβήκει,
9.199 οὕνεκά μιν σὺν παιδὶ περισχόμεθ᾽ ἠδὲ γυναικὶ
9.200 ἁζόμενοι: ᾤκει γὰρ ἐν ἄλσεϊ δενδρήεντι
9.201 Φοίβου Ἀπόλλωνος. ὁ δέ μοι πόρεν ἀγλαὰ δῶρα:
9.202 χρυσοῦ μέν μοι ἔδωκ᾽ ἐυεργέος ἑπτὰ τάλαντα,
9.203 δῶκε δέ μοι κρητῆρα πανάργυρον, αὐτὰρ ἔπειτα
9.204 οἶνον ἐν ἀμφιφορεῦσι δυώδεκα πᾶσιν ἀφύσσας
9.205 ἡδὺν ἀκηράσιον, θεῖον ποτόν: οὐδέ τις αὐτὸν
9.206 ἠείδη δμώων οὐδ᾽ ἀμφιπόλων ἐνὶ οἴκῳ,
9.207 ἀλλ᾽ αὐτὸς ἄλοχός τε φίλη ταμίη τε μί᾽ οἴη.
9.208 τὸν δ᾽ ὅτε πίνοιεν μελιηδέα οἶνον ἐρυθρόν,
9.209 ἓν δέπας ἐμπλήσας ὕδατος ἀνὰ εἴκοσι μέτρα
9.210 χεῦ᾽, ὀδμὴ δ᾽ ἡδεῖα ἀπὸ κρητῆρος ὀδώδει
9.211 θεσπεσίη: τότ᾽ ἂν οὔ τοι ἀποσχέσθαι φίλον ἦεν.
9.212 τοῦ φέρον ἐμπλήσας ἀσκὸν μέγαν, ἐν δὲ καὶ ᾖα
9.213 κωρύκῳ: αὐτίκα γάρ μοι ὀίσατο θυμὸς ἀγήνωρ
9.214 ἄνδρ᾽ ἐπελεύσεσθαι μεγάλην ἐπιειμένον ἀλκήν,
9.215 ἄγριον, οὔτε δίκας ἐὺ εἰδότα οὔτε θέμιστας.
9.216 καρπαλίμως δ᾽ εἰς ἄντρον ἀφικόμεθ᾽, οὐδέ μιν ἔνδον
9.217 εὕρομεν, ἀλλ᾽ ἐνόμευε νομὸν κάτα πίονα μῆλα.
9.218 ἐλθόντες δ᾽ εἰς ἄντρον ἐθηεύμεσθα ἕκαστα.
9.219 ταρσοὶ μὲν τυρῶν βρῖθον, στείνοντο δὲ σηκοὶ
9.220 ἀρνῶν ἠδ᾽ ἐρίφων: διακεκριμέναι δὲ ἕκασται
9.221 ἔρχατο, χωρὶς μὲν πρόγονοι, χωρὶς δὲ μέτασσαι,
9.222 χωρὶς δ᾽ αὖθ᾽ ἕρσαι. ναῖον δ᾽ ὀρῷ ἄγγεα πάντα,
9.223 γαυλοί τε σκαφίδες τε, τετυγμένα, τοῖς ἐνάμελγεν.
9.224 ἔνθ᾽ ἐμὲ μὲν πρώτισθ᾽ ἕταροι λίσσοντ᾽ ἐπέεσσιν
9.225 τυρῶν αἰνυμένους ἰέναι πάλιν, αὐτὰρ ἔπειτα
9.226 καρπαλίμως ἐπὶ νῆα θοὴν ἐρίφους τε καὶ ἄρνας
9.227 σηκῶν ἐξελάσαντας ἐπιπλεῖν ἁλμυρὸν ὕδωρ:
9.228 ἀλλ᾽ ἐγὼ οὐ πιθόμην, ἦ τ᾽ ἂν πολὺ κέρδιον ἦεν,
9.229 ὄφρ᾽ αὐτόν τε ἴδοιμι, καὶ εἴ μοι ξείνια δοίη.
9.230 οὐδ᾽ ἄρ᾽ ἔμελλ᾽ ἑτάροισι φανεὶς ἐρατεινὸς ἔσεσθαι.
9.231 ἔνθα δὲ πῦρ κήαντες ἐθύσαμεν ἠδὲ καὶ αὐτοὶ
9.232 τυρῶν αἰνύμενοι φάγομεν, μένομέν τέ μιν ἔνδον
9.233 ἥμενοι, ἧος ἐπῆλθε νέμων. φέρε δ᾽ ὄβριμον ἄχθος
9.234 ὕλης ἀζαλέης, ἵνα οἱ ποτιδόρπιον εἴη,
9.235 ἔντοσθεν δ᾽ ἄντροιο βαλὼν ὀρυμαγδὸν ἔθηκεν:
9.236 ἡμεῖς δὲ δείσαντες ἀπεσσύμεθ᾽ ἐς μυχὸν ἄντρου.
9.237 αὐτὰρ ὅ γ᾽ εἰς εὐρὺ σπέος ἤλασε πίονα μῆλα
9.238 πάντα μάλ᾽ ὅσσ᾽ ἤμελγε, τὰ δ᾽ ἄρσενα λεῖπε θύρηφιν,
9.239 ἀρνειούς τε τράγους τε, βαθείης ἔκτοθεν αὐλῆς.
9.240 αὐτὰρ ἔπειτ᾽ ἐπέθηκε θυρεὸν μέγαν ὑψόσ᾽ ἀείρας,
9.241 ὄβριμον: οὐκ ἂν τόν γε δύω καὶ εἴκοσ᾽ ἄμαξαι
9.242 ἐσθλαὶ τετράκυκλοι ἀπ᾽ οὔδεος ὀχλίσσειαν:
9.243 τόσσην ἠλίβατον πέτρην ἐπέθηκε θύρῃσιν.
9.244 ἑζόμενος δ᾽ ἤμελγεν ὄις καὶ μηκάδας αἶγας,
9.245 πάντα κατὰ μοῖραν, καὶ ὑπ᾽ ἔμβρυον ἧκεν ἑκάστῃ.
9.246 αὐτίκα δ᾽ ἥμισυ μὲν θρέψας λευκοῖο γάλακτος
9.247 πλεκτοῖς ἐν ταλάροισιν ἀμησάμενος κατέθηκεν,
9.248 ἥμισυ δ᾽ αὖτ᾽ ἔστησεν ἐν ἄγγεσιν, ὄφρα οἱ εἴη
9.249 πίνειν αἰνυμένῳ καί οἱ ποτιδόρπιον εἴη.
9.250 αὐτὰρ ἐπεὶ δὴ σπεῦσε πονησάμενος τὰ ἃ ἔργα,
9.251 καὶ τότε πῦρ ἀνέκαιε καὶ εἴσιδεν, εἴρετο δ᾽ ἡμέας:
9.252 ὦ ξεῖνοι, τίνες ἐστέ; πόθεν πλεῖθ᾽ ὑγρὰ κέλευθα;
9.253 ἦ τι κατὰ πρῆξιν ἦ μαψιδίως ἀλάλησθε,
9.254 οἷά τε ληιστῆρες, ὑπεὶρ ἅλα, τοί τ᾽ ἀλόωνται
9.255 ψυχὰς παρθέμενοι κακὸν ἀλλοδαποῖσι φέροντες;
9.256 ὣς ἔφαθ᾽, ἡμῖν δ᾽ αὖτε κατεκλάσθη φίλον ἦτορ,
9.257 δεισάντων φθόγγον τε βαρὺν αὐτόν τε πέλωρον.
9.258 ἀλλὰ καὶ ὥς μιν ἔπεσσιν ἀμειβόμενος προσέειπον:
9.259 ἡμεῖς τοι Τροίηθεν ἀποπλαγχθέντες Ἀχαιοὶ
9.260 παντοίοις ἀνέμοισιν ὑπὲρ μέγα λαῖτμα θαλάσσης,
9.261 οἴκαδε ἱέμενοι, ἄλλην ὁδὸν ἄλλα κέλευθα
9.262 ἤλθομεν: οὕτω που Ζεὺς ἤθελε μητίσασθαι.
9.263 λαοὶ δ᾽ Ἀτρεΐδεω Ἀγαμέμνονος εὐχόμεθ᾽ εἶναι,
9.264 τοῦ δὴ νῦν γε μέγιστον ὑπουράνιον κλέος ἐστί:
9.265 τόσσην γὰρ διέπερσε πόλιν καὶ ἀπώλεσε λαοὺς
9.266 πολλούς. ἡμεῖς δ᾽ αὖτε κιχανόμενοι τὰ σὰ γοῦνα
9.267 ἱκόμεθ᾽, εἴ τι πόροις ξεινήιον ἠὲ καὶ ἄλλως
9.268 δοίης δωτίνην, ἥ τε ξείνων θέμις ἐστίν.
9.269 ἀλλ᾽ αἰδεῖο, φέριστε, θεούς: ἱκέται δέ τοί εἰμεν,
9.270 Ζεὺς δ᾽ ἐπιτιμήτωρ ἱκετάων τε ξείνων τε,
9.271 ξείνιος, ὃς ξείνοισιν ἅμ᾽ αἰδοίοισιν ὀπηδεῖ.
9.272 ὣς ἐφάμην, ὁ δέ μ᾽ αὐτίκ᾽ ἀμείβετο νηλέι θυμῷ:
9.273 νήπιός εἰς, ὦ ξεῖν᾽, ἢ τηλόθεν εἰλήλουθας,
9.274 ὅς με θεοὺς κέλεαι ἢ δειδίμεν ἢ ἀλέασθαι:
9.275 οὐ γὰρ Κύκλωπες Διὸς αἰγιόχου ἀλέγουσιν
9.276 οὐδὲ θεῶν μακάρων, ἐπεὶ ἦ πολὺ φέρτεροί εἰμεν:
9.277 οὐδ᾽ ἂν ἐγὼ Διὸς ἔχθος ἀλευάμενος πεφιδοίμην
9.278 οὔτε σεῦ οὔθ᾽ ἑτάρων, εἰ μὴ θυμός με κελεύοι.
9.279 ἀλλά μοι εἴφ᾽ ὅπῃ ἔσχες ἰὼν ἐυεργέα νῆα,
9.280 ἤ που ἐπ᾽ ἐσχατιῆς, ἦ καὶ σχεδόν, ὄφρα δαείω.
9.281 ὣς φάτο πειράζων, ἐμὲ δ᾽ οὐ λάθεν εἰδότα πολλά,
9.282 ἀλλά μιν ἄψορρον προσέφην δολίοις ἐπέεσσι:
9.283 νέα μέν μοι κατέαξε Ποσειδάων ἐνοσίχθων
9.284 πρὸς πέτρῃσι βαλὼν ὑμῆς ἐπὶ πείρασι γαίης,
9.285 ἄκρῃ προσπελάσας: ἄνεμος δ᾽ ἐκ πόντου ἔνεικεν:
9.286 αὐτὰρ ἐγὼ σὺν τοῖσδε ὑπέκφυγον αἰπὺν ὄλεθρον.
9.287 ὣς ἐφάμην, ὁ δέ μ᾽ οὐδὲν ἀμείβετο νηλέι θυμῷ,
9.288 ἀλλ᾽ ὅ γ᾽ ἀναΐξας ἑτάροις ἐπὶ χεῖρας ἴαλλε,
9.289 σὺν δὲ δύω μάρψας ὥς τε σκύλακας ποτὶ γαίῃ
9.290 κόπτ᾽: ἐκ δ᾽ ἐγκέφαλος χαμάδις ῥέε, δεῦε δὲ γαῖαν.
9.291 τοὺς δὲ διὰ μελεϊστὶ ταμὼν ὡπλίσσατο δόρπον:
9.292 ἤσθιε δ᾽ ὥς τε λέων ὀρεσίτροφος, οὐδ᾽ ἀπέλειπεν,
9.293 ἔγκατά τε σάρκας τε καὶ ὀστέα μυελόεντα.
9.294 ἡμεῖς δὲ κλαίοντες ἀνεσχέθομεν Διὶ χεῖρας,
9.295 σχέτλια ἔργ᾽ ὁρόωντες, ἀμηχανίη δ᾽ ἔχε θυμόν.
9.296 αὐτὰρ ἐπεὶ Κύκλωψ μεγάλην ἐμπλήσατο νηδὺν
9.297 ἀνδρόμεα κρέ᾽ ἔδων καὶ ἐπ᾽ ἄκρητον γάλα πίνων,
9.298 κεῖτ᾽ ἔντοσθ᾽ ἄντροιο τανυσσάμενος διὰ μήλων.
9.299 τὸν μὲν ἐγὼ βούλευσα κατὰ μεγαλήτορα θυμὸν
9.300 ἆσσον ἰών, ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ,
9.301 οὐτάμεναι πρὸς στῆθος, ὅθι φρένες ἧπαρ ἔχουσι,
9.302 χείρ᾽ ἐπιμασσάμενος: ἕτερος δέ με θυμὸς ἔρυκεν.
9.303 αὐτοῦ γάρ κε καὶ ἄμμες ἀπωλόμεθ᾽ αἰπὺν ὄλεθρον:
9.304 οὐ γάρ κεν δυνάμεσθα θυράων ὑψηλάων
9.305 χερσὶν ἀπώσασθαι λίθον ὄβριμον, ὃν προσέθηκεν.
9.306 ὣς τότε μὲν στενάχοντες ἐμείναμεν Ἠῶ δῖαν.
9.307 ἦμος δ᾽ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
9.308 καὶ τότε πῦρ ἀνέκαιε καὶ ἤμελγε κλυτὰ μῆλα,
9.309 πάντα κατὰ μοῖραν, καὶ ὑπ᾽ ἔμβρυον ἧκεν ἑκάστῃ.
9.310 αὐτὰρ ἐπεὶ δὴ σπεῦσε πονησάμενος τὰ ἃ ἔργα,
9.311 σὺν δ᾽ ὅ γε δὴ αὖτε δύω μάρψας ὡπλίσσατο δεῖπνον.
9.312 δειπνήσας δ᾽ ἄντρου ἐξήλασε πίονα μῆλα,
9.313 ῥηιδίως ἀφελὼν θυρεὸν μέγαν: αὐτὰρ ἔπειτα
9.314 ἂψ ἐπέθηχ᾽, ὡς εἴ τε φαρέτρῃ πῶμ᾽ ἐπιθείη.
9.315 πολλῇ δὲ ῥοίζῳ πρὸς ὄρος τρέπε πίονα μῆλα
9.316 Κύκλωψ: αὐτὰρ ἐγὼ λιπόμην κακὰ βυσσοδομεύων,
9.317 εἴ πως τισαίμην, δοίη δέ μοι εὖχος Ἀθήνη.
9.318 ἥδε δέ μοι κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή.
9.319 Κύκλωπος γὰρ ἔκειτο μέγα ῥόπαλον παρὰ σηκῷ,
9.320 χλωρὸν ἐλαΐνεον: τὸ μὲν ἔκταμεν, ὄφρα φοροίη
9.321 αὐανθέν. τὸ μὲν ἄμμες ἐίσκομεν εἰσορόωντες
9.322 ὅσσον θ᾽ ἱστὸν νηὸς ἐεικοσόροιο μελαίνης,
9.323 φορτίδος εὐρείης, ἥ τ᾽ ἐκπεράᾳ μέγα λαῖτμα:
9.324 τόσσον ἔην μῆκος, τόσσον πάχος εἰσοράασθαι.
9.325 τοῦ μὲν ὅσον τ᾽ ὄργυιαν ἐγὼν ἀπέκοψα παραστὰς
9.326 καὶ παρέθηχ᾽ ἑτάροισιν, ἀποξῦναι δ᾽ ἐκέλευσα:
9.327 οἱ δ᾽ ὁμαλὸν ποίησαν: ἐγὼ δ᾽ ἐθόωσα παραστὰς
9.328 ἄκρον, ἄφαρ δὲ λαβὼν ἐπυράκτεον ἐν πυρὶ κηλέῳ.
9.329 καὶ τὸ μὲν εὖ κατέθηκα κατακρύψας ὑπὸ κόπρῳ,
9.330 ἥ ῥα κατὰ σπείους κέχυτο μεγάλ᾽ ἤλιθα πολλή:
9.331 αὐτὰρ τοὺς ἄλλους κλήρῳ πεπαλάσθαι ἄνωγον,
9.332 ὅς τις τολμήσειεν ἐμοὶ σὺν μοχλὸν ἀείρας
9.333 τρῖψαι ἐν ὀφθαλμῷ, ὅτε τὸν γλυκὺς ὕπνος ἱκάνοι.
9.334 οἱ δ᾽ ἔλαχον τοὺς ἄν κε καὶ ἤθελον αὐτὸς ἑλέσθαι,
9.335 τέσσαρες, αὐτὰρ ἐγὼ πέμπτος μετὰ τοῖσιν ἐλέγμην.
9.336 ἑσπέριος δ᾽ ἦλθεν καλλίτριχα μῆλα νομεύων.
9.337 αὐτίκα δ᾽ εἰς εὐρὺ σπέος ἤλασε πίονα μῆλα
9.338 πάντα μάλ᾽, οὐδέ τι λεῖπε βαθείης ἔκτοθεν αὐλῆς,
9.339 ἤ τι ὀισάμενος, ἢ καὶ θεὸς ὣς ἐκέλευσεν.
9.340 αὐτὰρ ἔπειτ᾽ ἐπέθηκε θυρεὸν μέγαν ὑψόσ᾽ ἀείρας,
9.341 ἑζόμενος δ᾽ ἤμελγεν ὄις καὶ μηκάδας αἶγας,
9.342 πάντα κατὰ μοῖραν, καὶ ὑπ᾽ ἔμβρυον ἧκεν ἑκάστῃ.
9.343 αὐτὰρ ἐπεὶ δὴ σπεῦσε πονησάμενος τὰ ἃ ἔργα,
9.344 σὺν δ᾽ ὅ γε δὴ αὖτε δύω μάρψας ὡπλίσσατο δόρπον.
9.345 καὶ τότ᾽ ἐγὼ Κύκλωπα προσηύδων ἄγχι παραστάς,
9.346 κισσύβιον μετὰ χερσὶν ἔχων μέλανος οἴνοιο:
9.347 Κύκλωψ, τῆ, πίε οἶνον, ἐπεὶ φάγες ἀνδρόμεα κρέα,
9.348 ὄφρ᾽ εἰδῇς οἷόν τι ποτὸν τόδε νηῦς ἐκεκεύθει
9.349 ἡμετέρη. σοὶ δ᾽ αὖ λοιβὴν φέρον, εἴ μ᾽ ἐλεήσας
9.350 οἴκαδε πέμψειας: σὺ δὲ μαίνεαι οὐκέτ᾽ ἀνεκτῶς.
9.351 σχέτλιε, πῶς κέν τίς σε καὶ ὕστερον ἄλλος ἵκοιτο
9.352 ἀνθρώπων πολέων, ἐπεὶ οὐ κατὰ μοῖραν ἔρεξας;
9.353 ὣς ἐφάμην, ὁ δ᾽ ἔδεκτο καὶ ἔκπιεν: ἥσατο δ᾽ αἰνῶς
9.354 ἡδὺ ποτὸν πίνων καὶ μ᾽ ᾔτεε δεύτερον αὖτις:
9.355 δός μοι ἔτι πρόφρων, καί μοι τεὸν οὔνομα εἰπὲ
9.356 αὐτίκα νῦν, ἵνα τοι δῶ ξείνιον, ᾧ κε σὺ χαίρῃς:
9.357 καὶ γὰρ Κυκλώπεσσι φέρει ζείδωρος ἄρουρα
9.358 οἶνον ἐριστάφυλον, καί σφιν Διὸς ὄμβρος ἀέξει:
9.359 ἀλλὰ τόδ᾽ ἀμβροσίης καὶ νέκταρός ἐστιν ἀπορρώξ.
9.360 ὣς φάτ᾽, ἀτάρ οἱ αὖτις ἐγὼ πόρον αἴθοπα οἶνον.
9.361 τρὶς μὲν ἔδωκα φέρων, τρὶς δ᾽ ἔκπιεν ἀφραδίῃσιν.
9.362 αὐτὰρ ἐπεὶ Κύκλωπα περὶ φρένας ἤλυθεν οἶνος,
9.363 καὶ τότε δή μιν ἔπεσσι προσηύδων μειλιχίοισι:
9.364 Κύκλωψ, εἰρωτᾷς μ᾽ ὄνομα κλυτόν, αὐτὰρ ἐγώ τοι
9.365 ἐξερέω: σὺ δέ μοι δὸς ξείνιον, ὥς περ ὑπέστης.
9.366 Οὖτις ἐμοί γ᾽ ὄνομα: Οὖτιν δέ με κικλήσκουσι
9.367 μήτηρ ἠδὲ πατὴρ ἠδ᾽ ἄλλοι πάντες ἑταῖροι.
9.368 ὣς ἐφάμην, ὁ δέ μ᾽ αὐτίκ᾽ ἀμείβετο νηλέι θυμῷ:
9.369 Οὖτιν ἐγὼ πύματον ἔδομαι μετὰ οἷς ἑτάροισιν,
9.370 τοὺς δ᾽ ἄλλους πρόσθεν: τὸ δέ τοι ξεινήιον ἔσται.
9.371 ἦ καὶ ἀνακλινθεὶς πέσεν ὕπτιος, αὐτὰρ ἔπειτα
9.372 κεῖτ᾽ ἀποδοχμώσας παχὺν αὐχένα, κὰδ δέ μιν ὕπνος
9.373 ᾕρει πανδαμάτωρ: φάρυγος δ᾽ ἐξέσσυτο οἶνος
9.374 ψωμοί τ᾽ ἀνδρόμεοι: ὁ δ᾽ ἐρεύγετο οἰνοβαρείων.
9.375 καὶ τότ᾽ ἐγὼ τὸν μοχλὸν ὑπὸ σποδοῦ ἤλασα πολλῆς,
9.376 ἧος θερμαίνοιτο: ἔπεσσι δὲ πάντας ἑταίρους
9.377 θάρσυνον, μή τίς μοι ὑποδείσας ἀναδύη.
9.378 ἀλλ᾽ ὅτε δὴ τάχ᾽ ὁ μοχλὸς ἐλάινος ἐν πυρὶ μέλλεν
9.379 ἅψεσθαι, χλωρός περ ἐών, διεφαίνετο δ᾽ αἰνῶς,
9.380 καὶ τότ᾽ ἐγὼν ἆσσον φέρον ἐκ πυρός, ἀμφὶ δ᾽ ἑταῖροι
9.381 ἵσταντ᾽: αὐτὰρ θάρσος ἐνέπνευσεν μέγα δαίμων.
9.382 οἱ μὲν μοχλὸν ἑλόντες ἐλάινον, ὀξὺν ἐπ᾽ ἄκρῳ,
9.383 ὀφθαλμῷ ἐνέρεισαν: ἐγὼ δ᾽ ἐφύπερθεν ἐρεισθεὶς
9.384 δίνεον, ὡς ὅτε τις τρυπῷ δόρυ νήιον ἀνὴρ
9.385 τρυπάνῳ, οἱ δέ τ᾽ ἔνερθεν ὑποσσείουσιν ἱμάντι
9.386 ἁψάμενοι ἑκάτερθε, τὸ δὲ τρέχει ἐμμενὲς αἰεί.
9.387 ὣς τοῦ ἐν ὀφθαλμῷ πυριήκεα μοχλὸν ἑλόντες
9.388 δινέομεν, τὸν δ᾽ αἷμα περίρρεε θερμὸν ἐόντα.
9.389 πάντα δέ οἱ βλέφαρ᾽ ἀμφὶ καὶ ὀφρύας εὗσεν ἀυτμὴ
9.390 γλήνης καιομένης, σφαραγεῦντο δέ οἱ πυρὶ ῥίζαι.
9.391 ὡς δ᾽ ὅτ᾽ ἀνὴρ χαλκεὺς πέλεκυν μέγαν ἠὲ σκέπαρνον
9.392 εἰν ὕδατι ψυχρῷ βάπτῃ μεγάλα ἰάχοντα
9.393 φαρμάσσων: τὸ γὰρ αὖτε σιδήρου γε κράτος ἐστίν
9.394 ὣς τοῦ σίζ᾽ ὀφθαλμὸς ἐλαϊνέῳ περὶ μοχλῷ.
9.395 σμερδαλέον δὲ μέγ᾽ ᾤμωξεν, περὶ δ᾽ ἴαχε πέτρη,
9.396 ἡμεῖς δὲ δείσαντες ἀπεσσύμεθ᾽: αὐτὰρ ὁ μοχλὸν
9.397 ἐξέρυσ᾽ ὀφθαλμοῖο πεφυρμένον αἵματι πολλῷ.
9.398 τὸν μὲν ἔπειτ᾽ ἔρριψεν ἀπὸ ἕο χερσὶν ἀλύων,
9.399 αὐτὰρ ὁ Κύκλωπας μεγάλ᾽ ἤπυεν, οἵ ῥά μιν ἀμφὶς
9.400 ᾤκεον ἐν σπήεσσι δι᾽ ἄκριας ἠνεμοέσσας.
9.401 οἱ δὲ βοῆς ἀίοντες ἐφοίτων ἄλλοθεν ἄλλος,
9.402 ἱστάμενοι δ᾽ εἴροντο περὶ σπέος ὅττι ἑ κήδοι:
9.403 τίπτε τόσον, Πολύφημ᾽, ἀρημένος ὧδ᾽ ἐβόησας
9.404 νύκτα δι᾽ ἀμβροσίην καὶ ἀύπνους ἄμμε τίθησθα;
9.405 ἦ μή τίς σευ μῆλα βροτῶν ἀέκοντος ἐλαύνει;
9.406 ἦ μή τίς σ᾽ αὐτὸν κτείνει δόλῳ ἠὲ βίηφιν;
9.407 τοὺς δ᾽ αὖτ᾽ ἐξ ἄντρου προσέφη κρατερὸς Πολύφημος:
9.408 ὦ φίλοι, Οὖτίς με κτείνει δόλῳ οὐδὲ βίηφιν.
9.409 οἱ δ᾽ ἀπαμειβόμενοι ἔπεα πτερόεντ᾽ ἀγόρευον:
9.410 εἰ μὲν δὴ μή τίς σε βιάζεται οἶον ἐόντα,
9.411 νοῦσον γ᾽ οὔ πως ἔστι Διὸς μεγάλου ἀλέασθαι,
9.412 ἀλλὰ σύ γ᾽ εὔχεο πατρὶ Ποσειδάωνι ἄνακτι.
9.413 ὣς ἄρ᾽ ἔφαν ἀπιόντες, ἐμὸν δ᾽ ἐγέλασσε φίλον κῆρ,
9.414 ὡς ὄνομ᾽ ἐξαπάτησεν ἐμὸν καὶ μῆτις ἀμύμων.
9.415 Κύκλωψ δὲ στενάχων τε καὶ ὠδίνων ὀδύνῃσι
9.416 χερσὶ ψηλαφόων ἀπὸ μὲν λίθον εἷλε θυράων,
9.417 αὐτὸς δ᾽ εἰνὶ θύρῃσι καθέζετο χεῖρε πετάσσας,
9.418 εἴ τινά που μετ᾽ ὄεσσι λάβοι στείχοντα θύραζε:
9.419 οὕτω γάρ πού μ᾽ ἤλπετ᾽ ἐνὶ φρεσὶ νήπιον εἶναι.
9.420 αὐτὰρ ἐγὼ βούλευον, ὅπως ὄχ᾽ ἄριστα γένοιτο,
9.421 εἴ τιν᾽ ἑταίροισιν θανάτου λύσιν ἠδ᾽ ἐμοὶ αὐτῷ
9.422 εὑροίμην: πάντας δὲ δόλους καὶ μῆτιν ὕφαινον
9.423 ὥς τε περὶ ψυχῆς: μέγα γὰρ κακὸν ἐγγύθεν ἦεν.
9.424 ἥδε δέ μοι κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή.
9.425 ἄρσενες ὄιες ἦσαν ἐυτρεφέες, δασύμαλλοι,
9.426 καλοί τε μεγάλοι τε, ἰοδνεφὲς εἶρος ἔχοντες:
9.427 τοὺς ἀκέων συνέεργον ἐυστρεφέεσσι λύγοισιν,
9.428 τῇς ἔπι Κύκλωψ εὗδε πέλωρ, ἀθεμίστια εἰδώς,
9.429 σύντρεις αἰνύμενος: ὁ μὲν ἐν μέσῳ ἄνδρα φέρεσκε,
9.430 τὼ δ᾽ ἑτέρω ἑκάτερθεν ἴτην σώοντες ἑταίρους.
9.431 τρεῖς δὲ ἕκαστον φῶτ᾽ ὄιες φέρον: αὐτὰρ ἐγώ γε—
9.432 ἀρνειὸς γὰρ ἔην μήλων ὄχ᾽ ἄριστος ἁπάντων,
9.433 τοῦ κατὰ νῶτα λαβών, λασίην ὑπὸ γαστέρ᾽ ἐλυσθεὶς
9.434 κείμην: αὐτὰρ χερσὶν ἀώτου θεσπεσίοιο
9.435 νωλεμέως στρεφθεὶς ἐχόμην τετληότι θυμῷ.
9.436 ὣς τότε μὲν στενάχοντες ἐμείναμεν Ἠῶ δῖαν.
9.437 ἦμος δ᾽ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
9.438 καὶ τότ᾽ ἔπειτα νομόνδ᾽ ἐξέσσυτο ἄρσενα μῆλα,
9.439 θήλειαι δὲ μέμηκον ἀνήμελκτοι περὶ σηκούς:
9.440 οὔθατα γὰρ σφαραγεῦντο. ἄναξ δ᾽ ὀδύνῃσι κακῇσι
9.441 τειρόμενος πάντων ὀίων ἐπεμαίετο νῶτα
9.442 ὀρθῶν ἑσταότων: τὸ δὲ νήπιος οὐκ ἐνόησεν,
9.443 ὥς οἱ ὑπ᾽ εἰροπόκων ὀίων στέρνοισι δέδεντο.
9.444 ὕστατος ἀρνειὸς μήλων ἔστειχε θύραζε
9.445 λάχνῳ στεινόμενος καὶ ἐμοὶ πυκινὰ φρονέοντι.
9.446 τὸν δ᾽ ἐπιμασσάμενος προσέφη κρατερὸς Πολύφημος:
9.447 κριὲ πέπον, τί μοι ὧδε διὰ σπέος ἔσσυο μήλων
9.448 ὕστατος; οὔ τι πάρος γε λελειμμένος ἔρχεαι οἰῶν,
9.449 ἀλλὰ πολὺ πρῶτος νέμεαι τέρεν᾽ ἄνθεα ποίης
9.450 μακρὰ βιβάς, πρῶτος δὲ ῥοὰς ποταμῶν ἀφικάνεις,
9.451 πρῶτος δὲ σταθμόνδε λιλαίεαι ἀπονέεσθαι
9.452 ἑσπέριος: νῦν αὖτε πανύστατος. ἦ σύ γ᾽ ἄνακτος
9.453 ὀφθαλμὸν ποθέεις, τὸν ἀνὴρ κακὸς ἐξαλάωσε
9.454 σὺν λυγροῖς ἑτάροισι δαμασσάμενος φρένας οἴνῳ,
9.455 Οὖτις, ὃν οὔ πώ φημι πεφυγμένον εἶναι ὄλεθρον.
9.456 εἰ δὴ ὁμοφρονέοις ποτιφωνήεις τε γένοιο
9.457 εἰπεῖν ὅππῃ κεῖνος ἐμὸν μένος ἠλασκάζει:
9.458 τῷ κέ οἱ ἐγκέφαλός γε διὰ σπέος ἄλλυδις ἄλλῃ
9.459 θεινομένου ῥαίοιτο πρὸς οὔδεϊ, κὰδ δέ κ᾽ ἐμὸν κῆρ
9.460 λωφήσειε κακῶν, τά μοι οὐτιδανὸς πόρεν Οὖτις.
9.461 ὣς εἰπὼν τὸν κριὸν ἀπὸ ἕο πέμπε θύραζε.
9.462 ἐλθόντες δ᾽ ἠβαιὸν ἀπὸ σπείους τε καὶ αὐλῆς
9.463 πρῶτος ὑπ᾽ ἀρνειοῦ λυόμην, ὑπέλυσα δ᾽ ἑταίρους.
9.464 καρπαλίμως δὲ τὰ μῆλα ταναύποδα, πίονα δημῷ,
9.465 πολλὰ περιτροπέοντες ἐλαύνομεν, ὄφρ᾽ ἐπὶ νῆα
9.466 ἱκόμεθ᾽. ἀσπάσιοι δὲ φίλοις ἑτάροισι φάνημεν,
9.467 οἳ φύγομεν θάνατον, τοὺς δὲ στενάχοντο γοῶντες.
9.468 ἀλλ᾽ ἐγὼ οὐκ εἴων, ἀνὰ δ᾽ ὀφρύσι νεῦον ἑκάστῳ,
9.469 κλαίειν, ἀλλ᾽ ἐκέλευσα θοῶς καλλίτριχα μῆλα
9.470 πόλλ᾽ ἐν νηὶ βαλόντας ἐπιπλεῖν ἁλμυρὸν ὕδωρ.
9.471 οἱ δ᾽ αἶψ᾽ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον,
9.472 ἑξῆς δ᾽ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.
9.473 ἀλλ᾽ ὅτε τόσσον ἀπῆν, ὅσσον τε γέγωνε βοήσας,
9.474 καὶ τότ᾽ ἐγὼ Κύκλωπα προσηύδων κερτομίοισι:
9.475 Κύκλωψ, οὐκ ἄρ᾽ ἔμελλες ἀνάλκιδος ἀνδρὸς ἑταίρους
9.476 ἔδμεναι ἐν σπῆι γλαφυρῷ κρατερῆφι βίηφι.
9.477 καὶ λίην σέ γ᾽ ἔμελλε κιχήσεσθαι κακὰ ἔργα,
9.478 σχέτλι᾽, ἐπεὶ ξείνους οὐχ ἅζεο σῷ ἐνὶ οἴκῳ
9.479 ἐσθέμεναι: τῷ σε Ζεὺς τίσατο καὶ θεοὶ ἄλλοι.
9.480 ὣς ἐφάμην, ὁ δ᾽ ἔπειτα χολώσατο κηρόθι μᾶλλον,
9.481 ἧκε δ᾽ ἀπορρήξας κορυφὴν ὄρεος μεγάλοιο,
9.482 κὰδ δ᾽ ἔβαλε προπάροιθε νεὸς κυανοπρῴροιο
9.483 τυτθόν, ἐδεύησεν δ᾽ οἰήιον ἄκρον ἱκέσθαι,
9.484 ἐκλύσθη δὲ θάλασσα κατερχομένης ὑπὸ πέτρης:
9.485 τὴν δ᾽ αἶψ᾽ ἤπειρόνδε παλιρρόθιον φέρε κῦμα,
9.486 πλημυρὶς ἐκ πόντοιο, θέμωσε δὲ χέρσον ἱκέσθαι.
9.487 αὐτὰρ ἐγὼ χείρεσσι λαβὼν περιμήκεα κοντὸν
9.488 ὦσα παρέξ, ἑτάροισι δ᾽ ἐποτρύνας ἐκέλευσα
9.489 ἐμβαλέειν κώπῃς, ἵν᾽ ὑπὲκ κακότητα φύγοιμεν,
9.490 κρατὶ κατανεύων: οἱ δὲ προπεσόντες ἔρεσσον.
9.491 ἀλλ᾽ ὅτε δὴ δὶς τόσσον ἅλα πρήσσοντες ἀπῆμεν,
9.492 καὶ τότε δὴ Κύκλωπα προσηύδων: ἀμφὶ δ᾽ ἑταῖροι
9.493 μειλιχίοις ἐπέεσσιν ἐρήτυον ἄλλοθεν ἄλλος:
9.494 σχέτλιε, τίπτ᾽ ἐθέλεις ἐρεθιζέμεν ἄγριον ἄνδρα;
9.495 ὃς καὶ νῦν πόντονδε βαλὼν βέλος ἤγαγε νῆα
9.496 αὖτις ἐς ἤπειρον, καὶ δὴ φάμεν αὐτόθ᾽ ὀλέσθαι.
9.497 εἰ δὲ φθεγξαμένου τευ ἢ αὐδήσαντος ἄκουσε,
9.498 σύν κεν ἄραξ᾽ ἡμέων κεφαλὰς καὶ νήια δοῦρα
9.499 μαρμάρῳ ὀκριόεντι βαλών: τόσσον γὰρ ἵησιν.
9.500 ὣς φάσαν, ἀλλ᾽ οὐ πεῖθον ἐμὸν μεγαλήτορα θυμόν,
9.501 ἀλλά μιν ἄψορρον προσέφην κεκοτηότι θυμῷ:
9.502 Κύκλωψ, αἴ κέν τίς σε καταθνητῶν ἀνθρώπων
9.503 ὀφθαλμοῦ εἴρηται ἀεικελίην ἀλαωτύν,
9.504 φάσθαι Ὀδυσσῆα πτολιπόρθιον ἐξαλαῶσαι,
9.505 υἱὸν Λαέρτεω, Ἰθάκῃ ἔνι οἰκί᾽ ἔχοντα.
9.506 ὣς ἐφάμην, ὁ δέ μ᾽ οἰμώξας ἠμείβετο μύθῳ:
9.507 ὢ πόποι, ἦ μάλα δή με παλαίφατα θέσφαθ᾽ ἱκάνει.
9.508 ἔσκε τις ἐνθάδε μάντις ἀνὴρ ἠύς τε μέγας τε,
9.509 Τήλεμος Εὐρυμίδης, ὃς μαντοσύνῃ ἐκέκαστο
9.510 καὶ μαντευόμενος κατεγήρα Κυκλώπεσσιν:
9.511 ὅς μοι ἔφη τάδε πάντα τελευτήσεσθαι ὀπίσσω,
9.512 χειρῶν ἐξ Ὀδυσῆος ἁμαρτήσεσθαι ὀπωπῆς.
9.513 ἀλλ᾽ αἰεί τινα φῶτα μέγαν καὶ καλὸν ἐδέγμην
9.514 ἐνθάδ᾽ ἐλεύσεσθαι, μεγάλην ἐπιειμένον ἀλκήν:
9.515 νῦν δέ μ᾽ ἐὼν ὀλίγος τε καὶ οὐτιδανὸς καὶ ἄκικυς
9.516 ὀφθαλμοῦ ἀλάωσεν, ἐπεί μ᾽ ἐδαμάσσατο οἴνῳ.
9.517 ἀλλ᾽ ἄγε δεῦρ᾽, Ὀδυσεῦ, ἵνα τοι πὰρ ξείνια θείω
9.518 πομπήν τ᾽ ὀτρύνω δόμεναι κλυτὸν ἐννοσίγαιον:
9.519 τοῦ γὰρ ἐγὼ πάϊς εἰμί, πατὴρ δ᾽ ἐμὸς εὔχεται εἶναι.
9.520 αὐτὸς δ᾽, αἴ κ᾽ ἐθέλῃσ᾽, ἰήσεται, οὐδέ τις ἄλλος
9.521 οὔτε θεῶν μακάρων οὔτε θνητῶν ἀνθρώπων.
9.522 ὣς ἔφατ᾽, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον:
9.523 αἲ γὰρ δὴ ψυχῆς τε καὶ αἰῶνός σε δυναίμην
9.524 εὖνιν ποιήσας πέμψαι δόμον Ἄϊδος εἴσω,
9.525 ὡς οὐκ ὀφθαλμόν γ᾽ ἰήσεται οὐδ᾽ ἐνοσίχθων.
9.526 ὣς ἐφάμην, ὁ δ᾽ ἔπειτα Ποσειδάωνι ἄνακτι
9.527 εὔχετο χεῖρ᾽ ὀρέγων εἰς οὐρανὸν ἀστερόεντα:
9.528 κλῦθι, Ποσείδαον γαιήοχε κυανοχαῖτα,
9.529 εἰ ἐτεόν γε σός εἰμι, πατὴρ δ᾽ ἐμὸς εὔχεαι εἶναι,
9.530 δὸς μὴ Ὀδυσσῆα πτολιπόρθιον οἴκαδ᾽ ἱκέσθαι
9.531 υἱὸν Λαέρτεω, Ἰθάκῃ ἔνι οἰκί᾽ ἔχοντα.
9.532 ἀλλ᾽ εἴ οἱ μοῖρ᾽ ἐστὶ φίλους τ᾽ ἰδέειν καὶ ἱκέσθαι
9.533 οἶκον ἐυκτίμενον καὶ ἑὴν ἐς πατρίδα γαῖαν,
9.534 ὀψὲ κακῶς ἔλθοι, ὀλέσας ἄπο πάντας ἑταίρους,
9.535 νηὸς ἐπ᾽ ἀλλοτρίης, εὕροι δ᾽ ἐν πήματα οἴκῳ.
9.536 ὣς ἔφατ᾽ εὐχόμενος, τοῦ δ᾽ ἔκλυε κυανοχαίτης.
9.537 αὐτὰρ ὅ γ᾽ ἐξαῦτις πολὺ μείζονα λᾶαν ἀείρας
9.538 ἧκ᾽ ἐπιδινήσας, ἐπέρεισε δὲ ἶν᾽ ἀπέλεθρον,
9.539 κὰδ᾽ δ᾽ ἔβαλεν μετόπισθε νεὸς κυανοπρῴροιο
9.540 τυτθόν, ἐδεύησεν δ᾽ οἰήιον ἄκρον ἱκέσθαι.
9.541 ἐκλύσθη δὲ θάλασσα κατερχομένης ὑπὸ πέτρης:
9.542 τὴν δὲ πρόσω φέρε κῦμα, θέμωσε δὲ χέρσον ἱκέσθαι.
9.543 ἀλλ᾽ ὅτε δὴ τὴν νῆσον ἀφικόμεθ᾽, ἔνθα περ ἄλλαι
9.544 νῆες ἐύσσελμοι μένον ἁθρόαι, ἀμφὶ δ᾽ ἑταῖροι
9.545 ἥατ᾽ ὀδυρόμενοι, ἡμέας ποτιδέγμενοι αἰεί,
9.546 νῆα μὲν ἔνθ᾽ ἐλθόντες ἐκέλσαμεν ἐν ψαμάθοισιν,
9.547 ἐκ δὲ καὶ αὐτοὶ βῆμεν ἐπὶ ῥηγμῖνι θαλάσσης.
9.548 μῆλα δὲ Κύκλωπος γλαφυρῆς ἐκ νηὸς ἑλόντες
9.549 δασσάμεθ᾽, ὡς μή τίς μοι ἀτεμβόμενος κίοι ἴσης.
9.550 ἀρνειὸν δ᾽ ἐμοὶ οἴῳ ἐυκνήμιδες ἑταῖροι
9.551 μήλων δαιομένων δόσαν ἔξοχα: τὸν δ᾽ ἐπὶ θινὶ
9.552 Ζηνὶ κελαινεφέι Κρονίδῃ, ὃς πᾶσιν ἀνάσσει,
9.553 ῥέξας μηρί᾽ ἔκαιον: ὁ δ᾽ οὐκ ἐμπάζετο ἱρῶν,
9.554 ἀλλ᾽ ὅ γε μερμήριξεν ὅπως ἀπολοίατο πᾶσαι
9.555 νῆες ἐύσσελμοι καὶ ἐμοὶ ἐρίηρες ἑταῖροι.
9.556 ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα
9.557 ἥμεθα δαινύμενοι κρέα τ᾽ ἄσπετα καὶ μέθυ ἡδύ:
9.558 ἦμος δ᾽ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθε,
9.559 δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης.
9.560 ἦμος δ᾽ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
9.561 δὴ τότ᾽ ἐγὼν ἑτάροισιν ἐποτρύνας ἐκέλευσα
9.562 αὐτούς τ᾽ ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι:
9.563 οἱ δ᾽ αἶψ᾽ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον,
9.564 ἑξῆς δ᾽ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.
9.565 ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ,
9.566 ἄσμενοι ἐκ θανάτοιο, φίλους ὀλέσαντες ἑταίρους.
10.1 Αἰολίην δ᾽ ἐς νῆσον ἀφικόμεθ᾽: ἔνθα δ᾽ ἔναιεν
10.2 Αἴολος Ἱπποτάδης, φίλος ἀθανάτοισι θεοῖσιν,
10.3 πλωτῇ ἐνὶ νήσῳ: πᾶσαν δέ τέ μιν πέρι τεῖχος
10.4 χάλκεον ἄρρηκτον, λισσὴ δ᾽ ἀναδέδρομε πέτρη.
10.5 τοῦ καὶ δώδεκα παῖδες ἐνὶ μεγάροις γεγάασιν,
10.6 ἓξ μὲν θυγατέρες, ἓξ δ᾽ υἱέες ἡβώοντες:
10.7 ἔνθ᾽ ὅ γε θυγατέρας πόρεν υἱάσιν εἶναι ἀκοίτις.
10.8 οἱ δ᾽ αἰεὶ παρὰ πατρὶ φίλῳ καὶ μητέρι κεδνῇ
10.9 δαίνυνται, παρὰ δέ σφιν ὀνείατα μυρία κεῖται,
10.10 κνισῆεν δέ τε δῶμα περιστεναχίζεται αὐλῇ
10.11 ἤματα: νύκτας δ᾽ αὖτε παρ᾽ αἰδοίῃς ἀλόχοισιν
10.12 εὕδουσ᾽ ἔν τε τάπησι καὶ ἐν τρητοῖσι λέχεσσι.
10.13 καὶ μὲν τῶν ἱκόμεσθα πόλιν καὶ δώματα καλά.
10.14 μῆνα δὲ πάντα φίλει με καὶ ἐξερέεινεν ἕκαστα,
10.15 Ἴλιον Ἀργείων τε νέας καὶ νόστον Ἀχαιῶν:
10.16 καὶ μὲν ἐγὼ τῷ πάντα κατὰ μοῖραν κατέλεξα.
10.17 ἀλλ᾽ ὅτε δὴ καὶ ἐγὼν ὁδὸν ᾔτεον ἠδ᾽ ἐκέλευον
10.18 πεμπέμεν, οὐδέ τι κεῖνος ἀνήνατο, τεῦχε δὲ πομπήν.
10.19 δῶκε δέ μ᾽ ἐκδείρας ἀσκὸν βοὸς ἐννεώροιο,
10.20 ἔνθα δὲ βυκτάων ἀνέμων κατέδησε κέλευθα:
10.21 κεῖνον γὰρ ταμίην ἀνέμων ποίησε Κρονίων,
10.22 ἠμὲν παυέμεναι ἠδ᾽ ὀρνύμεν, ὅν κ᾽ ἐθέλῃσι.
10.23 νηὶ δ᾽ ἐνὶ γλαφυρῇ κατέδει μέρμιθι φαεινῇ
10.24 ἀργυρέῃ, ἵνα μή τι παραπνεύσῃ ὀλίγον περ:
10.25 αὐτὰρ ἐμοὶ πνοιὴν Ζεφύρου προέηκεν ἀῆναι,
10.26 ὄφρα φέροι νῆάς τε καὶ αὐτούς: οὐδ᾽ ἄρ᾽ ἔμελλεν
10.27 ἐκτελέειν: αὐτῶν γὰρ ἀπωλόμεθ᾽ ἀφραδίῃσιν.
10.28 ἐννῆμαρ μὲν ὁμῶς πλέομεν νύκτας τε καὶ ἦμαρ,
10.29 τῇ δεκάτῃ δ᾽ ἤδη ἀνεφαίνετο πατρὶς ἄρουρα,
10.30 καὶ δὴ πυρπολέοντας ἐλεύσσομεν ἐγγὺς ἐόντες:
10.31 ἔνθ᾽ ἐμὲ μὲν γλυκὺς ὕπνος ἐπήλυθε κεκμηῶτα,
10.32 αἰεὶ γὰρ πόδα νηὸς ἐνώμων, οὐδέ τῳ ἄλλῳ
10.33 δῶχ᾽ ἑτάρων, ἵνα θᾶσσον ἱκοίμεθα πατρίδα γαῖαν:
10.34 οἱ δ᾽ ἕταροι ἐπέεσσι πρὸς ἀλλήλους ἀγόρευον,
10.35 καί μ᾽ ἔφασαν χρυσόν τε καὶ ἄργυρον οἴκαδ᾽ ἄγεσθαι
10.36 δῶρα παρ᾽ Αἰόλου μεγαλήτορος Ἱπποτάδαο.
10.37 ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον:
10.38 ὦ πόποι, ὡς ὅδε πᾶσι φίλος καὶ τίμιός ἐστιν
10.39 ἀνθρώποις, ὅτεών τε πόλιν καὶ γαῖαν ἵκηται.
10.40 πολλὰ μὲν ἐκ Τροίης ἄγεται κειμήλια καλὰ
10.41 ληίδος, ἡμεῖς δ᾽ αὖτε ὁμὴν ὁδὸν ἐκτελέσαντες
10.42 οἴκαδε νισσόμεθα κενεὰς σὺν χεῖρας ἔχοντες:
10.43 καὶ νῦν οἱ τάδ᾽ ἔδωκε χαριζόμενος φιλότητι
10.44 Αἴολος. ἀλλ᾽ ἄγε θᾶσσον ἰδώμεθα ὅττι τάδ᾽ ἐστίν,
10.45 ὅσσος τις χρυσός τε καὶ ἄργυρος ἀσκῷ ἔνεστιν.
10.46 ὣς ἔφασαν, βουλὴ δὲ κακὴ νίκησεν ἑταίρων:
10.47 ἀσκὸν μὲν λῦσαν, ἄνεμοι δ᾽ ἐκ πάντες ὄρουσαν.
10.48 τοὺς δ᾽ αἶψ᾽ ἁρπάξασα φέρεν πόντονδε θύελλα
10.49 κλαίοντας, γαίης ἄπο πατρίδος. αὐτὰρ ἐγώ γε
10.50 ἐγρόμενος κατὰ θυμὸν ἀμύμονα μερμήριξα,
10.51 ἠὲ πεσὼν ἐκ νηὸς ἀποφθίμην ἐνὶ πόντῳ,
10.52 ἦ ἀκέων τλαίην καὶ ἔτι ζωοῖσι μετείην.
10.53 ἀλλ᾽ ἔτλην καὶ ἔμεινα, καλυψάμενος δ᾽ ἐνὶ νηὶ
10.54 κείμην. αἱ δ᾽ ἐφέροντο κακῇ ἀνέμοιο θυέλλῃ
10.55 αὖτις ἐπ᾽ Αἰολίην νῆσον, στενάχοντο δ᾽ ἑταῖροι.
10.56 ἔνθα δ᾽ ἐπ᾽ ἠπείρου βῆμεν καὶ ἀφυσσάμεθ᾽ ὕδωρ,
10.57 αἶψα δὲ δεῖπνον ἕλοντο θοῇς παρὰ νηυσὶν ἑταῖροι.
10.58 αὐτὰρ ἐπεὶ σίτοιό τ᾽ ἐπασσάμεθ᾽ ἠδὲ ποτῆτος,
10.59 δὴ τότ᾽ ἐγὼ κήρυκά τ᾽ ὀπασσάμενος καὶ ἑταῖρον
10.60 βῆν εἰς Αἰόλου κλυτὰ δώματα: τὸν δ᾽ ἐκίχανον
10.61 δαινύμενον παρὰ ᾗ τ᾽ ἀλόχῳ καὶ οἷσι τέκεσσιν.
10.62 ἐλθόντες δ᾽ ἐς δῶμα παρὰ σταθμοῖσιν ἐπ᾽ οὐδοῦ
10.63 ἑζόμεθ᾽: οἱ δ᾽ ἀνὰ θυμὸν ἐθάμβεον ἔκ τ᾽ ἐρέοντο:
10.64 πῶς ἦλθες, Ὀδυσεῦ; τίς τοι κακὸς ἔχραε δαίμων;
10.65 ἦ μέν σ᾽ ἐνδυκέως ἀπεπέμπομεν, ὄφρ᾽ ἀφίκοιο
10.66 πατρίδα σὴν καὶ δῶμα καὶ εἴ πού τοι φίλον ἐστίν.
10.67 ὣς φάσαν, αὐτὰρ ἐγὼ μετεφώνεον ἀχνύμενος κῆρ:
10.68 ἄασάν μ᾽ ἕταροί τε κακοὶ πρὸς τοῖσί τε ὕπνος
10.69 σχέτλιος. ἀλλ᾽ ἀκέσασθε, φίλοι: δύναμις γὰρ ἐν ὑμῖν.
10.70 ὣς ἐφάμην μαλακοῖσι καθαπτόμενος ἐπέεσσιν,
10.71 οἱ δ᾽ ἄνεῳ ἐγένοντο: πατὴρ δ᾽ ἠμείβετο μύθῳ:
10.72 ἔρρ᾽ ἐκ νήσου θᾶσσον, ἐλέγχιστε ζωόντων:
10.73 οὐ γάρ μοι θέμις ἐστὶ κομιζέμεν οὐδ᾽ ἀποπέμπειν
10.74 ἄνδρα τόν, ὅς κε θεοῖσιν ἀπέχθηται μακάρεσσιν:
10.75 ἔρρε, ἐπεὶ ἄρα θεοῖσιν ἀπεχθόμενος τόδ᾽ ἱκάνεις.
10.76 ὣς εἰπὼν ἀπέπεμπε δόμων βαρέα στενάχοντα.
10.77 ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ.
10.78 τείρετο δ᾽ ἀνδρῶν θυμὸς ὑπ᾽ εἰρεσίης ἀλεγεινῆς
10.79 ἡμετέρῃ ματίῃ, ἐπεὶ οὐκέτι φαίνετο πομπή.
10.80 ἑξῆμαρ μὲν ὁμῶς πλέομεν νύκτας τε καὶ ἦμαρ,
10.81 ἑβδομάτῃ δ᾽ ἱκόμεσθα Λάμου αἰπὺ πτολίεθρον,
10.82 Τηλέπυλον Λαιστρυγονίην, ὅθι ποιμένα ποιμὴν
10.83 ἠπύει εἰσελάων, ὁ δέ τ᾽ ἐξελάων ὑπακούει.
10.84 ἔνθα κ᾽ ἄυπνος ἀνὴρ δοιοὺς ἐξήρατο μισθούς,
10.85 τὸν μὲν βουκολέων, τὸν δ᾽ ἄργυφα μῆλα νομεύων:
10.86 ἐγγὺς γὰρ νυκτός τε καὶ ἤματός εἰσι κέλευθοι.
10.87 ἔνθ᾽ ἐπεὶ ἐς λιμένα κλυτὸν ἤλθομεν, ὃν πέρι πέτρη
10.88 ἠλίβατος τετύχηκε διαμπερὲς ἀμφοτέρωθεν,
10.89 ἀκταὶ δὲ προβλῆτες ἐναντίαι ἀλλήλῃσιν
10.90 ἐν στόματι προύχουσιν, ἀραιὴ δ᾽ εἴσοδός ἐστιν,
10.91 ἔνθ᾽ οἵ γ᾽ εἴσω πάντες ἔχον νέας ἀμφιελίσσας.
10.92 αἱ μὲν ἄρ᾽ ἔντοσθεν λιμένος κοίλοιο δέδεντο
10.93 πλησίαι: οὐ μὲν γάρ ποτ᾽ ἀέξετο κῦμά γ᾽ ἐν αὐτῷ,
10.94 οὔτε μέγ᾽ οὔτ᾽ ὀλίγον, λευκὴ δ᾽ ἦν ἀμφὶ γαλήνη:
10.95 αὐτὰρ ἐγὼν οἶος σχέθον ἔξω νῆα μέλαιναν,
10.96 αὐτοῦ ἐπ᾽ ἐσχατιῇ, πέτρης ἐκ πείσματα δήσας:
10.97 ἔστην δὲ σκοπιὴν ἐς παιπαλόεσσαν ἀνελθών.
10.98 ἔνθα μὲν οὔτε βοῶν οὔτ᾽ ἀνδρῶν φαίνετο ἔργα,
10.99 καπνὸν δ᾽ οἶον ὁρῶμεν ἀπὸ χθονὸς ἀίσσοντα.
10.100 δὴ τότ᾽ ἐγὼν ἑτάρους προΐειν πεύθεσθαι ἰόντας,
10.101 οἵ τινες ἀνέρες εἶεν ἐπὶ χθονὶ σῖτον ἔδοντες,
10.102 ἄνδρε δύω κρίνας, τρίτατον κήρυχ᾽ ἅμ᾽ ὀπάσσας.
10.103 οἱ δ᾽ ἴσαν ἐκβάντες λείην ὁδόν, ᾗ περ ἄμαξαι
10.104 ἄστυδ᾽ ἀφ᾽ ὑψηλῶν ὀρέων καταγίνεον ὕλην,
10.105 κούρῃ δὲ ξύμβληντο πρὸ ἄστεος ὑδρευούσῃ,
10.106 θυγατέρ᾽ ἰφθίμῃ Λαιστρυγόνος Ἀντιφάταο.
10.107 ἡ μὲν ἄρ᾽ ἐς κρήνην κατεβήσετο καλλιρέεθρον
10.108 Ἀρτακίην: ἔνθεν γὰρ ὕδωρ προτὶ ἄστυ φέρεσκον:
10.109 οἱ δὲ παριστάμενοι προσεφώνεον ἔκ τ᾽ ἐρέοντο
10.110 ὅς τις τῶνδ᾽ εἴη βασιλεὺς καὶ οἷσιν ἀνάσσοι:
10.111 ἡ δὲ μάλ᾽ αὐτίκα πατρὸς ἐπέφραδεν ὑψερεφὲς δῶ.
10.112 οἱ δ᾽ ἐπεὶ εἰσῆλθον κλυτὰ δώματα, τὴν δὲ γυναῖκα
10.113 εὗρον, ὅσην τ᾽ ὄρεος κορυφήν, κατὰ δ᾽ ἔστυγον αὐτήν.
10.114 ἡ δ᾽ αἶψ᾽ ἐξ ἀγορῆς ἐκάλει κλυτὸν Ἀντιφατῆα,
10.115 ὃν πόσιν, ὃς δὴ τοῖσιν ἐμήσατο λυγρὸν ὄλεθρον.
10.116 αὐτίχ᾽ ἕνα μάρψας ἑτάρων ὡπλίσσατο δεῖπνον:
10.117 τὼ δὲ δύ᾽ ἀίξαντε φυγῇ ἐπὶ νῆας ἱκέσθην.
10.118 αὐτὰρ ὁ τεῦχε βοὴν διὰ ἄστεος: οἱ δ᾽ ἀίοντες
10.119 φοίτων ἴφθιμοι Λαιστρυγόνες ἄλλοθεν ἄλλος,
10.120 μυρίοι, οὐκ ἄνδρεσσιν ἐοικότες, ἀλλὰ Γίγασιν.
10.121 οἵ ῥ᾽ ἀπὸ πετράων ἀνδραχθέσι χερμαδίοισιν
10.122 βάλλον: ἄφαρ δὲ κακὸς κόναβος κατὰ νῆας ὀρώρει
10.123 ἀνδρῶν τ᾽ ὀλλυμένων νηῶν θ᾽ ἅμα ἀγνυμενάων:
10.124 ἰχθῦς δ᾽ ὣς πείροντες ἀτερπέα δαῖτα φέροντο.
10.125 ὄφρ᾽ οἱ τοὺς ὄλεκον λιμένος πολυβενθέος ἐντός,
10.126 τόφρα δ᾽ ἐγὼ ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ
10.127 τῷ ἀπὸ πείσματ᾽ ἔκοψα νεὸς κυανοπρῴροιο.
10.128 αἶψα δ᾽ ἐμοῖς ἑτάροισιν ἐποτρύνας ἐκέλευσα
10.129 ἐμβαλέειν κώπῃς, ἵν᾽ ὑπὲκ κακότητα φύγοιμεν:
10.130 οἱ δ᾽ ἅλα πάντες ἀνέρριψαν, δείσαντες ὄλεθρον.
10.131 ἀσπασίως δ᾽ ἐς πόντον ἐπηρεφέας φύγε πέτρας
10.132 νηῦς ἐμή: αὐτὰρ αἱ ἄλλαι ἀολλέες αὐτόθ᾽ ὄλοντο.
10.133 ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ,
10.134 ἄσμενοι ἐκ θανάτοιο, φίλους ὀλέσαντες ἑταίρους.
10.135 Αἰαίην δ᾽ ἐς νῆσον ἀφικόμεθ᾽: ἔνθα δ᾽ ἔναιε
10.136 Κίρκη ἐυπλόκαμος, δεινὴ θεὸς αὐδήεσσα,
10.137 αὐτοκασιγνήτη ὀλοόφρονος Αἰήταο:
10.138 ἄμφω δ᾽ ἐκγεγάτην φαεσιμβρότου Ἠελίοιο
10.139 μητρός τ᾽ ἐκ Πέρσης, τὴν Ὠκεανὸς τέκε παῖδα.
10.140 ἔνθα δ᾽ ἐπ᾽ ἀκτῆς νηὶ κατηγαγόμεσθα σιωπῇ
10.141 ναύλοχον ἐς λιμένα, καί τις θεὸς ἡγεμόνευεν.
10.142 ἔνθα τότ᾽ ἐκβάντες δύο τ᾽ ἤματα καὶ δύο νύκτας
10.143 κείμεθ᾽ ὁμοῦ καμάτῳ τε καὶ ἄλγεσι θυμὸν ἔδοντες.
10.144 ἀλλ᾽ ὅτε δὴ τρίτον ἦμαρ ἐυπλόκαμος τέλεσ᾽ Ἠώς,
10.145 καὶ τότ᾽ ἐγὼν ἐμὸν ἔγχος ἑλὼν καὶ φάσγανον ὀξὺ
10.146 καρπαλίμως παρὰ νηὸς ἀνήιον ἐς περιωπήν,
10.147 εἴ πως ἔργα ἴδοιμι βροτῶν ἐνοπήν τε πυθοίμην.
10.148 ἔστην δὲ σκοπιὴν ἐς παιπαλόεσσαν ἀνελθών,
10.149 καί μοι ἐείσατο καπνὸς ἀπὸ χθονὸς εὐρυοδείης,
10.150 Κίρκης ἐν μεγάροισι, διὰ δρυμὰ πυκνὰ καὶ ὕλην.
10.151 μερμήριξα δ᾽ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν
10.152 ἐλθεῖν ἠδὲ πυθέσθαι, ἐπεὶ ἴδον αἴθοπα καπνόν.
10.153 ὧδε δέ μοι φρονέοντι δοάσσατο κέρδιον εἶναι,
10.154 πρῶτ᾽ ἐλθόντ᾽ ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης
10.155 δεῖπνον ἑταίροισιν δόμεναι προέμεν τε πυθέσθαι.
10.156 ἀλλ᾽ ὅτε δὴ σχεδὸν ἦα κιὼν νεὸς ἀμφιελίσσης,
10.157 καὶ τότε τίς με θεῶν ὀλοφύρατο μοῦνον ἐόντα,
10.158 ὅς ῥά μοι ὑψίκερων ἔλαφον μέγαν εἰς ὁδὸν αὐτὴν
10.159 ἧκεν. ὁ μὲν ποταμόνδε κατήιεν ἐκ νομοῦ ὕλης
10.160 πιόμενος: δὴ γάρ μιν ἔχεν μένος ἠελίοιο.
10.161 τὸν δ᾽ ἐγὼ ἐκβαίνοντα κατ᾽ ἄκνηστιν μέσα νῶτα
10.162 πλῆξα: τὸ δ᾽ ἀντικρὺ δόρυ χάλκεον ἐξεπέρησε,
10.163 κὰδ δ᾽ ἔπεσ᾽ ἐν κονίῃσι μακών, ἀπὸ δ᾽ ἔπτατο θυμός.
10.164 τῷ δ᾽ ἐγὼ ἐμβαίνων δόρυ χάλκεον ἐξ ὠτειλῆς
10.165 εἰρυσάμην: τὸ μὲν αὖθι κατακλίνας ἐπὶ γαίῃ
10.166 εἴασ᾽: αὐτὰρ ἐγὼ σπασάμην ῥῶπάς τε λύγους τε,
10.167 πεῖσμα δ᾽, ὅσον τ᾽ ὄργυιαν, ἐυστρεφὲς ἀμφοτέρωθεν
10.168 πλεξάμενος συνέδησα πόδας δεινοῖο πελώρου,
10.169 βῆν δὲ καταλοφάδεια φέρων ἐπὶ νῆα μέλαιναν
10.170 ἔγχει ἐρειδόμενος, ἐπεὶ οὔ πως ἦεν ἐπ᾽ ὤμου
10.171 χειρὶ φέρειν ἑτέρῃ: μάλα γὰρ μέγα θηρίον ἦεν.
10.172 κὰδ᾽ δ᾽ ἔβαλον προπάροιθε νεός, ἀνέγειρα δ᾽ ἑταίρους
10.173 μειλιχίοις ἐπέεσσι παρασταδὸν ἄνδρα ἕκαστον:
10.174 ὦ φίλοι, οὐ γάρ πω καταδυσόμεθ᾽ ἀχνύμενοί περ
10.175 εἰς Ἀίδαο δόμους, πρὶν μόρσιμον ἦμαρ ἐπέλθῃ:
10.176 ἀλλ᾽ ἄγετ᾽, ὄφρ᾽ ἐν νηὶ θοῇ βρῶσίς τε πόσις τε,
10.177 μνησόμεθα βρώμης, μηδὲ τρυχώμεθα λιμῷ.
10.178 ὣς ἐφάμην, οἱ δ᾽ ὦκα ἐμοῖς ἐπέεσσι πίθοντο,
10.179 ἐκ δὲ καλυψάμενοι παρὰ θῖν᾽ ἁλὸς ἀτρυγέτοιο
10.180 θηήσαντ᾽ ἔλαφον: μάλα γὰρ μέγα θηρίον ἦεν.
10.181 αὐτὰρ ἐπεὶ τάρπησαν ὁρώμενοι ὀφθαλμοῖσιν,
10.182 χεῖρας νιψάμενοι τεύχοντ᾽ ἐρικυδέα δαῖτα.
10.183 ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα
10.184 ἥμεθα δαινύμενοι κρέα τ᾽ ἄσπετα καὶ μέθυ ἡδύ:
10.185 ἦμος δ᾽ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθε,
10.186 δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης.
10.187 ἦμος δ᾽ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
10.188 καὶ τότ᾽ ἐγὼν ἀγορὴν θέμενος μετὰ πᾶσιν ἔειπον:
10.189 κέκλυτέ μευ μύθων, κακά περ πάσχοντες ἑταῖροι:
10.190 ὦ φίλοι, οὐ γάρ τ᾽ ἴδμεν, ὅπῃ ζόφος οὐδ᾽ ὅπῃ ἠώς,
10.191 οὐδ᾽ ὅπῃ ἠέλιος φαεσίμβροτος εἶσ᾽ ὑπὸ γαῖαν,
10.192 οὐδ᾽ ὅπῃ ἀννεῖται: ἀλλὰ φραζώμεθα θᾶσσον
10.193 εἴ τις ἔτ᾽ ἔσται μῆτις. ἐγὼ δ᾽ οὔκ οἴομαι εἶναι.
10.194 εἶδον γὰρ σκοπιὴν ἐς παιπαλόεσσαν ἀνελθὼν
10.195 νῆσον, τὴν πέρι πόντος ἀπείριτος ἐστεφάνωται:
10.196 αὐτὴ δὲ χθαμαλὴ κεῖται: καπνὸν δ᾽ ἐνὶ μέσσῃ
10.197 ἔδρακον ὀφθαλμοῖσι διὰ δρυμὰ πυκνὰ καὶ ὕλην.
10.198 ὣς ἐφάμην, τοῖσιν δὲ κατεκλάσθη φίλον ἦτορ
10.199 μνησαμένοις ἔργων Λαιστρυγόνος Ἀντιφάταο
10.200 Κύκλωπός τε βίης μεγαλήτορος, ἀνδροφάγοιο.
10.201 κλαῖον δὲ λιγέως θαλερὸν κατὰ δάκρυ χέοντες:
10.202 ἀλλ᾽ οὐ γάρ τις πρῆξις ἐγίγνετο μυρομένοισιν.
10.203 αὐτὰρ ἐγὼ δίχα πάντας ἐυκνήμιδας ἑταίρους
10.204 ἠρίθμεον, ἀρχὸν δὲ μετ᾽ ἀμφοτέροισιν ὄπασσα:
10.205 τῶν μὲν ἐγὼν ἦρχον, τῶν δ᾽ Εὐρύλοχος θεοειδής.
10.206 κλήρους δ᾽ ἐν κυνέῃ χαλκήρεϊ πάλλομεν ὦκα:
10.207 ἐκ δ᾽ ἔθορε κλῆρος μεγαλήτορος Εὐρυλόχοιο.
10.208 βῆ δ᾽ ἰέναι, ἅμα τῷ γε δύω καὶ εἴκοσ᾽ ἑταῖροι
10.209 κλαίοντες: κατὰ δ᾽ ἄμμε λίπον γοόωντας ὄπισθεν.
10.210 εὗρον δ᾽ ἐν βήσσῃσι τετυγμένα δώματα Κίρκης
10.211 ξεστοῖσιν λάεσσι, περισκέπτῳ ἐνὶ χώρῳ:
10.212 ἀμφὶ δέ μιν λύκοι ἦσαν ὀρέστεροι ἠδὲ λέοντες,
10.213 τοὺς αὐτὴ κατέθελξεν, ἐπεὶ κακὰ φάρμακ᾽ ἔδωκεν.
10.214 οὐδ᾽ οἵ γ᾽ ὡρμήθησαν ἐπ᾽ ἀνδράσιν, ἀλλ᾽ ἄρα τοί γε
10.215 οὐρῇσιν μακρῇσι περισσαίνοντες ἀνέσταν.
10.216 ὡς δ᾽ ὅτ᾽ ἂν ἀμφὶ ἄνακτα κύνες δαίτηθεν ἰόντα
10.217 σαίνωσ᾽, αἰεὶ γάρ τε φέρει μειλίγματα θυμοῦ,
10.218 ὣς τοὺς ἀμφὶ λύκοι κρατερώνυχες ἠδὲ λέοντες
10.219 σαῖνον: τοὶ δ᾽ ἔδεισαν, ἐπεὶ ἴδον αἰνὰ πέλωρα.
10.220 ἔσταν δ᾽ ἐν προθύροισι θεᾶς καλλιπλοκάμοιο,
10.221 Κίρκης δ᾽ ἔνδον ἄκουον ἀειδούσης ὀπὶ καλῇ,
10.222 ἱστὸν ἐποιχομένης μέγαν ἄμβροτον, οἷα θεάων
10.223 λεπτά τε καὶ χαρίεντα καὶ ἀγλαὰ ἔργα πέλονται.
10.224 τοῖσι δὲ μύθων ἦρχε Πολίτης ὄρχαμος ἀνδρῶν,
10.225 ὅς μοι κήδιστος ἑτάρων ἦν κεδνότατός τε:
10.226 ὦ φίλοι, ἔνδον γάρ τις ἐποιχομένη μέγαν ἱστὸν
10.227 καλὸν ἀοιδιάει, δάπεδον δ᾽ ἅπαν ἀμφιμέμυκεν,
10.228 ἢ θεὸς ἠὲ γυνή: ἀλλὰ φθεγγώμεθα θᾶσσον.
10.229 ὣς ἄρ᾽ ἐφώνησεν, τοὶ δὲ φθέγγοντο καλεῦντες.
10.230 ἡ δ᾽ αἶψ᾽ ἐξελθοῦσα θύρας ὤιξε φαεινὰς
10.231 καὶ κάλει: οἱ δ᾽ ἅμα πάντες ἀιδρείῃσιν ἕποντο:
10.232 Εὐρύλοχος δ᾽ ὑπέμεινεν, ὀισάμενος δόλον εἶναι.
10.233 εἷσεν δ᾽ εἰσαγαγοῦσα κατὰ κλισμούς τε θρόνους τε,
10.234 ἐν δέ σφιν τυρόν τε καὶ ἄλφιτα καὶ μέλι χλωρὸν
10.235 οἴνῳ Πραμνείῳ ἐκύκα: ἀνέμισγε δὲ σίτῳ
10.236 φάρμακα λύγρ᾽, ἵνα πάγχυ λαθοίατο πατρίδος αἴης.
10.237 αὐτὰρ ἐπεὶ δῶκέν τε καὶ ἔκπιον, αὐτίκ᾽ ἔπειτα
10.238 ῥάβδῳ πεπληγυῖα κατὰ συφεοῖσιν ἐέργνυ.
10.239 οἱ δὲ συῶν μὲν ἔχον κεφαλὰς φωνήν τε τρίχας τε
10.240 καὶ δέμας, αὐτὰρ νοῦς ἦν ἔμπεδος, ὡς τὸ πάρος περ.
10.241 ὣς οἱ μὲν κλαίοντες ἐέρχατο, τοῖσι δὲ Κίρκη
10.242 πάρ ῥ᾽ ἄκυλον βάλανόν τε βάλεν καρπόν τε κρανείης
10.243 ἔδμεναι, οἷα σύες χαμαιευνάδες αἰὲν ἔδουσιν.
10.244 Εὐρύλοχος δ᾽ αἶψ᾽ ἦλθε θοὴν ἐπὶ νῆα μέλαιναν
10.245 ἀγγελίην ἑτάρων ἐρέων καὶ ἀδευκέα πότμον.
10.246 οὐδέ τι ἐκφάσθαι δύνατο ἔπος ἱέμενός περ,
10.247 κῆρ ἄχεϊ μεγάλῳ βεβολημένος: ἐν δέ οἱ ὄσσε
10.248 δακρυόφιν πίμπλαντο, γόον δ᾽ ὠίετο θυμός.
10.249 ἀλλ᾽ ὅτε δή μιν πάντες ἀγασσάμεθ᾽ ἐξερέοντες,
10.250 καὶ τότε τῶν ἄλλων ἑτάρων κατέλεξεν ὄλεθρον:
10.251 ἤιομεν, ὡς ἐκέλευες, ἀνὰ δρυμά, φαίδιμ᾽ Ὀδυσσεῦ:
10.252 εὕρομεν ἐν βήσσῃσι τετυγμένα δώματα καλὰ
10.253 ξεστοῖσιν λάεσσι, περισκέπτῳ ἐνὶ χώρῳ.
10.254 ἔνθα δέ τις μέγαν ἱστὸν ἐποιχομένη λίγ᾽ ἄειδεν,
10.255 ἢ θεὸς ἠὲ γυνή: τοὶ δὲ φθέγγοντο καλεῦντες.
10.256 ἡ δ᾽ αἶψ᾽ ἐξελθοῦσα θύρας ὤιξε φαεινὰς
10.257 καὶ κάλει: οἱ δ᾽ ἅμα πάντες ἀιδρείῃσιν ἕποντο:
10.258 αὐτὰρ ἐγὼν ὑπέμεινα, ὀισάμενος δόλον εἶναι.
10.259 οἱ δ᾽ ἅμ᾽ ἀιστώθησαν ἀολλέες, οὐδέ τις αὐτῶν
10.260 ἐξεφάνη: δηρὸν δὲ καθήμενος ἐσκοπίαζον.
10.261 ὣς ἔφατ᾽, αὐτὰρ ἐγὼ περὶ μὲν ξίφος ἀργυρόηλον
10.262 ὤμοιιν βαλόμην, μέγα χάλκεον, ἀμφὶ δὲ τόξα:
10.263 τὸν δ᾽ ἂψ ἠνώγεα αὐτὴν ὁδὸν ἡγήσασθαι.
10.264 αὐτὰρ ὅ γ᾽ ἀμφοτέρῃσι λαβὼν ἐλλίσσετο γούνων
10.265 καί μ᾽ ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα:
10.266 μή μ᾽ ἄγε κεῖσ᾽ ἀέκοντα, διοτρεφές, ἀλλὰ λίπ᾽ αὐτοῦ.
10.267 οἶδα γάρ, ὡς οὔτ᾽ αὐτὸς ἐλεύσεαι οὔτε τιν᾽ ἄλλον
10.268 ἄξεις σῶν ἑτάρων. ἀλλὰ ξὺν τοίσδεσι θᾶσσον
10.269 φεύγωμεν: ἔτι γάρ κεν ἀλύξαιμεν κακὸν ἦμαρ.
10.270 ὣς ἔφατ᾽, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον:
10.271 Εὐρύλοχ᾽, ἦ τοι μὲν σὺ μέν᾽ αὐτοῦ τῷδ᾽ ἐνὶ χώρῳ
10.272 ἔσθων καὶ πίνων κοίλῃ παρὰ νηὶ μελαίνῃ:
10.273 αὐτὰρ ἐγὼν εἶμι, κρατερὴ δέ μοι ἔπλετ᾽ ἀνάγκη.
10.274 ὣς εἰπὼν παρὰ νηὸς ἀνήιον ἠδὲ θαλάσσης.
10.275 ἀλλ᾽ ὅτε δὴ ἄρ᾽ ἔμελλον ἰὼν ἱερὰς ἀνὰ βήσσας
10.276 Κίρκης ἵξεσθαι πολυφαρμάκου ἐς μέγα δῶμα,
10.277 ἔνθα μοι Ἑρμείας χρυσόρραπις ἀντεβόλησεν
10.278 ἐρχομένῳ πρὸς δῶμα, νεηνίῃ ἀνδρὶ ἐοικώς,
10.279 πρῶτον ὑπηνήτῃ, τοῦ περ χαριεστάτη ἥβη:
10.280 ἔν τ᾽ ἄρα μοι φῦ χειρί, ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζε:
10.281 πῇ δὴ αὖτ᾽, ὦ δύστηνε, δι᾽ ἄκριας ἔρχεαι οἶος,
10.282 χώρου ἄιδρις ἐών; ἕταροι δέ τοι οἵδ᾽ ἐνὶ Κίρκης
10.283 ἔρχαται ὥς τε σύες πυκινοὺς κευθμῶνας ἔχοντες.
10.284 ἦ τοὺς λυσόμενος δεῦρ᾽ ἔρχεαι; οὐδέ σέ φημι
10.285 αὐτὸν νοστήσειν, μενέεις δὲ σύ γ᾽, ἔνθα περ ἄλλοι.
10.286 ἀλλ᾽ ἄγε δή σε κακῶν ἐκλύσομαι ἠδὲ σαώσω.
10.287 τῆ, τόδε φάρμακον ἐσθλὸν ἔχων ἐς δώματα Κίρκης
10.288 ἔρχευ, ὅ κέν τοι κρατὸς ἀλάλκῃσιν κακὸν ἦμαρ.
10.289 πάντα δέ τοι ἐρέω ὀλοφώια δήνεα Κίρκης.
10.290 τεύξει τοι κυκεῶ, βαλέει δ᾽ ἐν φάρμακα σίτῳ.
10.291 ἀλλ᾽ οὐδ᾽ ὣς θέλξαι σε δυνήσεται: οὐ γὰρ ἐάσει
10.292 φάρμακον ἐσθλόν, ὅ τοι δώσω, ἐρέω δὲ ἕκαστα.
10.293 ὁππότε κεν Κίρκη σ᾽ ἐλάσῃ περιμήκεϊ ῥάβδῳ,
10.294 δὴ τότε σὺ ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ
10.295 Κίρκῃ ἐπαῖξαι, ὥς τε κτάμεναι μενεαίνων.
10.296 ἡ δέ σ᾽ ὑποδείσασα κελήσεται εὐνηθῆναι:
10.297 ἔνθα σὺ μηκέτ᾽ ἔπειτ᾽ ἀπανήνασθαι θεοῦ εὐνήν,
10.298 ὄφρα κέ τοι λύσῃ θ᾽ ἑτάρους αὐτόν τε κομίσσῃ:
10.299 ἀλλὰ κέλεσθαί μιν μακάρων μέγαν ὅρκον ὀμόσσαι,
10.300 μή τί τοι αὐτῷ πῆμα κακὸν βουλευσέμεν ἄλλο,
10.301 μή σ᾽ ἀπογυμνωθέντα κακὸν καὶ ἀνήνορα θήῃ.
10.302 ὣς ἄρα φωνήσας πόρε φάρμακον ἀργεϊφόντης
10.303 ἐκ γαίης ἐρύσας, καί μοι φύσιν αὐτοῦ ἔδειξε.
10.304 ῥίζῃ μὲν μέλαν ἔσκε, γάλακτι δὲ εἴκελον ἄνθος:
10.305 μῶλυ δέ μιν καλέουσι θεοί: χαλεπὸν δέ τ᾽ ὀρύσσειν
10.306 ἀνδράσι γε θνητοῖσι, θεοὶ δέ τε πάντα δύνανται.
10.307 Ἑρμείας μὲν ἔπειτ᾽ ἀπέβη πρὸς μακρὸν Ὄλυμπον
10.308 νῆσον ἀν᾽ ὑλήεσσαν, ἐγὼ δ᾽ ἐς δώματα Κίρκης
10.309 ἤια, πολλὰ δέ μοι κραδίη πόρφυρε κιόντι.
10.310 ἔστην δ᾽ εἰνὶ θύρῃσι θεᾶς καλλιπλοκάμοιο:
10.311 ἔνθα στὰς ἐβόησα, θεὰ δέ μευ ἔκλυεν αὐδῆς.
10.312 ἡ δ᾽ αἶψ᾽ ἐξελθοῦσα θύρας ὤιξε φαεινὰς
10.313 καὶ κάλει: αὐτὰρ ἐγὼν ἑπόμην ἀκαχήμενος ἦτορ.
10.314 εἷσε δέ μ᾽ εἰσαγαγοῦσα ἐπὶ θρόνου ἀργυροήλου
10.315 καλοῦ δαιδαλέου: ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν:
10.316 τεῦχε δέ μοι κυκεῶ χρυσέῳ δέπαι, ὄφρα πίοιμι,
10.317 ἐν δέ τε φάρμακον ἧκε, κακὰ φρονέουσ᾽ ἐνὶ θυμῷ.
10.318 αὐτὰρ ἐπεὶ δῶκέν τε καὶ ἔκπιον, οὐδέ μ᾽ ἔθελξε,
10.319 ῥάβδῳ πεπληγυῖα ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζεν:
10.320 ἔρχεο νῦν συφεόνδε, μετ᾽ ἄλλων λέξο ἑταίρων.
10.321 ὣς φάτ᾽, ἐγὼ δ᾽ ἄορ ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ
10.322 Κίρκῃ ἐπήιξα ὥς τε κτάμεναι μενεαίνων.
10.323 ἡ δὲ μέγα ἰάχουσα ὑπέδραμε καὶ λάβε γούνων,
10.324 καί μ᾽ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα:
10.325 τίς πόθεν εἰς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες;
10.326 θαῦμά μ᾽ ἔχει ὡς οὔ τι πιὼν τάδε φάρμακ᾽ ἐθέλχθης:
10.327 οὐδὲ γὰρ οὐδέ τις ἄλλος ἀνὴρ τάδε φάρμακ᾽ ἀνέτλη,
10.328 ὅς κε πίῃ καὶ πρῶτον ἀμείψεται ἕρκος ὀδόντων.
10.329 σοὶ δέ τις ἐν στήθεσσιν ἀκήλητος νόος ἐστίν.
10.330 ἦ σύ γ᾽ Ὀδυσσεύς ἐσσι πολύτροπος, ὅν τέ μοι αἰεὶ
10.331 φάσκεν ἐλεύσεσθαι χρυσόρραπις ἀργεϊφόντης,
10.332 ἐκ Τροίης ἀνιόντα θοῇ σὺν νηὶ μελαίνῃ.
10.333 ἀλλ᾽ ἄγε δὴ κολεῷ μὲν ἄορ θέο, νῶι δ᾽ ἔπειτα
10.334 εὐνῆς ἡμετέρης ἐπιβείομεν, ὄφρα μιγέντε
10.335 εὐνῇ καὶ φιλότητι πεποίθομεν ἀλλήλοισιν.
10.336 ὣς ἔφατ᾽, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον:
10.337 ὦ Κίρκη, πῶς γάρ με κέλεαι σοὶ ἤπιον εἶναι,
10.338 ἥ μοι σῦς μὲν ἔθηκας ἐνὶ μεγάροισιν ἑταίρους,
10.339 αὐτὸν δ᾽ ἐνθάδ᾽ ἔχουσα δολοφρονέουσα κελεύεις
10.340 ἐς θάλαμόν τ᾽ ἰέναι καὶ σῆς ἐπιβήμεναι εὐνῆς,
10.341 ὄφρα με γυμνωθέντα κακὸν καὶ ἀνήνορα θήῃς.
10.342 οὐδ᾽ ἂν ἐγώ γ᾽ ἐθέλοιμι τεῆς ἐπιβήμεναι εὐνῆς,
10.343 εἰ μή μοι τλαίης γε, θεά, μέγαν ὅρκον ὀμόσσαι
10.344 μή τί μοι αὐτῷ πῆμα κακὸν βουλευσέμεν ἄλλο.
10.345 ὣς ἐφάμην, ἡ δ᾽ αὐτίκ᾽ ἀπώμνυεν, ὡς ἐκέλευον.
10.346 αὐτὰρ ἐπεί ῥ᾽ ὄμοσέν τε τελεύτησέν τε τὸν ὅρκον,
10.347 καὶ τότ᾽ ἐγὼ Κίρκης ἐπέβην περικαλλέος εὐνῆς.
10.348 ἀμφίπολοι δ᾽ ἄρα τέως μὲν ἐνὶ μεγάροισι πένοντο
10.349 τέσσαρες, αἵ οἱ δῶμα κάτα δρήστειραι ἔασι:
10.350 γίγνονται δ᾽ ἄρα ταί γ᾽ ἔκ τε κρηνέων ἀπό τ᾽ ἀλσέων
10.351 ἔκ θ᾽ ἱερῶν ποταμῶν, οἵ τ᾽ εἰς ἅλαδε προρέουσι.
10.352 τάων ἡ μὲν ἔβαλλε θρόνοις ἔνι ῥήγεα καλὰ
10.353 πορφύρεα καθύπερθ᾽, ὑπένερθε δὲ λῖθ᾽ ὑπέβαλλεν:
10.354 ἡ δ᾽ ἑτέρη προπάροιθε θρόνων ἐτίταινε τραπέζας
10.355 ἀργυρέας, ἐπὶ δέ σφι τίθει χρύσεια κάνεια:
10.356 ἡ δὲ τρίτη κρητῆρι μελίφρονα οἶνον ἐκίρνα
10.357 ἡδὺν ἐν ἀργυρέῳ, νέμε δὲ χρύσεια κύπελλα:
10.358 ἡ δὲ τετάρτη ὕδωρ ἐφόρει καὶ πῦρ ἀνέκαιε
10.359 πολλὸν ὑπὸ τρίποδι μεγάλῳ: ἰαίνετο δ᾽ ὕδωρ.
10.360 αὐτὰρ ἐπεὶ δὴ ζέσσεν ὕδωρ ἐνὶ ἤνοπι χαλκῷ,
10.361 ἔς ῥ᾽ ἀσάμινθον ἕσασα λό᾽ ἐκ τρίποδος μεγάλοιο,
10.362 θυμῆρες κεράσασα, κατὰ κρατός τε καὶ ὤμων,
10.363 ὄφρα μοι ἐκ κάματον θυμοφθόρον εἵλετο γυίων.
10.364 αὐτὰρ ἐπεὶ λοῦσέν τε καὶ ἔχρισεν λίπ᾽ ἐλαίῳ,
10.365 ἀμφὶ δέ με χλαῖναν καλὴν βάλεν ἠδὲ χιτῶνα,
10.366 εἷσε δέ μ᾽ εἰσαγαγοῦσα ἐπὶ θρόνου ἀργυροήλου
10.367 καλοῦ δαιδαλέου, ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν:
10.368 χέρνιβα δ᾽ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα
10.369 καλῇ χρυσείῃ, ὑπὲρ ἀργυρέοιο λέβητος,
10.370 νίψασθαι: παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.
10.371 σῖτον δ᾽ αἰδοίη ταμίη παρέθηκε φέρουσα,
10.372 εἴδατα πόλλ᾽ ἐπιθεῖσα, χαριζομένη παρεόντων.
10.373 ἐσθέμεναι δ᾽ ἐκέλευεν: ἐμῷ δ᾽ οὐχ ἥνδανε θυμῷ,
10.374 ἀλλ᾽ ἥμην ἀλλοφρονέων, κακὰ δ᾽ ὄσσετο θυμός.
10.375 Κίρκη δ᾽ ὡς ἐνόησεν ἔμ᾽ ἥμενον οὐδ᾽ ἐπὶ σίτῳ
10.376 χεῖρας ἰάλλοντα, κρατερὸν δέ με πένθος ἔχοντα,
10.377 ἄγχι παρισταμένη ἔπεα πτερόεντα προσηύδα:
10.378 τίφθ᾽ οὕτως, Ὀδυσεῦ, κατ᾽ ἄρ᾽ ἕζεαι ἶσος ἀναύδῳ,
10.379 θυμὸν ἔδων, βρώμης δ᾽ οὐχ ἅπτεαι οὐδὲ ποτῆτος;
10.380 ἦ τινά που δόλον ἄλλον ὀίεαι: οὐδέ τί σε χρὴ
10.381 δειδίμεν: ἤδη γάρ τοι ἀπώμοσα καρτερὸν ὅρκον.
10.382 ὣς ἔφατ᾽, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον:
10.383 ὦ Κίρκη, τίς γάρ κεν ἀνήρ, ὃς ἐναίσιμος εἴη,
10.384 πρὶν τλαίη πάσσασθαι ἐδητύος ἠδὲ ποτῆτος,
10.385 πρὶν λύσασθ᾽ ἑτάρους καὶ ἐν ὀφθαλμοῖσιν ἰδέσθαι;
10.386 ἀλλ᾽ εἰ δὴ πρόφρασσα πιεῖν φαγέμεν τε κελεύεις,
10.387 λῦσον, ἵν᾽ ὀφθαλμοῖσιν ἴδω ἐρίηρας ἑταίρους.
10.388 ὣς ἐφάμην, Κίρκη δὲ διὲκ μεγάροιο βεβήκει
10.389 ῥάβδον ἔχουσ᾽ ἐν χειρί, θύρας δ᾽ ἀνέῳξε συφειοῦ,
10.390 ἐκ δ᾽ ἔλασεν σιάλοισιν ἐοικότας ἐννεώροισιν.
10.391 οἱ μὲν ἔπειτ᾽ ἔστησαν ἐναντίοι, ἡ δὲ δι᾽ αὐτῶν
10.392 ἐρχομένη προσάλειφεν ἑκάστῳ φάρμακον ἄλλο.
10.393 τῶν δ᾽ ἐκ μὲν μελέων τρίχες ἔρρεον, ἃς πρὶν ἔφυσε
10.394 φάρμακον οὐλόμενον, τό σφιν πόρε πότνια Κίρκη:
10.395 ἄνδρες δ᾽ ἂψ ἐγένοντο νεώτεροι ἢ πάρος ἦσαν,
10.396 καὶ πολὺ καλλίονες καὶ μείζονες εἰσοράασθαι.
10.397 ἔγνωσαν δέ μ᾽ ἐκεῖνοι ἔφυν τ᾽ ἐν χερσὶν ἕκαστος.
10.398 πᾶσιν δ᾽ ἱμερόεις ὑπέδυ γόος, ἀμφὶ δὲ δῶμα
10.399 σμερδαλέον κονάβιζε: θεὰ δ᾽ ἐλέαιρε καὶ αὐτή.
10.400 ἡ δέ μευ ἄγχι στᾶσα προσηύδα δῖα θεάων:
10.401 διογενὲς Λαερτιάδη, πολυμήχαν᾽ Ὀδυσσεῦ,
10.402 ἔρχεο νῦν ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης.
10.403 νῆα μὲν ἂρ πάμπρωτον ἐρύσσατε ἤπειρόνδε,
10.404 κτήματα δ᾽ ἐν σπήεσσι πελάσσατε ὅπλα τε πάντα:
10.405 αὐτὸς δ᾽ ἂψ ἰέναι καὶ ἄγειν ἐρίηρας ἑταίρους.
10.406 ὣς ἔφατ᾽, αὐτὰρ ἐμοί γ᾽ ἐπεπείθετο θυμὸς ἀγήνωρ,
10.407 βῆν δ᾽ ἰέναι ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης.
10.408 εὗρον ἔπειτ᾽ ἐπὶ νηὶ θοῇ ἐρίηρας ἑταίρους
10.409 οἴκτρ᾽ ὀλοφυρομένους, θαλερὸν κατὰ δάκρυ χέοντας.
10.410 ὡς δ᾽ ὅτ᾽ ἂν ἄγραυλοι πόριες περὶ βοῦς ἀγελαίας,
10.411 ἐλθούσας ἐς κόπρον, ἐπὴν βοτάνης κορέσωνται,
10.412 πᾶσαι ἅμα σκαίρουσιν ἐναντίαι: οὐδ᾽ ἔτι σηκοὶ
10.413 ἴσχουσ᾽, ἀλλ᾽ ἁδινὸν μυκώμεναι ἀμφιθέουσι:
10.414 μητέρας: ὣς ἔμ᾽ ἐκεῖνοι ἐπεὶ ἴδον ὀφθαλμοῖσι,
10.415 δακρυόεντες ἔχυντο: δόκησε δ᾽ ἄρα σφίσι θυμὸς
10.416 ὣς ἔμεν, ὡς εἰ πατρίδ᾽ ἱκοίατο καὶ πόλιν αὐτὴν
10.417 τρηχείης Ἰθάκης, ἵνα τ᾽ ἔτραφεν ἠδ᾽ ἐγένοντο.
10.418 καί μ᾽ ὀλοφυρόμενοι ἔπεα πτερόεντα προσηύδων:
10.419 σοὶ μὲν νοστήσαντι, διοτρεφές, ὣς ἐχάρημεν,
10.420 ὡς εἴ τ᾽ εἰς Ἰθάκην ἀφικοίμεθα πατρίδα γαῖαν:
10.421 ἀλλ᾽ ἄγε, τῶν ἄλλων ἑτάρων κατάλεξον ὄλεθρον.
10.422 ὣς ἔφαν, αὐτὰρ ἐγὼ προσέφην μαλακοῖς ἐπέεσσι:
10.423 νῆα μὲν ἂρ πάμπρωτον ἐρύσσομεν ἤπειρόνδε,
10.424 κτήματα δ᾽ ἐν σπήεσσι πελάσσομεν ὅπλα τε πάντα:
10.425 αὐτοὶ δ᾽ ὀτρύνεσθε ἐμοὶ ἅμα πάντες ἕπεσθαι,
10.426 ὄφρα ἴδηθ᾽ ἑτάρους ἱεροῖς ἐν δώμασι Κίρκης
10.427 πίνοντας καὶ ἔδοντας: ἐπηετανὸν γὰρ ἔχουσιν.
10.428 ὣς ἐφάμην, οἱ δ᾽ ὦκα ἐμοῖς ἐπέεσσι πίθοντο.
10.429 Εὐρύλοχος δέ μοι οἶος ἐρύκανε πάντας ἑταίρους:
10.430 καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα:
10.431 ἆ δειλοί, πόσ᾽ ἴμεν; τί κακῶν ἱμείρετε τούτων;
10.432 Κίρκης ἐς μέγαρον καταβήμεναι, ἥ κεν ἅπαντας
10.433 ἢ σῦς ἠὲ λύκους ποιήσεται ἠὲ λέοντας,
10.434 οἵ κέν οἱ μέγα δῶμα φυλάσσοιμεν καὶ ἀνάγκῃ,
10.435 ὥς περ Κύκλωψ ἔρξ᾽, ὅτε οἱ μέσσαυλον ἵκοντο
10.436 ἡμέτεροι ἕταροι, σὺν δ᾽ ὁ θρασὺς εἵπετ᾽ Ὀδυσσεύς:
10.437 τούτου γὰρ καὶ κεῖνοι ἀτασθαλίῃσιν ὄλοντο.
10.438 ὣς ἔφατ᾽, αὐτὰρ ἐγώ γε μετὰ φρεσὶ μερμήριξα,
10.439 σπασσάμενος τανύηκες ἄορ παχέος παρὰ μηροῦ,
10.440 τῷ οἱ ἀποπλήξας κεφαλὴν οὖδάσδε πελάσσαι,
10.441 καὶ πηῷ περ ἐόντι μάλα σχεδόν: ἀλλά μ᾽ ἑταῖροι
10.442 μειλιχίοις ἐπέεσσιν ἐρήτυον ἄλλοθεν ἄλλος:
10.443 διογενές, τοῦτον μὲν ἐάσομεν, εἰ σὺ κελεύεις,
10.444 αὐτοῦ πὰρ νηί τε μένειν καὶ νῆα ἔρυσθαι:
10.445 ἡμῖν δ᾽ ἡγεμόνευ᾽ ἱερὰ πρὸς δώματα Κίρκης.
10.446 ὣς φάμενοι παρὰ νηὸς ἀνήιον ἠδὲ θαλάσσης.
10.447 οὐδὲ μὲν Εὐρύλοχος κοίλῃ παρὰ νηὶ λέλειπτο,
10.448 ἀλλ᾽ ἕπετ᾽: ἔδεισεν γὰρ ἐμὴν ἔκπαγλον ἐνιπήν.
10.449 τόφρα δὲ τοὺς ἄλλους ἑτάρους ἐν δώμασι Κίρκη
10.450 ἐνδυκέως λοῦσέν τε καὶ ἔχρισεν λίπ᾽ ἐλαίῳ,
10.451 ἀμφὶ δ᾽ ἄρα χλαίνας οὔλας βάλεν ἠδὲ χιτῶνας:
10.452 δαινυμένους δ᾽ ἐὺ πάντας ἐφεύρομεν ἐν μεγάροισιν.
10.453 οἱ δ᾽ ἐπεὶ ἀλλήλους εἶδον φράσσαντό τ᾽ ἐσάντα,
10.454 κλαῖον ὀδυρόμενοι, περὶ δὲ στεναχίζετο δῶμα.
10.455 ἡ δέ μευ ἄγχι στᾶσα προσηύδα δῖα θεάων:
10.456 Διογενὲς Λαερτιάδη, πολυμήχαν᾽ Ὀδυσσεῦ,
10.457 μηκέτι νῦν θαλερὸν γόον ὄρνυτε: οἶδα καὶ αὐτὴ
10.458 ἠμὲν ὅσ᾽ ἐν πόντῳ πάθετ᾽ ἄλγεα ἰχθυόεντι,
10.459 ἠδ᾽ ὅσ᾽ ἀνάρσιοι ἄνδρες ἐδηλήσαντ᾽ ἐπὶ χέρσου.
10.460 ἀλλ᾽ ἄγετ᾽ ἐσθίετε βρώμην καὶ πίνετε οἶνον,
10.461 εἰς ὅ κεν αὖτις θυμὸν ἐνὶ στήθεσσι λάβητε,
10.462 οἷον ὅτε πρώτιστον ἐλείπετε πατρίδα γαῖαν
10.463 τρηχείης Ἰθάκης. νῦν δ᾽ ἀσκελέες καὶ ἄθυμοι,
10.464 αἰὲν ἄλης χαλεπῆς μεμνημένοι, οὐδέ ποθ᾽ ὕμιν
10.465 θυμὸς ἐν εὐφροσύνῃ, ἐπεὶ ἦ μάλα πολλὰ πέποσθε.
10.466 ὣς ἔφαθ᾽, ἡμῖν δ᾽ αὖτ᾽ ἐπεπείθετο θυμὸς ἀγήνωρ.
10.467 ἔνθα μὲν ἤματα πάντα τελεσφόρον εἰς ἐνιαυτὸν
10.468 ἥμεθα δαινύμενοι κρέα τ᾽ ἄσπετα καὶ μέθυ ἡδύ:
10.469 ἀλλ᾽ ὅτε δή ῥ᾽ ἐνιαυτὸς ἔην, περὶ δ᾽ ἔτραπον ὧραι
10.470 μηνῶν φθινόντων, περὶ δ᾽ ἤματα μακρὰ τελέσθη,
10.471 καὶ τότε μ᾽ ἐκκαλέσαντες ἔφαν ἐρίηρες ἑταῖροι:
10.472 δαιμόνι᾽, ἤδη νῦν μιμνήσκεο πατρίδος αἴης,
10.473 εἴ τοι θέσφατόν ἐστι σαωθῆναι καὶ ἱκέσθαι
10.474 οἶκον ἐς ὑψόροφον καὶ σὴν ἐς πατρίδα γαῖαν.
10.475 ὣς ἔφαν, αὐτὰρ ἐμοί γ᾽ ἐπεπείθετο θυμὸς ἀγήνωρ.
10.476 ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα
10.477 ἥμεθα, δαινύμενοι κρέα τ᾽ ἄσπετα καὶ μέθυ ἡδύ:
10.478 ἦμος δ᾽ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθεν,
10.479 οἱ μὲν κοιμήσαντο κατὰ μέγαρα σκιόεντα.
10.480 αὐτὰρ ἐγὼ Κίρκης ἐπιβὰς περικαλλέος εὐνῆς
10.481 γούνων ἐλλιτάνευσα, θεὰ δέ μευ ἔκλυεν αὐδῆς:
10.482 καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων:
10.483 ὢ Κίρκη, τέλεσόν μοι ὑπόσχεσιν ἥν περ ὑπέστης,
10.484 οἴκαδε πεμψέμεναι: θυμὸς δέ μοι ἔσσυται ἤδη,
10.485 ἠδ᾽ ἄλλων ἑτάρων, οἵ μευ φθινύθουσι φίλον κῆρ
10.486 ἀμφ᾽ ἔμ᾽ ὀδυρόμενοι, ὅτε που σύ γε νόσφι γένηαι.
10.487 ὣς ἐφάμην, ἡ δ᾽ αὐτίκ᾽ ἀμείβετο δῖα θεάων:
10.488 διογενὲς Λαερτιάδη, πολυμήχαν᾽ Ὀδυσσεῦ,
10.489 μηκέτι νῦν ἀέκοντες ἐμῷ ἐνὶ μίμνετε οἴκῳ.
10.490 ἀλλ᾽ ἄλλην χρὴ πρῶτον ὁδὸν τελέσαι καὶ ἱκέσθαι
10.491 εἰς Ἀίδαο δόμους καὶ ἐπαινῆς Περσεφονείης,
10.492 ψυχῇ χρησομένους Θηβαίου Τειρεσίαο,
10.493 μάντηος ἀλαοῦ, τοῦ τε φρένες ἔμπεδοί εἰσι:
10.494 τῷ καὶ τεθνηῶτι νόον πόρε Περσεφόνεια,
10.495 οἴῳ πεπνῦσθαι, τοὶ δὲ σκιαὶ ἀίσσουσιν.
10.496 ὣς ἔφατ᾽, αὐτὰρ ἐμοί γε κατεκλάσθη φίλον ἦτορ:
10.497 κλαῖον δ᾽ ἐν λεχέεσσι καθήμενος, οὐδέ νύ μοι κῆρ
10.498 ἤθελ᾽ ἔτι ζώειν καὶ ὁρᾶν φάος ἠελίοιο.
10.499 αὐτὰρ ἐπεὶ κλαίων τε κυλινδόμενος τ᾽ ἐκορέσθην,
10.500 καὶ τότε δή μιν ἔπεσσιν ἀμειβόμενος προσέειπον:
10.501 ὢ Κίρκη, τίς γὰρ ταύτην ὁδὸν ἡγεμονεύσει;
10.502 εἰς Ἄϊδος δ᾽ οὔ πώ τις ἀφίκετο νηὶ μελαίνῃ.
10.503 ὣς ἐφάμην, ἡ δ᾽ αὐτίκ᾽ ἀμείβετο δῖα θεάων:
10.504 διογενὲς Λαερτιάδη, πολυμήχαν᾽ Ὀδυσσεῦ,
10.505 μή τί τοι ἡγεμόνος γε ποθὴ παρὰ νηὶ μελέσθω,
10.506 ἱστὸν δὲ στήσας, ἀνά θ᾽ ἱστία λευκὰ πετάσσας
10.507 ἧσθαι: τὴν δέ κέ τοι πνοιὴ Βορέαο φέρῃσιν.
10.508 ἀλλ᾽ ὁπότ᾽ ἂν δὴ νηὶ δι᾽ Ὠκεανοῖο περήσῃς,
10.509 ἔνθ᾽ ἀκτή τε λάχεια καὶ ἄλσεα Περσεφονείης,
10.510 μακραί τ᾽ αἴγειροι καὶ ἰτέαι ὠλεσίκαρποι,
10.511 νῆα μὲν αὐτοῦ κέλσαι ἐπ᾽ Ὠκεανῷ βαθυδίνῃ,
10.512 αὐτὸς δ᾽ εἰς Ἀίδεω ἰέναι δόμον εὐρώεντα.
10.513 ἔνθα μὲν εἰς Ἀχέροντα Πυριφλεγέθων τε ῥέουσιν
10.514 Κώκυτός θ᾽, ὃς δὴ Στυγὸς ὕδατός ἐστιν ἀπορρώξ,
10.515 πέτρη τε ξύνεσίς τε δύω ποταμῶν ἐριδούπων:
10.516 ἔνθα δ᾽ ἔπειθ᾽, ἥρως, χριμφθεὶς πέλας, ὥς σε κελεύω,
10.517 βόθρον ὀρύξαι, ὅσον τε πυγούσιον ἔνθα καὶ ἔνθα,
10.518 ἀμφ᾽ αὐτῷ δὲ χοὴν χεῖσθαι πᾶσιν νεκύεσσιν,
10.519 πρῶτα μελικρήτῳ, μετέπειτα δὲ ἡδέι οἴνῳ,
10.520 τὸ τρίτον αὖθ᾽ ὕδατι: ἐπὶ δ᾽ ἄλφιτα λευκὰ παλύνειν.
10.521 πολλὰ δὲ γουνοῦσθαι νεκύων ἀμενηνὰ κάρηνα,
10.522 ἐλθὼν εἰς Ἰθάκην στεῖραν βοῦν, ἥ τις ἀρίστη,
10.523 ῥέξειν ἐν μεγάροισι πυρήν τ᾽ ἐμπλησέμεν ἐσθλῶν,
10.524 Τειρεσίῃ δ᾽ ἀπάνευθεν ὄιν ἱερευσέμεν οἴῳ
10.525 παμμέλαν᾽, ὃς μήλοισι μεταπρέπει ὑμετέροισιν.
10.526 αὐτὰρ ἐπὴν εὐχῇσι λίσῃ κλυτὰ ἔθνεα νεκρῶν,
10.527 ἔνθ᾽ ὄιν ἀρνειὸν ῥέζειν θῆλύν τε μέλαιναν
10.528 εἰς Ἔρεβος στρέψας, αὐτὸς δ᾽ ἀπονόσφι τραπέσθαι
10.529 ἱέμενος ποταμοῖο ῥοάων: ἔνθα δὲ πολλαὶ
10.530 ψυχαὶ ἐλεύσονται νεκύων κατατεθνηώτων.
10.531 δὴ τότ᾽ ἔπειθ᾽ ἑτάροισιν ἐποτρῦναι καὶ ἀνῶξαι
10.532 μῆλα, τὰ δὴ κατάκειτ᾽ ἐσφαγμένα νηλέι χαλκῷ,
10.533 δείραντας κατακῆαι, ἐπεύξασθαι δὲ θεοῖσιν,
10.534 ἰφθίμῳ τ᾽ Ἀίδῃ καὶ ἐπαινῇ Περσεφονείῃ:
10.535 αὐτὸς δὲ ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ
10.536 ἧσθαι, μηδὲ ἐᾶν νεκύων ἀμενηνὰ κάρηνα
10.537 αἵματος ἆσσον ἴμεν, πρὶν Τειρεσίαο πυθέσθαι.
10.538 ἔνθα τοι αὐτίκα μάντις ἐλεύσεται, ὄρχαμε λαῶν,
10.539 ὅς κέν τοι εἴπῃσιν ὁδὸν καὶ μέτρα κελεύθου
10.540 νόστον θ᾽, ὡς ἐπὶ πόντον ἐλεύσεαι ἰχθυόεντα.
10.541 ὣς ἔφατ᾽, αὐτίκα δὲ χρυσόθρονος ἤλυθεν Ἠώς.
10.542 ἀμφὶ δέ με χλαῖνάν τε χιτῶνά τε εἵματα ἕσσεν:
10.543 αὐτὴ δ᾽ ἀργύφεον φᾶρος μέγα ἕννυτο νύμφη,
10.544 λεπτὸν καὶ χαρίεν, περὶ δὲ ζώνην βάλετ᾽ ἰξυῖ
10.545 καλὴν χρυσείην, κεφαλῇ δ᾽ ἐπέθηκε καλύπτρην.
10.546 αὐτὰρ ἐγὼ διὰ δώματ᾽ ἰὼν ὤτρυνον ἑταίρους
10.547 μειλιχίοις ἐπέεσσι παρασταδὸν ἄνδρα ἕκαστον:
10.548 μηκέτι νῦν εὕδοντες ἀωτεῖτε γλυκὺν ὕπνον,
10.549 ἀλλ᾽ ἴομεν: δὴ γάρ μοι ἐπέφραδε πότνια Κίρκη.
10.550 ὣς ἐφάμην, τοῖσιν δ᾽ ἐπεπείθετο θυμὸς ἀγήνωρ.
10.551 οὐδὲ μὲν οὐδ᾽ ἔνθεν περ ἀπήμονας ἦγον ἑταίρους.
10.552 Ἐλπήνωρ δέ τις ἔσκε νεώτατος, οὔτε τι λίην
10.553 ἄλκιμος ἐν πολέμῳ οὔτε φρεσὶν ᾗσιν ἀρηρώς:
10.554 ὅς μοι ἄνευθ᾽ ἑτάρων ἱεροῖς ἐν δώμασι Κίρκης,
10.555 ψύχεος ἱμείρων, κατελέξατο οἰνοβαρείων.
10.556 κινυμένων δ᾽ ἑτάρων ὅμαδον καὶ δοῦπον ἀκούσας
10.557 ἐξαπίνης ἀνόρουσε καὶ ἐκλάθετο φρεσὶν ᾗσιν
10.558 ἄψορρον καταβῆναι ἰὼν ἐς κλίμακα μακρήν,
10.559 ἀλλὰ καταντικρὺ τέγεος πέσεν: ἐκ δέ οἱ αὐχὴν
10.560 ἀστραγάλων ἐάγη, ψυχὴ δ᾽ Ἄϊδόσδε κατῆλθεν.
10.561 ἐρχομένοισι δὲ τοῖσιν ἐγὼ μετὰ μῦθον ἔειπον:
10.562 φάσθε νύ που οἶκόνδε φίλην ἐς πατρίδα γαῖαν
10.563 ἔρχεσθ᾽: ἄλλην δ᾽ ἧμιν ὁδὸν τεκμήρατο Κίρκη,
10.564 εἰς Ἀίδαο δόμους καὶ ἐπαινῆς Περσεφονείης
10.565 ψυχῇ χρησομένους Θηβαίου Τειρεσίαο.
10.566 ὣς ἐφάμην, τοῖσιν δὲ κατεκλάσθη φίλον ἦτορ,
10.567 ἑζόμενοι δὲ κατ᾽ αὖθι γόων τίλλοντό τε χαίτας:
10.568 ἀλλ᾽ οὐ γάρ τις πρῆξις ἐγίγνετο μυρομένοισιν.
10.569 ἀλλ᾽ ὅτε δή ῥ᾽ ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης
10.570 ᾔομεν ἀχνύμενοι θαλερὸν κατὰ δάκρυ χέοντες,
10.571 τόφρα δ᾽ ἄρ᾽ οἰχομένη Κίρκη παρὰ νηὶ μελαίνῃ
10.572 ἀρνειὸν κατέδησεν ὄιν θῆλύν τε μέλαιναν,
10.573 ῥεῖα παρεξελθοῦσα: τίς ἂν θεὸν οὐκ ἐθέλοντα
10.574 ὀφθαλμοῖσιν ἴδοιτ᾽ ἢ ἔνθ᾽ ἢ ἔνθα κιόντα;
11.1 αὐτὰρ ἐπεί ῥ᾽ ἐπὶ νῆα κατήλθομεν ἠδὲ θάλασσαν,
11.2 νῆα μὲν ἂρ πάμπρωτον ἐρύσσαμεν εἰς ἅλα δῖαν,
11.3 ἐν δ᾽ ἱστὸν τιθέμεσθα καὶ ἱστία νηὶ μελαίνῃ,
11.4 ἐν δὲ τὰ μῆλα λαβόντες ἐβήσαμεν, ἂν δὲ καὶ αὐτοὶ
11.5 βαίνομεν ἀχνύμενοι θαλερὸν κατὰ δάκρυ χέοντες.
11.6 ἡμῖν δ᾽ αὖ κατόπισθε νεὸς κυανοπρῴροιο
11.7 ἴκμενον οὖρον ἵει πλησίστιον, ἐσθλὸν ἑταῖρον,
11.8 Κίρκη εὐπλόκαμος, δεινὴ θεὸς αὐδήεσσα.
11.9 ἡμεῖς δ᾽ ὅπλα ἕκαστα πονησάμενοι κατὰ νῆα
11.10 ἥμεθα: τὴν δ᾽ ἄνεμός τε κυβερνήτης τ᾽ ἴθυνε.
11.11 τῆς δὲ πανημερίης τέταθ᾽ ἱστία ποντοπορούσης:
11.12 δύσετό τ᾽ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί.
11.13 ἡ δ᾽ ἐς πείραθ᾽ ἵκανε βαθυρρόου Ὠκεανοῖο.
11.14 ἔνθα δὲ Κιμμερίων ἀνδρῶν δῆμός τε πόλις τε,
11.15 ἠέρι καὶ νεφέλῃ κεκαλυμμένοι: οὐδέ ποτ᾽ αὐτοὺς
11.16 ἠέλιος φαέθων καταδέρκεται ἀκτίνεσσιν,
11.17 οὔθ᾽ ὁπότ᾽ ἂν στείχῃσι πρὸς οὐρανὸν ἀστερόεντα,
11.18 οὔθ᾽ ὅτ᾽ ἂν ἂψ ἐπὶ γαῖαν ἀπ᾽ οὐρανόθεν προτράπηται,
11.19 ἀλλ᾽ ἐπὶ νὺξ ὀλοὴ τέταται δειλοῖσι βροτοῖσι.
11.20 νῆα μὲν ἔνθ᾽ ἐλθόντες ἐκέλσαμεν, ἐκ δὲ τὰ μῆλα
11.21 εἱλόμεθ᾽: αὐτοὶ δ᾽ αὖτε παρὰ ῥόον Ὠκεανοῖο
11.22 ᾔομεν, ὄφρ᾽ ἐς χῶρον ἀφικόμεθ᾽, ὃν φράσε Κίρκη.
11.23 ἔνθ᾽ ἱερήια μὲν Περιμήδης Εὐρύλοχός τε
11.24 ἔσχον: ἐγὼ δ᾽ ἄορ ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ
11.25 βόθρον ὄρυξ᾽ ὅσσον τε πυγούσιον ἔνθα καὶ ἔνθα,
11.26 ἀμφ᾽ αὐτῷ δὲ χοὴν χεόμην πᾶσιν νεκύεσσι,
11.27 πρῶτα μελικρήτῳ, μετέπειτα δὲ ἡδέι οἴνῳ,
11.28 τὸ τρίτον αὖθ᾽ ὕδατι: ἐπὶ δ᾽ ἄλφιτα λευκὰ πάλυνον.
11.29 πολλὰ δὲ γουνούμην νεκύων ἀμενηνὰ κάρηνα,
11.30 ἐλθὼν εἰς Ἰθάκην στεῖραν βοῦν, ἥ τις ἀρίστη,
11.31 ῥέξειν ἐν μεγάροισι πυρήν τ᾽ ἐμπλησέμεν ἐσθλῶν,
11.32 Τειρεσίῃ δ᾽ ἀπάνευθεν ὄιν ἱερευσέμεν οἴῳ
11.33 παμμέλαν᾽, ὃς μήλοισι μεταπρέπει ἡμετέροισι.
11.34 τοὺς δ᾽ ἐπεὶ εὐχωλῇσι λιτῇσί τε, ἔθνεα νεκρῶν,
11.35 ἐλλισάμην, τὰ δὲ μῆλα λαβὼν ἀπεδειροτόμησα
11.36 ἐς βόθρον, ῥέε δ᾽ αἷμα κελαινεφές: αἱ δ᾽ ἀγέροντο
11.37 ψυχαὶ ὑπὲξ Ἐρέβευς νεκύων κατατεθνηώτων.
11.38 νύμφαι τ᾽ ἠίθεοί τε πολύτλητοί τε γέροντες
11.39 παρθενικαί τ᾽ ἀταλαὶ νεοπενθέα θυμὸν ἔχουσαι,
11.40 πολλοὶ δ᾽ οὐτάμενοι χαλκήρεσιν ἐγχείῃσιν,
11.41 ἄνδρες ἀρηίφατοι βεβροτωμένα τεύχε᾽ ἔχοντες:
11.42 οἳ πολλοὶ περὶ βόθρον ἐφοίτων ἄλλοθεν ἄλλος
11.43 θεσπεσίῃ ἰαχῇ: ἐμὲ δὲ χλωρὸν δέος ᾕρει.
11.44 δὴ τότ᾽ ἔπειθ᾽ ἑτάροισιν ἐποτρύνας ἐκέλευσα
11.45 μῆλα, τὰ δὴ κατέκειτ᾽ ἐσφαγμένα νηλέι χαλκῷ,
11.46 δείραντας κατακῆαι, ἐπεύξασθαι δὲ θεοῖσιν,
11.47 ἰφθίμῳ τ᾽ Ἀΐδῃ καὶ ἐπαινῇ Περσεφονείῃ:
11.48 αὐτὸς δὲ ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ
11.49 ἥμην, οὐδ᾽ εἴων νεκύων ἀμενηνὰ κάρηνα
11.50 αἵματος ἆσσον ἴμεν, πρὶν Τειρεσίαο πυθέσθαι.
11.51 πρώτη δὲ ψυχὴ Ἐλπήνορος ἦλθεν ἑταίρου:
11.52 οὐ γάρ πω ἐτέθαπτο ὑπὸ χθονὸς εὐρυοδείης:
11.53 σῶμα γὰρ ἐν Κίρκης μεγάρῳ κατελείπομεν ἡμεῖς
11.54 ἄκλαυτον καὶ ἄθαπτον, ἐπεὶ πόνος ἄλλος ἔπειγε.
11.55 τὸν μὲν ἐγὼ δάκρυσα ἰδὼν ἐλέησά τε θυμῷ,
11.56 καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων:
11.57 Ἐλπῆνορ, πῶς ἦλθες ὑπὸ ζόφον ἠερόεντα;
11.58 ἔφθης πεζὸς ἰὼν ἢ ἐγὼ σὺν νηὶ μελαίνῃ.
11.59 ὣς ἐφάμην, ὁ δέ μ᾽ οἰμώξας ἠμείβετο μύθῳ:
11.60 διογενὲς Λαερτιάδη, πολυμήχαν᾽ Ὀδυσσεῦ,
11.61 ἆσέ με δαίμονος αἶσα κακὴ καὶ ἀθέσφατος οἶνος.
11.62 Κίρκης δ᾽ ἐν μεγάρῳ καταλέγμενος οὐκ ἐνόησα
11.63 ἄψορρον καταβῆναι ἰὼν ἐς κλίμακα μακρήν,
11.64 ἀλλὰ καταντικρὺ τέγεος πέσον: ἐκ δέ μοι αὐχὴν
11.65 ἀστραγάλων ἐάγη, ψυχὴ δ᾽ Ἄϊδόσδε κατῆλθε.
11.66 νῦν δέ σε τῶν ὄπιθεν γουνάζομαι, οὐ παρεόντων,
11.67 πρός τ᾽ ἀλόχου καὶ πατρός, ὅ σ᾽ ἔτρεφε τυτθὸν ἐόντα,
11.68 Τηλεμάχου θ᾽, ὃν μοῦνον ἐνὶ μεγάροισιν ἔλειπες:
11.69 οἶδα γὰρ ὡς ἐνθένδε κιὼν δόμου ἐξ Ἀίδαο
11.70 νῆσον ἐς Αἰαίην σχήσεις ἐυεργέα νῆα:
11.71 ἔνθα σ᾽ ἔπειτα, ἄναξ, κέλομαι μνήσασθαι ἐμεῖο.
11.72 μή μ᾽ ἄκλαυτον ἄθαπτον ἰὼν ὄπιθεν καταλείπειν
11.73 νοσφισθείς, μή τοί τι θεῶν μήνιμα γένωμαι,
11.74 ἀλλά με κακκῆαι σὺν τεύχεσιν, ἅσσα μοι ἔστιν,
11.75 σῆμά τέ μοι χεῦαι πολιῆς ἐπὶ θινὶ θαλάσσης,
11.76 ἀνδρὸς δυστήνοιο καὶ ἐσσομένοισι πυθέσθαι.
11.77 ταῦτά τέ μοι τελέσαι πῆξαί τ᾽ ἐπὶ τύμβῳ ἐρετμόν,
11.78 τῷ καὶ ζωὸς ἔρεσσον ἐὼν μετ᾽ ἐμοῖς ἑτάροισιν.
11.79 ὣς ἔφατ᾽, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον:
11.80 ταῦτά τοι, ὦ δύστηνε, τελευτήσω τε καὶ ἔρξω.
11.81 νῶι μὲν ὣς ἐπέεσσιν ἀμειβομένω στυγεροῖσιν
11.82 ἥμεθ᾽, ἐγὼ μὲν ἄνευθεν ἐφ᾽ αἵματι φάσγανον ἴσχων,
11.83 εἴδωλον δ᾽ ἑτέρωθεν ἑταίρου πόλλ᾽ ἀγόρευεν:
11.84 ἦλθε δ᾽ ἐπὶ ψυχὴ μητρὸς κατατεθνηυίης,
11.85 Αὐτολύκου θυγάτηρ μεγαλήτορος Ἀντίκλεια,
11.86 τὴν ζωὴν κατέλειπον ἰὼν εἰς Ἴλιον ἱρήν.
11.87 τὴν μὲν ἐγὼ δάκρυσα ἰδὼν ἐλέησά τε θυμῷ:
11.88 ἀλλ᾽ οὐδ᾽ ὣς εἴων προτέρην, πυκινόν περ ἀχεύων,
11.89 αἵματος ἆσσον ἴμεν, πρὶν Τειρεσίαο πυθέσθαι.
11.90 ἦλθε δ᾽ ἐπὶ ψυχὴ Θηβαίου Τειρεσίαο
11.91 χρύσεον σκῆπτρον ἔχων, ἐμὲ δ᾽ ἔγνω καὶ προσέειπεν:
11.92 διογενὲς Λαερτιάδη, πολυμήχαν᾽ Ὀδυσσεῦ,
11.93 τίπτ᾽ αὖτ᾽, ὦ δύστηνε, λιπὼν φάος ἠελίοιο
11.94 ἤλυθες, ὄφρα ἴδῃ νέκυας καὶ ἀτερπέα χῶρον;
11.95 ἀλλ᾽ ἀποχάζεο βόθρου, ἄπισχε δὲ φάσγανον ὀξύ,
11.96 αἵματος ὄφρα πίω καί τοι νημερτέα εἴπω.
11.97 ὣς φάτ᾽, ἐγὼ δ᾽ ἀναχασσάμενος ξίφος ἀργυρόηλον
11.98 κουλεῷ ἐγκατέπηξ᾽. ὁ δ᾽ ἐπεὶ πίεν αἷμα κελαινόν,
11.99 καὶ τότε δή μ᾽ ἐπέεσσι προσηύδα μάντις ἀμύμων:
11.100 νόστον δίζηαι μελιηδέα, φαίδιμ᾽ Ὀδυσσεῦ:
11.101 τὸν δέ τοι ἀργαλέον θήσει θεός: οὐ γὰρ ὀίω
11.102 λήσειν ἐννοσίγαιον, ὅ τοι κότον ἔνθετο θυμῷ
11.103 χωόμενος ὅτι οἱ υἱὸν φίλον ἐξαλάωσας.
11.104 ἀλλ᾽ ἔτι μέν κε καὶ ὣς κακά περ πάσχοντες ἵκοισθε,
11.105 αἴ κ᾽ ἐθέλῃς σὸν θυμὸν ἐρυκακέειν καὶ ἑταίρων,
11.106 ὁππότε κε πρῶτον πελάσῃς ἐυεργέα νῆα
11.107 Θρινακίῃ νήσῳ, προφυγὼν ἰοειδέα πόντον,
11.108 βοσκομένας δ᾽ εὕρητε βόας καὶ ἴφια μῆλα
11.109 Ἠελίου, ὃς πάντ᾽ ἐφορᾷ καὶ πάντ᾽ ἐπακούει.
11.110 τὰς εἰ μέν κ᾽ ἀσινέας ἐάᾳς νόστου τε μέδηαι,
11.111 καί κεν ἔτ᾽ εἰς Ἰθάκην κακά περ πάσχοντες ἵκοισθε:
11.112 εἰ δέ κε σίνηαι, τότε τοι τεκμαίρομ᾽ ὄλεθρον,
11.113 νηί τε καὶ ἑτάροις. αὐτὸς δ᾽ εἴ πέρ κεν ἀλύξῃς,
11.114 ὀψὲ κακῶς νεῖαι, ὀλέσας ἄπο πάντας ἑταίρους,
11.115 νηὸς ἐπ᾽ ἀλλοτρίης: δήεις δ᾽ ἐν πήματα οἴκῳ,
11.116 ἄνδρας ὑπερφιάλους, οἵ τοι βίοτον κατέδουσι
11.117 μνώμενοι ἀντιθέην ἄλοχον καὶ ἕδνα διδόντες.
11.118 ἀλλ᾽ ἦ τοι κείνων γε βίας ἀποτίσεαι ἐλθών:
11.119 αὐτὰρ ἐπὴν μνηστῆρας ἐνὶ μεγάροισι τεοῖσι
11.120 κτείνῃς ἠὲ δόλῳ ἢ ἀμφαδὸν ὀξέι χαλκῷ,
11.121 ἔρχεσθαι δὴ ἔπειτα λαβὼν ἐυῆρες ἐρετμόν,
11.122 εἰς ὅ κε τοὺς ἀφίκηαι οἳ οὐκ ἴσασι θάλασσαν
11.123 ἀνέρες, οὐδέ θ᾽ ἅλεσσι μεμιγμένον εἶδαρ ἔδουσιν:
11.124 οὐδ᾽ ἄρα τοί γ᾽ ἴσασι νέας φοινικοπαρῄους
11.125 οὐδ᾽ ἐυήρε᾽ ἐρετμά, τά τε πτερὰ νηυσὶ πέλονται.
11.126 σῆμα δέ τοι ἐρέω μάλ᾽ ἀριφραδές, οὐδέ σε λήσει:
11.127 ὁππότε κεν δή τοι συμβλήμενος ἄλλος ὁδίτης
11.128 φήῃ ἀθηρηλοιγὸν ἔχειν ἀνὰ φαιδίμῳ ὤμῳ,
11.129 καὶ τότε δὴ γαίῃ πήξας ἐυῆρες ἐρετμόν,
11.130 ῥέξας ἱερὰ καλὰ Ποσειδάωνι ἄνακτι,
11.131 ἀρνειὸν ταῦρόν τε συῶν τ᾽ ἐπιβήτορα κάπρον,
11.132 οἴκαδ᾽ ἀποστείχειν ἔρδειν θ᾽ ἱερᾶς ἑκατόμβας
11.133 ἀθανάτοισι θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι,
11.134 πᾶσι μάλ᾽ ἑξείης. θάνατος δέ τοι ἐξ ἁλὸς αὐτῷ
11.135 ἀβληχρὸς μάλα τοῖος ἐλεύσεται, ὅς κέ σε πέφνῃ
11.136 γήραι ὕπο λιπαρῷ ἀρημένον: ἀμφὶ δὲ λαοὶ
11.137 ὄλβιοι ἔσσονται. τὰ δέ τοι νημερτέα εἴρω.
11.138 ὣς ἔφατ᾽, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον:
11.139 Τειρεσίη, τὰ μὲν ἄρ που ἐπέκλωσαν θεοὶ αὐτοί.
11.140 ἀλλ᾽ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον:
11.141 μητρὸς τήνδ᾽ ὁρόω ψυχὴν κατατεθνηυίης:
11.142 ἡ δ᾽ ἀκέουσ᾽ ἧσται σχεδὸν αἵματος, οὐδ᾽ ἑὸν υἱὸν
11.143 ἔτλη ἐσάντα ἰδεῖν οὐδὲ προτιμυθήσασθαι.
11.144 εἰπέ, ἄναξ, πῶς κέν με ἀναγνοίη τὸν ἐόντα;
11.145 ὣς ἐφάμην, ὁ δέ μ᾽ αὐτίκ᾽ ἀμειβόμενος προσέειπεν:
11.146 ῥηΐδιόν τοι ἔπος ἐρέω καὶ ἐπὶ φρεσὶ θήσω.
11.147 ὅν τινα μέν κεν ἐᾷς νεκύων κατατεθνηώτων
11.148 αἵματος ἆσσον ἴμεν, ὁ δέ τοι νημερτὲς ἐνίψει:
11.149 ᾧ δέ κ᾽ ἐπιφθονέῃς, ὁ δέ τοι πάλιν εἶσιν ὀπίσσω.
11.150 ὣς φαμένη ψυχὴ μὲν ἔβη δόμον Ἄϊδος εἴσω
11.151 Τειρεσίαο ἄνακτος, ἐπεὶ κατὰ θέσφατ᾽ ἔλεξεν:
11.152 αὐτὰρ ἐγὼν αὐτοῦ μένον ἔμπεδον, ὄφρ᾽ ἐπὶ μήτηρ
11.153 ἤλυθε καὶ πίεν αἷμα κελαινεφές: αὐτίκα δ᾽ ἔγνω,
11.154 καί μ᾽ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα:
11.155 τέκνον ἐμόν, πῶς ἦλθες ὑπὸ ζόφον ἠερόεντα
11.156 ζωὸς ἐών; χαλεπὸν δὲ τάδε ζωοῖσιν ὁρᾶσθαι.
11.157 μέσσῳ γὰρ μεγάλοι ποταμοὶ καὶ δεινὰ ῥέεθρα,
11.158 Ὠκεανὸς μὲν πρῶτα, τὸν οὔ πως ἔστι περῆσαι
11.159 πεζὸν ἐόντ᾽, ἢν μή τις ἔχῃ ἐυεργέα νῆα.
11.160 ἦ νῦν δὴ Τροίηθεν ἀλώμενος ἐνθάδ᾽ ἱκάνεις
11.161 νηί τε καὶ ἑτάροισι πολὺν χρόνον; οὐδέ πω ἦλθες
11.162 εἰς Ἰθάκην, οὐδ᾽ εἶδες ἐνὶ μεγάροισι γυναῖκα;
11.163 ὣς ἔφατ᾽, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον:
11.164 μῆτερ ἐμή, χρειώ με κατήγαγεν εἰς Ἀίδαο
11.165 ψυχῇ χρησόμενον Θηβαίου Τειρεσίαο:
11.166 οὐ γάρ πω σχεδὸν ἦλθον Ἀχαιΐδος, οὐδέ πω ἁμῆς
11.167 γῆς ἐπέβην, ἀλλ᾽ αἰὲν ἔχων ἀλάλημαι ὀιζύν,
11.168 ἐξ οὗ τὰ πρώτισθ᾽ ἑπόμην Ἀγαμέμνονι δίῳ
11.169 Ἴλιον εἰς ἐύπωλον, ἵνα Τρώεσσι μαχοίμην.
11.170 ἀλλ᾽ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον:
11.171 τίς νύ σε κὴρ ἐδάμασσε τανηλεγέος θανάτοιο;
11.172 ἦ δολιχὴ νοῦσος, ἦ Ἄρτεμις ἰοχέαιρα
11.173 οἷς ἀγανοῖς βελέεσσιν ἐποιχομένη κατέπεφνεν;
11.174 εἰπὲ δέ μοι πατρός τε καὶ υἱέος, ὃν κατέλειπον,
11.175 ἢ ἔτι πὰρ κείνοισιν ἐμὸν γέρας, ἦέ τις ἤδη
11.176 ἀνδρῶν ἄλλος ἔχει, ἐμὲ δ᾽ οὐκέτι φασὶ νέεσθαι.
11.177 εἰπὲ δέ μοι μνηστῆς ἀλόχου βουλήν τε νόον τε,
11.178 ἠὲ μένει παρὰ παιδὶ καὶ ἔμπεδα πάντα φυλάσσει
11.179 ἦ ἤδη μιν ἔγημεν Ἀχαιῶν ὅς τις ἄριστος.
11.180 ὣς ἐφάμην, ἡ δ᾽ αὐτίκ᾽ ἀμείβετο πότνια μήτηρ:
11.181 καὶ λίην κείνη γε μένει τετληότι θυμῷ
11.182 σοῖσιν ἐνὶ μεγάροισιν: ὀιζυραὶ δέ οἱ αἰεὶ
11.183 φθίνουσιν νύκτες τε καὶ ἤματα δάκρυ χεούσῃ.
11.184 σὸν δ᾽ οὔ πώ τις ἔχει καλὸν γέρας, ἀλλὰ ἕκηλος
11.185 Τηλέμαχος τεμένεα νέμεται καὶ δαῖτας ἐίσας
11.186 δαίνυται, ἃς ἐπέοικε δικασπόλον ἄνδρ᾽ ἀλεγύνειν:
11.187 πάντες γὰρ καλέουσι. πατὴρ δὲ σὸς αὐτόθι μίμνει
11.188 ἀγρῷ, οὐδὲ πόλινδε κατέρχεται. οὐδέ οἱ εὐναὶ
11.189 δέμνια καὶ χλαῖναι καὶ ῥήγεα σιγαλόεντα,
11.190 ἀλλ᾽ ὅ γε χεῖμα μὲν εὕδει ὅθι δμῶες ἐνὶ οἴκῳ,
11.191 ἐν κόνι ἄγχι πυρός, κακὰ δὲ χροῒ εἵματα εἷται:
11.192 αὐτὰρ ἐπὴν ἔλθῃσι θέρος τεθαλυῖά τ᾽ ὀπώρη,
11.193 πάντῃ οἱ κατὰ γουνὸν ἀλωῆς οἰνοπέδοιο
11.194 φύλλων κεκλιμένων χθαμαλαὶ βεβλήαται εὐναί.
11.195 ἔνθ᾽ ὅ γε κεῖτ᾽ ἀχέων, μέγα δὲ φρεσὶ πένθος ἀέξει
11.196 σὸν νόστον ποθέων, χαλεπὸν δ᾽ ἐπὶ γῆρας ἱκάνει.
11.197 οὕτω γὰρ καὶ ἐγὼν ὀλόμην καὶ πότμον ἐπέσπον:
11.198 οὔτ᾽ ἐμέ γ᾽ ἐν μεγάροισιν ἐύσκοπος ἰοχέαιρα
11.199 οἷς ἀγανοῖς βελέεσσιν ἐποιχομένη κατέπεφνεν,
11.200 οὔτε τις οὖν μοι νοῦσος ἐπήλυθεν, ἥ τε μάλιστα
11.201 τηκεδόνι στυγερῇ μελέων ἐξείλετο θυμόν:
11.202 ἀλλά με σός τε πόθος σά τε μήδεα, φαίδιμ᾽ Ὀδυσσεῦ,
11.203 σή τ᾽ ἀγανοφροσύνη μελιηδέα θυμὸν ἀπηύρα.
11.204 ὣς ἔφατ᾽, αὐτὰρ ἐγώ γ᾽ ἔθελον φρεσὶ μερμηρίξας
11.205 μητρὸς ἐμῆς ψυχὴν ἑλέειν κατατεθνηυίης.
11.206 τρὶς μὲν ἐφωρμήθην, ἑλέειν τέ με θυμὸς ἀνώγει,
11.207 τρὶς δέ μοι ἐκ χειρῶν σκιῇ εἴκελον ἢ καὶ ὀνείρῳ
11.208 ἔπτατ᾽. ἐμοὶ δ᾽ ἄχος ὀξὺ γενέσκετο κηρόθι μᾶλλον,
11.209 καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων:
11.210 μῆτερ ἐμή, τί νύ μ᾽ οὐ μίμνεις ἑλέειν μεμαῶτα,
11.211 ὄφρα καὶ εἰν Ἀίδαο φίλας περὶ χεῖρε βαλόντε
11.212 ἀμφοτέρω κρυεροῖο τεταρπώμεσθα γόοιο;
11.213 ἦ τί μοι εἴδωλον τόδ᾽ ἀγαυὴ Περσεφόνεια
11.214 ὤτρυν᾽, ὄφρ᾽ ἔτι μᾶλλον ὀδυρόμενος στεναχίζω;
11.215 ὣς ἐφάμην, ἡ δ᾽ αὐτίκ᾽ ἀμείβετο πότνια μήτηρ:
11.216 ὤ μοι, τέκνον ἐμόν, περὶ πάντων κάμμορε φωτῶν,
11.217 οὔ τί σε Περσεφόνεια Διὸς θυγάτηρ ἀπαφίσκει,
11.218 ἀλλ᾽ αὕτη δίκη ἐστὶ βροτῶν, ὅτε τίς κε θάνῃσιν:
11.219 οὐ γὰρ ἔτι σάρκας τε καὶ ὀστέα ἶνες ἔχουσιν,
11.220 ἀλλὰ τὰ μέν τε πυρὸς κρατερὸν μένος αἰθομένοιο
11.221 δαμνᾷ, ἐπεί κε πρῶτα λίπῃ λεύκ᾽ ὀστέα θυμός,
11.222 ψυχὴ δ᾽ ἠύτ᾽ ὄνειρος ἀποπταμένη πεπότηται.
11.223 ἀλλὰ φόωσδε τάχιστα λιλαίεο: ταῦτα δὲ πάντα
11.224 ἴσθ᾽, ἵνα καὶ μετόπισθε τεῇ εἴπῃσθα γυναικί.
11.225 νῶι μὲν ὣς ἐπέεσσιν ἀμειβόμεθ᾽, αἱ δὲ γυναῖκες
11.226 ἤλυθον, ὤτρυνεν γὰρ ἀγαυὴ Περσεφόνεια,
11.227 ὅσσαι ἀριστήων ἄλοχοι ἔσαν ἠδὲ θύγατρες.
11.228 αἱ δ᾽ ἀμφ᾽ αἷμα κελαινὸν ἀολλέες ἠγερέθοντο,
11.229 αὐτὰρ ἐγὼ βούλευον ὅπως ἐρέοιμι ἑκάστην.
11.230 ἥδε δέ μοι κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή:
11.231 σπασσάμενος τανύηκες ἄορ παχέος παρὰ μηροῦ
11.232 οὐκ εἴων πίνειν ἅμα πάσας αἷμα κελαινόν.
11.233 αἱ δὲ προμνηστῖναι ἐπήισαν, ἠδὲ ἑκάστη
11.234 ὃν γόνον ἐξαγόρευεν: ἐγὼ δ᾽ ἐρέεινον ἁπάσας.
11.235 ἔνθ᾽ ἦ τοι πρώτην Τυρὼ ἴδον εὐπατέρειαν,
11.236 ἣ φάτο Σαλμωνῆος ἀμύμονος ἔκγονος εἶναι,
11.237 φῆ δὲ Κρηθῆος γυνὴ ἔμμεναι Αἰολίδαο:
11.238 ἣ ποταμοῦ ἠράσσατ᾽ Ἐνιπῆος θείοιο,
11.239 ὃς πολὺ κάλλιστος ποταμῶν ἐπὶ γαῖαν ἵησι,
11.240 καί ῥ᾽ ἐπ᾽ Ἐνιπῆος πωλέσκετο καλὰ ῥέεθρα.
11.241 τῷ δ᾽ ἄρα εἰσάμενος γαιήοχος ἐννοσίγαιος
11.242 ἐν προχοῇς ποταμοῦ παρελέξατο δινήεντος:
11.243 πορφύρεον δ᾽ ἄρα κῦμα περιστάθη, οὔρεϊ ἶσον,
11.244 κυρτωθέν, κρύψεν δὲ θεὸν θνητήν τε γυναῖκα.
11.245 λῦσε δὲ παρθενίην ζώνην, κατὰ δ᾽ ὕπνον ἔχευεν.
11.246 αὐτὰρ ἐπεί ῥ᾽ ἐτέλεσσε θεὸς φιλοτήσια ἔργα,
11.247 ἔν τ᾽ ἄρα οἱ φῦ χειρί, ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζε:
11.248 χαῖρε, γύναι, φιλότητι: περιπλομένου δ᾽ ἐνιαυτοῦ
11.249 τέξεις ἀγλαὰ τέκνα, ἐπεὶ οὐκ ἀποφώλιοι εὐναὶ
11.250 ἀθανάτων: σὺ δὲ τοὺς κομέειν ἀτιταλλέμεναί τε.
11.251 νῦν δ᾽ ἔρχευ πρὸς δῶμα, καὶ ἴσχεο μηδ᾽ ὀνομήνῃς:
11.252 αὐτὰρ ἐγώ τοί εἰμι Ποσειδάων ἐνοσίχθων.
11.253 ὣς εἰπὼν ὑπὸ πόντον ἐδύσετο κυμαίνοντα.
11.254 ἡ δ᾽ ὑποκυσαμένη Πελίην τέκε καὶ Νηλῆα,
11.255 τὼ κρατερὼ θεράποντε Διὸς μεγάλοιο γενέσθην
11.256 ἀμφοτέρω: Πελίης μὲν ἐν εὐρυχόρῳ Ἰαωλκῷ
11.257 ναῖε πολύρρηνος, ὁ δ᾽ ἄρ᾽ ἐν Πύλῳ ἠμαθόεντι.
11.258 τοὺς δ᾽ ἑτέρους Κρηθῆι τέκεν βασίλεια γυναικῶν,
11.259 Αἴσονά τ᾽ ἠδὲ Φέρητ᾽ Ἀμυθάονά θ᾽ ἱππιοχάρμην.
11.260 τὴν δὲ μετ᾽ Ἀντιόπην ἴδον, Ἀσωποῖο θύγατρα,
11.261 ἣ δὴ καὶ Διὸς εὔχετ᾽ ἐν ἀγκοίνῃσιν ἰαῦσαι,
11.262 καί ῥ᾽ ἔτεκεν δύο παῖδ᾽, Ἀμφίονά τε Ζῆθόν τε,
11.263 οἳ πρῶτοι Θήβης ἕδος ἔκτισαν ἑπταπύλοιο,
11.264 πύργωσάν τ᾽, ἐπεὶ οὐ μὲν ἀπύργωτόν γ᾽ ἐδύναντο
11.265 ναιέμεν εὐρύχορον Θήβην, κρατερώ περ ἐόντε.
11.266 τὴν δὲ μετ᾽ Ἀλκμήνην ἴδον, Ἀμφιτρύωνος ἄκοιτιν,
11.267 ἥ ῥ᾽ Ἡρακλῆα θρασυμέμνονα θυμολέοντα
11.268 γείνατ᾽ ἐν ἀγκοίνῃσι Διὸς μεγάλοιο μιγεῖσα:
11.269 καὶ Μεγάρην, Κρείοντος ὑπερθύμοιο θύγατρα,
11.270 τὴν ἔχεν Ἀμφιτρύωνος υἱὸς μένος αἰὲν ἀτειρής.
11.271 μητέρα τ᾽ Οἰδιπόδαο ἴδον, καλὴν Ἐπικάστην,
11.272 ἣ μέγα ἔργον ἔρεξεν ἀιδρείῃσι νόοιο
11.273 γημαμένη ᾧ υἷι: ὁ δ᾽ ὃν πατέρ᾽ ἐξεναρίξας
11.274 γῆμεν: ἄφαρ δ᾽ ἀνάπυστα θεοὶ θέσαν ἀνθρώποισιν.
11.275 ἀλλ᾽ ὁ μὲν ἐν Θήβῃ πολυηράτῳ ἄλγεα πάσχων
11.276 Καδμείων ἤνασσε θεῶν ὀλοὰς διὰ βουλάς:
11.277 ἡ δ᾽ ἔβη εἰς Ἀίδαο πυλάρταο κρατεροῖο,
11.278 ἁψαμένη βρόχον αἰπὺν ἀφ᾽ ὑψηλοῖο μελάθρου,
11.279 ᾧ ἄχεϊ σχομένη: τῷ δ᾽ ἄλγεα κάλλιπ᾽ ὀπίσσω
11.280 πολλὰ μάλ᾽, ὅσσα τε μητρὸς Ἐρινύες ἐκτελέουσιν.
11.281 καὶ Χλῶριν εἶδον περικαλλέα, τήν ποτε Νηλεὺς
11.282 γῆμεν ἑὸν διὰ κάλλος, ἐπεὶ πόρε μυρία ἕδνα,
11.283 ὁπλοτάτην κούρην Ἀμφίονος Ἰασίδαο,
11.284 ὅς ποτ᾽ ἐν Ὀρχομενῷ Μινυείῳ ἶφι ἄνασσεν:
11.285 ἡ δὲ Πύλου βασίλευε, τέκεν δέ οἱ ἀγλαὰ τέκνα,
11.286 Νέστορά τε Χρόνιον τε Περικλύμενόν τ᾽ ἀγέρωχον.
11.287 τοῖσι δ᾽ ἐπ᾽ ἰφθίμην Πηρὼ τέκε, θαῦμα βροτοῖσι,
11.288 τὴν πάντες μνώοντο περικτίται: οὐδ᾽ ἄρα Νηλεὺς
11.289 τῷ ἐδίδου ὃς μὴ ἕλικας βόας εὐρυμετώπους
11.290 ἐκ Φυλάκης ἐλάσειε βίης Ἰφικληείης
11.291 ἀργαλέας: τὰς δ᾽ οἶος ὑπέσχετο μάντις ἀμύμων
11.292 ἐξελάαν: χαλεπὴ δὲ θεοῦ κατὰ μοῖρα πέδησε,
11.293 δεσμοί τ᾽ ἀργαλέοι καὶ βουκόλοι ἀγροιῶται.
11.294 ἀλλ᾽ ὅτε δὴ μῆνές τε καὶ ἡμέραι ἐξετελεῦντο
11.295 ἂψ περιτελλομένου ἔτεος καὶ ἐπήλυθον ὧραι,
11.296 καὶ τότε δή μιν ἔλυσε βίη Ἰφικληείη,
11.297 θέσφατα πάντ᾽ εἰπόντα: Διὸς δ᾽ ἐτελείετο βουλή.
11.298 καὶ Λήδην εἶδον, τὴν Τυνδαρέου παράκοιτιν,
11.299 ἥ ῥ᾽ ὑπὸ Τυνδαρέῳ κρατερόφρονε γείνατο παῖδε,
11.300 Κάστορά θ᾽ ἱππόδαμον καὶ πὺξ ἀγαθὸν Πολυδεύκεα,
11.301 τοὺς ἄμφω ζωοὺς κατέχει φυσίζοος αἶα:
11.302 οἳ καὶ νέρθεν γῆς τιμὴν πρὸς Ζηνὸς ἔχοντες
11.303 ἄλλοτε μὲν ζώουσ᾽ ἑτερήμεροι, ἄλλοτε δ᾽ αὖτε
11.304 τεθνᾶσιν: τιμὴν δὲ λελόγχασιν ἶσα θεοῖσι.
11.305 τὴν δὲ μετ᾽ Ἰφιμέδειαν, Ἀλωῆος παράκοιτιν
11.306 εἴσιδον, ἣ δὴ φάσκε Ποσειδάωνι μιγῆναι,
11.307 καί ῥ᾽ ἔτεκεν δύο παῖδε, μινυνθαδίω δ᾽ ἐγενέσθην,
11.308 Ὦτόν τ᾽ ἀντίθεον τηλεκλειτόν τ᾽ Ἐφιάλτην,
11.309 οὓς δὴ μηκίστους θρέψε ζείδωρος ἄρουρα
11.310 καὶ πολὺ καλλίστους μετά γε κλυτὸν Ὠρίωνα:
11.311 ἐννέωροι γὰρ τοί γε καὶ ἐννεαπήχεες ἦσαν
11.312 εὖρος, ἀτὰρ μῆκός γε γενέσθην ἐννεόργυιοι.
11.313 οἵ ῥα καὶ ἀθανάτοισιν ἀπειλήτην ἐν Ὀλύμπῳ
11.314 φυλόπιδα στήσειν πολυάικος πολέμοιο.
11.315 Ὄσσαν ἐπ᾽ Οὐλύμπῳ μέμασαν θέμεν, αὐτὰρ ἐπ᾽ Ὄσσῃ
11.316 Πήλιον εἰνοσίφυλλον, ἵν᾽ οὐρανὸς ἀμβατὸς εἴη.
11.317 καί νύ κεν ἐξετέλεσσαν, εἰ ἥβης μέτρον ἵκοντο:
11.318 ἀλλ᾽ ὄλεσεν Διὸς υἱός, ὃν ἠύκομος τέκε Λητώ,
11.319 ἀμφοτέρω, πρίν σφωιν ὑπὸ κροτάφοισιν ἰούλους
11.320 ἀνθῆσαι πυκάσαι τε γένυς ἐυανθέι λάχνῃ.
11.321 Φαίδρην τε Πρόκριν τε ἴδον καλήν τ᾽ Ἀριάδνην,
11.322 κούρην Μίνωος ὀλοόφρονος, ἥν ποτε Θησεὺς
11.323 ἐκ Κρήτης ἐς γουνὸν Ἀθηνάων ἱεράων
11.324 ἦγε μέν, οὐδ᾽ ἀπόνητο: πάρος δέ μιν Ἄρτεμις ἔκτα
11.325 Δίῃ ἐν ἀμφιρύτῃ Διονύσου μαρτυρίῃσιν.
11.326 Μαῖράν τε Κλυμένην τε ἴδον στυγερήν τ᾽ Ἐριφύλην,
11.327 ἣ χρυσὸν φίλου ἀνδρὸς ἐδέξατο τιμήεντα.
11.328 πάσας δ᾽ οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδ᾽ ὀνομήνω,
11.329 ὅσσας ἡρώων ἀλόχους ἴδον ἠδὲ θύγατρας:
11.330 πρὶν γάρ κεν καὶ νὺξ φθῖτ᾽ ἄμβροτος. ἀλλὰ καὶ ὥρη
11.331 εὕδειν, ἢ ἐπὶ νῆα θοὴν ἐλθόντ᾽ ἐς ἑταίρους
11.332 ἢ αὐτοῦ: πομπὴ δὲ θεοῖς ὑμῖν τε μελήσει.
11.333 ὣς ἔφαθ᾽, οἱ δ᾽ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ,
11.334 κηληθμῷ δ᾽ ἔσχοντο κατὰ μέγαρα σκιόεντα.
11.335 τοῖσιν δ᾽ Ἀρήτη λευκώλενος ἤρχετο μύθων.
11.336 Φαίηκες, πῶς ὔμμιν ἀνὴρ ὅδε φαίνεται εἶναι
11.337 εἶδός τε μέγεθός τε ἰδὲ φρένας ἔνδον ἐίσας;
11.338 ξεῖνος δ᾽ αὖτ᾽ ἐμός ἐστιν, ἕκαστος δ᾽ ἔμμορε τιμῆς:
11.339 τῷ μὴ ἐπειγόμενοι ἀποπέμπετε, μηδὲ τὰ δῶρα
11.340 οὕτω χρηίζοντι κολούετε: πολλὰ γὰρ ὑμῖν
11.341 κτήματ᾽ ἐνὶ μεγάροισι θεῶν ἰότητι κέονται.
11.342 τοῖσι δὲ καὶ μετέειπε γέρων ἥρως Ἐχένηος,
11.343 ὃς δὴ Φαιήκων ἀνδρῶν προγενέστερος ἦεν:
11.344 ὦ φίλοι, οὐ μὰν ἧμιν ἀπὸ σκοποῦ οὐδ᾽ ἀπὸ δόξης
11.345 μυθεῖται βασίλεια περίφρων: ἀλλὰ πίθεσθε.
11.346 Ἀλκινόου δ᾽ ἐκ τοῦδ᾽ ἔχεται ἔργον τε ἔπος τε.
11.347 τὸν δ᾽ αὖτ᾽ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε:
11.348 τοῦτο μὲν οὕτω δὴ ἔσται ἔπος, αἴ κεν ἐγώ γε
11.349 ζωὸς Φαιήκεσσι φιληρέτμοισιν ἀνάσσω:
11.350 ξεῖνος δὲ τλήτω μάλα περ νόστοιο χατίζων
11.351 ἔμπης οὖν ἐπιμεῖναι ἐς αὔριον, εἰς ὅ κε πᾶσαν
11.352 δωτίνην τελέσω: πομπὴ δ᾽ ἄνδρεσσι μελήσει
11.353 πᾶσι, μάλιστα δ᾽ ἐμοί: τοῦ γὰρ κράτος ἔστ᾽ ἐνὶ δήμῳ.
11.354 τὸν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς:
11.355 Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,
11.356 εἴ με καὶ εἰς ἐνιαυτὸν ἀνώγοιτ᾽ αὐτόθι μίμνειν,
11.357 πομπὴν δ᾽ ὀτρύνοιτε καὶ ἀγλαὰ δῶρα διδοῖτε,
11.358 καὶ κε τὸ βουλοίμην, καί κεν πολὺ κέρδιον εἴη,
11.359 πλειοτέρῃ σὺν χειρὶ φίλην ἐς πατρίδ᾽ ἱκέσθαι:
11.360 καί κ᾽ αἰδοιότερος καὶ φίλτερος ἀνδράσιν εἴην
11.361 πᾶσιν, ὅσοι μ᾽ Ἰθάκηνδε ἰδοίατο νοστήσαντα.
11.362 τὸν δ᾽ αὖτ᾽ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε:
11.363 ὦ Ὀδυσεῦ, τὸ μὲν οὔ τί σ᾽ ἐίσκομεν εἰσορόωντες,
11.364 ἠπεροπῆά τ᾽ ἔμεν καὶ ἐπίκλοπον, οἷά τε πολλοὺς
11.365 βόσκει γαῖα μέλαινα πολυσπερέας ἀνθρώπους,
11.366 ψεύδεά τ᾽ ἀρτύνοντας ὅθεν κέ τις οὐδὲ ἴδοιτο:
11.367 σοὶ δ᾽ ἔπι μὲν μορφὴ ἐπέων, ἔνι δὲ φρένες ἐσθλαί.
11.368 μῦθον δ᾽ ὡς ὅτ᾽ ἀοιδὸς ἐπισταμένως κατέλεξας,
11.369 πάντων τ᾽ Ἀργείων σέο τ᾽ αὐτοῦ κήδεα λυγρά.
11.370 ἀλλ᾽ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,
11.371 εἴ τινας ἀντιθέων ἑτάρων ἴδες, οἵ τοι ἅμ᾽ αὐτῷ
11.372 Ἴλιον εἰς ἅμ᾽ ἕποντο καὶ αὐτοῦ πότμον ἐπέσπον.
11.373 νὺξ δ᾽ ἥδε μάλα μακρή, ἀθέσφατος: οὐδέ πω ὥρη
11.374 εὕδειν ἐν μεγάρῳ, σὺ δέ μοι λέγε θέσκελα ἔργα.
11.375 καί κεν ἐς ἠῶ δῖαν ἀνασχοίμην, ὅτε μοι σὺ
11.376 τλαίης ἐν μεγάρῳ τὰ σὰ κήδεα μυθήσασθαι.
11.377 τὸν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς:
11.378 Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,
11.379 ὥρη μὲν πολέων μύθων, ὥρη δὲ καὶ ὕπνου:
11.380 εἰ δ᾽ ἔτ᾽ ἀκουέμεναί γε λιλαίεαι, οὐκ ἂν ἐγώ γε
11.381 τούτων σοι φθονέοιμι καὶ οἰκτρότερ᾽ ἄλλ᾽ ἀγορεύειν,
11.382 κήδε᾽ ἐμῶν ἑτάρων, οἳ δὴ μετόπισθεν ὄλοντο,
11.383 οἳ Τρώων μὲν ὑπεξέφυγον στονόεσσαν ἀυτήν,
11.384 ἐν νόστῳ δ᾽ ἀπόλοντο κακῆς ἰότητι γυναικός.
11.385 αὐτὰρ ἐπεὶ ψυχὰς μὲν ἀπεσκέδασ᾽ ἄλλυδις ἄλλῃ
11.386 ἁγνὴ Περσεφόνεια γυναικῶν θηλυτεράων,
11.387 ἦλθε δ᾽ ἐπὶ ψυχὴ Ἀγαμέμνονος Ἀτρεΐδαο
11.388 ἀχνυμένη: περὶ δ᾽ ἄλλαι ἀγηγέραθ᾽, ὅσσοι ἅμ᾽ αὐτῷ
11.389 οἴκῳ ἐν Αἰγίσθοιο θάνον καὶ πότμον ἐπέσπον.
11.390 ἔγνω δ᾽ αἶψ᾽ ἔμ᾽ ἐκεῖνος, ἐπεὶ πίεν αἷμα κελαινόν:
11.391 κλαῖε δ᾽ ὅ γε λιγέως, θαλερὸν κατὰ δάκρυον εἴβων,
11.392 πιτνὰς εἰς ἐμὲ χεῖρας, ὀρέξασθαι μενεαίνων:
11.393 ἀλλ᾽ οὐ γάρ οἱ ἔτ᾽ ἦν ἲς ἔμπεδος οὐδέ τι κῖκυς,
11.394 οἵη περ πάρος ἔσκεν ἐνὶ γναμπτοῖσι μέλεσσι.
11.395 τὸν μὲν ἐγὼ δάκρυσα ἰδὼν ἐλέησά τε θυμῷ,
11.396 καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων:
11.397 Ἀτρεΐδη κύδιστε, ἄναξ ἀνδρῶν Ἀγάμεμνον,
11.398 τίς νύ σε κὴρ ἐδάμασσε τανηλεγέος θανάτοιο;
11.399 ἦε σέ γ᾽ ἐν νήεσσι Ποσειδάων ἐδάμασσεν
11.400 ὄρσας ἀργαλέων ἀνέμων ἀμέγαρτον ἀυτμήν;
11.401 ἦέ σ᾽ ἀνάρσιοι ἄνδρες ἐδηλήσαντ᾽ ἐπὶ χέρσου
11.402 βοῦς περιταμνόμενον ἠδ᾽ οἰῶν πώεα καλά,
11.403 ἠὲ περὶ πτόλιος μαχεούμενον ἠδὲ γυναικῶν;
11.404 ὣς ἐφάμην, ὁ δέ μ᾽ αὐτίκ᾽ ἀμειβόμενος προσέειπε:
11.405 διογενὲς Λαερτιάδη, πολυμήχαν᾽ Ὀδυσσεῦ,
11.406 οὔτ᾽ ἐμέ γ᾽ ἐν νήεσσι Ποσειδάων ἐδάμασσεν
11.407 ὄρσας ἀργαλέων ἀνέμων ἀμέγαρτον ἀυτμήν,
11.408 οὔτε μ᾽ ἀνάρσιοι ἄνδρες ἐδηλήσαντ᾽ ἐπὶ χέρσου,
11.409 ἀλλά μοι Αἴγισθος τεύξας θάνατόν τε μόρον τε
11.410 ἔκτα σὺν οὐλομένῃ ἀλόχῳ, οἶκόνδε καλέσσας,
11.411 δειπνίσσας, ὥς τίς τε κατέκτανε βοῦν ἐπὶ φάτνῃ.
11.412 ὣς θάνον οἰκτίστῳ θανάτῳ: περὶ δ᾽ ἄλλοι ἑταῖροι
11.413 νωλεμέως κτείνοντο σύες ὣς ἀργιόδοντες,
11.414 οἵ ῥά τ᾽ ἐν ἀφνειοῦ ἀνδρὸς μέγα δυναμένοιο
11.415 ἢ γάμῳ ἢ ἐράνῳ ἢ εἰλαπίνῃ τεθαλυίῃ.
11.416 ἤδη μὲν πολέων φόνῳ ἀνδρῶν ἀντεβόλησας,
11.417 μουνὰξ κτεινομένων καὶ ἐνὶ κρατερῇ ὑσμίνῃ:
11.418 ἀλλά κε κεῖνα μάλιστα ἰδὼν ὀλοφύραο θυμῷ,
11.419 ὡς ἀμφὶ κρητῆρα τραπέζας τε πληθούσας
11.420 κείμεθ᾽ ἐνὶ μεγάρῳ, δάπεδον δ᾽ ἅπαν αἵματι θῦεν.
11.421 οἰκτροτάτην δ᾽ ἤκουσα ὄπα Πριάμοιο θυγατρός,
11.422 Κασσάνδρης, τὴν κτεῖνε Κλυταιμνήστρη δολόμητις
11.423 ἀμφ᾽ ἐμοί, αὐτὰρ ἐγὼ ποτὶ γαίῃ χεῖρας ἀείρων
11.424 βάλλον ἀποθνήσκων περὶ φασγάνῳ: ἡ δὲ κυνῶπις
11.425 νοσφίσατ᾽, οὐδέ μοι ἔτλη ἰόντι περ εἰς Ἀίδαο
11.426 χερσὶ κατ᾽ ὀφθαλμοὺς ἑλέειν σύν τε στόμ᾽ ἐρεῖσαι.
11.427 ὣς οὐκ αἰνότερον καὶ κύντερον ἄλλο γυναικός,
11.428 ἥ τις δὴ τοιαῦτα μετὰ φρεσὶν ἔργα βάληται:
11.429 οἷον δὴ καὶ κείνη ἐμήσατο ἔργον ἀεικές,
11.430 κουριδίῳ τεύξασα πόσει φόνον. ἦ τοι ἔφην γε
11.431 ἀσπάσιος παίδεσσιν ἰδὲ δμώεσσιν ἐμοῖσιν
11.432 οἴκαδ᾽ ἐλεύσεσθαι: ἡ δ᾽ ἔξοχα λυγρὰ ἰδυῖα
11.433 οἷ τε κατ᾽ αἶσχος ἔχευε καὶ ἐσσομένῃσιν ὀπίσσω
11.434 θηλυτέρῃσι γυναιξί, καὶ ἥ κ᾽ ἐυεργὸς ἔῃσιν.
11.435 ὣς ἔφατ᾽, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον:
11.436 ὢ πόποι, ἦ μάλα δὴ γόνον Ἀτρέος εὐρύοπα Ζεὺς
11.437 ἐκπάγλως ἤχθηρε γυναικείας διὰ βουλὰς
11.438 ἐξ ἀρχῆς: Ἑλένης μὲν ἀπωλόμεθ᾽ εἵνεκα πολλοί,
11.439 σοὶ δὲ Κλυταιμνήστρη δόλον ἤρτυε τηλόθ᾽ ἐόντι.
11.440 ὣς ἐφάμην, ὁ δέ μ᾽ αὐτίκ᾽ ἀμειβόμενος προσέειπε:
11.441 τῷ νῦν μή ποτε καὶ σὺ γυναικί περ ἤπιος εἶναι:
11.442 μή οἱ μῦθον ἅπαντα πιφαυσκέμεν, ὅν κ᾽ ἐὺ εἰδῇς,
11.443 ἀλλὰ τὸ μὲν φάσθαι, τὸ δὲ καὶ κεκρυμμένον εἶναι.
11.444 ἀλλ᾽ οὐ σοί γ᾽, Ὀδυσεῦ, φόνος ἔσσεται ἔκ γε γυναικός:
11.445 λίην γὰρ πινυτή τε καὶ εὖ φρεσὶ μήδεα οἶδε
11.446 κούρη Ἰκαρίοιο, περίφρων Πηνελόπεια.
11.447 ἦ μέν μιν νύμφην γε νέην κατελείπομεν ἡμεῖς
11.448 ἐρχόμενοι πόλεμόνδε: πάϊς δέ οἱ ἦν ἐπὶ μαζῷ
11.449 νήπιος, ὅς που νῦν γε μετ᾽ ἀνδρῶν ἵζει ἀριθμῷ,
11.450 ὄλβιος: ἦ γὰρ τόν γε πατὴρ φίλος ὄψεται ἐλθών,
11.451 καὶ κεῖνος πατέρα προσπτύξεται, ἣ θέμις ἐστίν.
11.452 ἡ δ᾽ ἐμὴ οὐδέ περ υἷος ἐνιπλησθῆναι ἄκοιτις
11.453 ὀφθαλμοῖσιν ἔασε: πάρος δέ με πέφνε καὶ αὐτόν.
11.454 ἄλλο δέ τοι ἐρέω, σὺ δ᾽ ἐνὶ φρεσὶ βάλλεο σῇσιν:
11.455 κρύβδην, μηδ᾽ ἀναφανδά, φίλην ἐς πατρίδα γαῖαν
11.456 νῆα κατισχέμεναι: ἐπεὶ οὐκέτι πιστὰ γυναιξίν.
11.457 ἀλλ᾽ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,
11.458 εἴ που ἔτι ζώοντος ἀκούετε παιδὸς ἐμοῖο,
11.459 ἤ που ἐν Ὀρχομενῷ ἢ ἐν Πύλῳ ἠμαθόεντι,
11.460 ἤ που πὰρ Μενελάῳ ἐνὶ Σπάρτῃ εὐρείῃ:
11.461 οὐ γάρ πω τέθνηκεν ἐπὶ χθονὶ δῖος Ὀρέστης.
11.462 ὣς ἔφατ᾽, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον:
11.463 Ἀτρεΐδη, τί με ταῦτα διείρεαι; οὐδέ τι οἶδα,
11.464 ζώει ὅ γ᾽ ἦ τέθνηκε: κακὸν δ᾽ ἀνεμώλια βάζειν.
11.465 νῶι μὲν ὣς ἐπέεσσιν ἀμειβομένω στυγεροῖσιν
11.466 ἕσταμεν ἀχνύμενοι θαλερὸν κατὰ δάκρυ χέοντες:
11.467 ἦλθε δ᾽ ἐπὶ ψυχὴ Πηληϊάδεω Ἀχιλῆος
11.468 καὶ Πατροκλῆος καὶ ἀμύμονος Ἀντιλόχοιο
11.469 Αἴαντός θ᾽, ὃς ἄριστος ἔην εἶδός τε δέμας τε
11.470 τῶν ἄλλων Δαναῶν μετ᾽ ἀμύμονα Πηλεΐωνα.
11.471 ἔγνω δὲ ψυχή με ποδώκεος Αἰακίδαο
11.472 καί ῥ᾽ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα:
11.473 διογενὲς Λαερτιάδη, πολυμήχαν᾽ Ὀδυσσεῦ,
11.474 σχέτλιε, τίπτ᾽ ἔτι μεῖζον ἐνὶ φρεσὶ μήσεαι ἔργον;
11.475 πῶς ἔτλης Ἄϊδόσδε κατελθέμεν, ἔνθα τε νεκροὶ
11.476 ἀφραδέες ναίουσι, βροτῶν εἴδωλα καμόντων;
11.477 ὣς ἔφατ᾽, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον:
11.478 ὦ Ἀχιλεῦ Πηλῆος υἱέ, μέγα φέρτατ᾽ Ἀχαιῶν,
11.479 ἦλθον Τειρεσίαο κατὰ χρέος, εἴ τινα βουλὴν
11.480 εἴποι, ὅπως Ἰθάκην ἐς παιπαλόεσσαν ἱκοίμην:
11.481 οὐ γάρ πω σχεδὸν ἦλθον Ἀχαιΐδος, οὐδέ πω ἁμῆς
11.482 γῆς ἐπέβην, ἀλλ᾽ αἰὲν ἔχω κακά. σεῖο δ᾽, Ἀχιλλεῦ,
11.483 οὔ τις ἀνὴρ προπάροιθε μακάρτατος οὔτ᾽ ἄρ᾽ ὀπίσσω.
11.484 πρὶν μὲν γάρ σε ζωὸν ἐτίομεν ἶσα θεοῖσιν
11.485 Ἀργεῖοι, νῦν αὖτε μέγα κρατέεις νεκύεσσιν
11.486 ἐνθάδ᾽ ἐών: τῷ μή τι θανὼν ἀκαχίζευ, Ἀχιλλεῦ.
11.487 ὣς ἐφάμην, ὁ δέ μ᾽ αὐτίκ᾽ ἀμειβόμενος προσέειπε:
11.488 μὴ δή μοι θάνατόν γε παραύδα, φαίδιμ᾽ Ὀδυσσεῦ.
11.489 βουλοίμην κ᾽ ἐπάρουρος ἐὼν θητευέμεν ἄλλῳ,
11.490 ἀνδρὶ παρ᾽ ἀκλήρῳ, ᾧ μὴ βίοτος πολὺς εἴη,
11.491 ἢ πᾶσιν νεκύεσσι καταφθιμένοισιν ἀνάσσειν.
11.492 ἀλλ᾽ ἄγε μοι τοῦ παιδὸς ἀγαυοῦ μῦθον ἐνίσπες,
11.493 ἢ ἕπετ᾽ ἐς πόλεμον πρόμος ἔμμεναι, ἦε καὶ οὐκί.
11.494 εἰπὲ δέ μοι Πηλῆος ἀμύμονος, εἴ τι πέπυσσαι,
11.495 ἢ ἔτ᾽ ἔχει τιμὴν πολέσιν μετὰ Μυρμιδόνεσσιν,
11.496 ἦ μιν ἀτιμάζουσιν ἀν᾽ Ἑλλάδα τε Φθίην τε,
11.497 οὕνεκά μιν κατὰ γῆρας ἔχει χεῖράς τε πόδας τε.
11.498 οὐ γὰρ ἐγὼν ἐπαρωγὸς ὑπ᾽ αὐγὰς ἠελίοιο,
11.499 τοῖος ἐών, οἷός ποτ᾽ ἐνὶ Τροίῃ εὐρείῃ
11.500 πέφνον λαὸν ἄριστον, ἀμύνων Ἀργείοισιν:
11.501 εἰ τοιόσδ᾽ ἔλθοιμι μίνυνθά περ ἐς πατέρος δῶ:
11.502 τῷ κέ τεῳ στύξαιμι μένος καὶ χεῖρας ἀάπτους,
11.503 οἳ κεῖνον βιόωνται ἐέργουσίν τ᾽ ἀπὸ τιμῆς.
11.504 ὣς ἔφατ᾽, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον:
11.505 ἦ τοι μὲν Πηλῆος ἀμύμονος οὔ τι πέπυσμαι,
11.506 αὐτάρ τοι παιδός γε Νεοπτολέμοιο φίλοιο
11.507 πᾶσαν ἀληθείην μυθήσομαι, ὥς με κελεύεις:
11.508 αὐτὸς γάρ μιν ἐγὼ κοίλης ἐπὶ νηὸς ἐίσης
11.509 ἤγαγον ἐκ Σκύρου μετ᾽ ἐυκνήμιδας Ἀχαιούς.
11.510 ἦ τοι ὅτ᾽ ἀμφὶ πόλιν Τροίην φραζοίμεθα βουλάς,
11.511 αἰεὶ πρῶτος ἔβαζε καὶ οὐχ ἡμάρτανε μύθων:
11.512 Νέστωρ ἀντίθεος καὶ ἐγὼ νικάσκομεν οἴω.
11.513 αὐτὰρ ὅτ᾽ ἐν πεδίῳ Τρώων μαρναίμεθα χαλκῷ,
11.514 οὔ ποτ᾽ ἐνὶ πληθυῖ μένεν ἀνδρῶν οὐδ᾽ ἐν ὁμίλῳ,
11.515 ἀλλὰ πολὺ προθέεσκε τὸ ὃν μένος οὐδενὶ εἴκων,
11.516 πολλοὺς δ᾽ ἄνδρας ἔπεφνεν ἐν αἰνῇ δηιοτῆτι.
11.517 πάντας δ᾽ οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδ᾽ ὀνομήνω,
11.518 ὅσσον λαὸν ἔπεφνεν ἀμύνων Ἀργείοισιν,
11.519 ἀλλ᾽ οἷον τὸν Τηλεφίδην κατενήρατο χαλκῷ,
11.520 ἥρω᾽ Εὐρύπυλον, πολλοὶ δ᾽ ἀμφ᾽ αὐτὸν ἑταῖροι
11.521 Κήτειοι κτείνοντο γυναίων εἵνεκα δώρων.
11.522 κεῖνον δὴ κάλλιστον ἴδον μετὰ Μέμνονα δῖον.
11.523 αὐτὰρ ὅτ᾽ εἰς ἵππον κατεβαίνομεν, ὃν κάμ᾽ Ἐπειός,
11.524 Ἀργείων οἱ ἄριστοι, ἐμοὶ δ᾽ ἐπὶ πάντα τέταλτο,
11.525 ἠμὲν ἀνακλῖναι πυκινὸν λόχον ἠδ᾽ ἐπιθεῖναι,
11.526 ἔνθ᾽ ἄλλοι Δαναῶν ἡγήτορες ἠδὲ μέδοντες
11.527 δάκρυά τ᾽ ὠμόργνυντο τρέμον θ᾽ ὑπὸ γυῖα ἑκάστου:
11.528 κεῖνον δ᾽ οὔ ποτε πάμπαν ἐγὼν ἴδον ὀφθαλμοῖσιν
11.529 οὔτ᾽ ὠχρήσαντα χρόα κάλλιμον οὔτε παρειῶν
11.530 δάκρυ ὀμορξάμενον: ὁ δέ γε μάλα πόλλ᾽ ἱκέτευεν
11.531 ἱππόθεν ἐξέμεναι, ξίφεος δ᾽ ἐπεμαίετο κώπην
11.532 καὶ δόρυ χαλκοβαρές, κακὰ δὲ Τρώεσσι μενοίνα.
11.533 ἀλλ᾽ ὅτε δὴ Πριάμοιο πόλιν διεπέρσαμεν αἰπήν,
11.534 μοῖραν καὶ γέρας ἐσθλὸν ἔχων ἐπὶ νηὸς ἔβαινεν
11.535 ἀσκηθής, οὔτ᾽ ἂρ βεβλημένος ὀξέι χαλκῷ
11.536 οὔτ᾽ αὐτοσχεδίην οὐτασμένος, οἷά τε πολλὰ
11.537 γίγνεται ἐν πολέμῳ: ἐπιμὶξ δέ τε μαίνεται Ἄρης.
11.538 ὣς ἐφάμην, ψυχὴ δὲ ποδώκεος Αἰακίδαο
11.539 φοίτα μακρὰ βιβᾶσα κατ᾽ ἀσφοδελὸν λειμῶνα,
11.540 γηθοσύνη ὅ οἱ υἱὸν ἔφην ἀριδείκετον εἶναι.
11.541 αἱ δ᾽ ἄλλαι ψυχαὶ νεκύων κατατεθνηώτων
11.542 ἕστασαν ἀχνύμεναι, εἴροντο δὲ κήδε᾽ ἑκάστη.
11.543 οἴη δ᾽ Αἴαντος ψυχὴ Τελαμωνιάδαο
11.544 νόσφιν ἀφεστήκει, κεχολωμένη εἵνεκα νίκης,
11.545 τήν μιν ἐγὼ νίκησα δικαζόμενος παρὰ νηυσὶ
11.546 τεύχεσιν ἀμφ᾽ Ἀχιλῆος: ἔθηκε δὲ πότνια μήτηρ.
11.547 παῖδες δὲ Τρώων δίκασαν καὶ Παλλὰς Ἀθήνη.
11.548 ὡς δὴ μὴ ὄφελον νικᾶν τοιῷδ᾽ ἐπ᾽ ἀέθλῳ:
11.549 τοίην γὰρ κεφαλὴν ἕνεκ᾽ αὐτῶν γαῖα κατέσχεν,
11.550 Αἴανθ᾽, ὃς πέρι μὲν εἶδος, πέρι δ᾽ ἔργα τέτυκτο
11.551 τῶν ἄλλων Δαναῶν μετ᾽ ἀμύμονα Πηλεΐωνα.
11.552 τὸν μὲν ἐγὼν ἐπέεσσι προσηύδων μειλιχίοισιν:
11.553 Αἶαν, παῖ Τελαμῶνος ἀμύμονος, οὐκ ἄρ᾽ ἔμελλες
11.554 οὐδὲ θανὼν λήσεσθαι ἐμοὶ χόλου εἵνεκα τευχέων
11.555 οὐλομένων; τὰ δὲ πῆμα θεοὶ θέσαν Ἀργείοισι,
11.556 τοῖος γάρ σφιν πύργος ἀπώλεο: σεῖο δ᾽ Ἀχαιοὶ
11.557 ἶσον Ἀχιλλῆος κεφαλῇ Πηληϊάδαο
11.558 ἀχνύμεθα φθιμένοιο διαμπερές: οὐδέ τις ἄλλος
11.559 αἴτιος, ἀλλὰ Ζεὺς Δαναῶν στρατὸν αἰχμητάων
11.560 ἐκπάγλως ἤχθηρε, τεῒν δ᾽ ἐπὶ μοῖραν ἔθηκεν.
11.561 ἀλλ᾽ ἄγε δεῦρο, ἄναξ, ἵν᾽ ἔπος καὶ μῦθον ἀκούσῃς
11.562 ἡμέτερον: δάμασον δὲ μένος καὶ ἀγήνορα θυμόν.
11.563 ὣς ἐφάμην, ὁ δέ μ᾽ οὐδὲν ἀμείβετο, βῆ δὲ μετ᾽ ἄλλας
11.564 ψυχὰς εἰς Ἔρεβος νεκύων κατατεθνηώτων.
11.565 ἔνθα χ᾽ ὅμως προσέφη κεχολωμένος, ἤ κεν ἐγὼ τόν:
11.566 ἀλλά μοι ἤθελε θυμὸς ἐνὶ στήθεσσι φίλοισι
11.567 τῶν ἄλλων ψυχὰς ἰδέειν κατατεθνηώτων.
11.568 ἔνθ᾽ ἦ τοι Μίνωα ἴδον, Διὸς ἀγλαὸν υἱόν,
11.569 χρύσεον σκῆπτρον ἔχοντα, θεμιστεύοντα νέκυσσιν,
11.570 ἥμενον, οἱ δέ μιν ἀμφὶ δίκας εἴροντο ἄνακτα,
11.571 ἥμενοι ἑσταότες τε κατ᾽ εὐρυπυλὲς Ἄϊδος δῶ.
11.572 τὸν δὲ μετ᾽ Ὠρίωνα πελώριον εἰσενόησα
11.573 θῆρας ὁμοῦ εἰλεῦντα κατ᾽ ἀσφοδελὸν λειμῶνα,
11.574 τοὺς αὐτὸς κατέπεφνεν ἐν οἰοπόλοισιν ὄρεσσι
11.575 χερσὶν ἔχων ῥόπαλον παγχάλκεον, αἰὲν ἀαγές.
11.576 καὶ Τιτυὸν εἶδον, Γαίης ἐρικυδέος υἱόν,
11.577 κείμενον ἐν δαπέδῳ: ὁ δ᾽ ἐπ᾽ ἐννέα κεῖτο πέλεθρα,
11.578 γῦπε δέ μιν ἑκάτερθε παρημένω ἧπαρ ἔκειρον,
11.579 δέρτρον ἔσω δύνοντες, ὁ δ᾽ οὐκ ἀπαμύνετο χερσί:
11.580 Λητὼ γὰρ ἕλκησε, Διὸς κυδρὴν παράκοιτιν,
11.581 Πυθώδ᾽ ἐρχομένην διὰ καλλιχόρου Πανοπῆος.
11.582 καὶ μὴν Τάνταλον εἰσεῖδον κρατέρ᾽ ἄλγε᾽ ἔχοντα
11.583 ἑστεῶτ᾽ ἐν λίμνῃ: ἡ δὲ προσέπλαζε γενείῳ:
11.584 στεῦτο δὲ διψάων, πιέειν δ᾽ οὐκ εἶχεν ἑλέσθαι:
11.585 ὁσσάκι γὰρ κύψει᾽ ὁ γέρων πιέειν μενεαίνων,
11.586 τοσσάχ᾽ ὕδωρ ἀπολέσκετ᾽ ἀναβροχέν, ἀμφὶ δὲ ποσσὶ
11.587 γαῖα μέλαινα φάνεσκε, καταζήνασκε δὲ δαίμων.
11.588 δένδρεα δ᾽ ὑψιπέτηλα κατὰ κρῆθεν χέε καρπόν,
11.589 ὄγχναι καὶ ῥοιαὶ καὶ μηλέαι ἀγλαόκαρποι
11.590 συκέαι τε γλυκεραὶ καὶ ἐλαῖαι τηλεθόωσαι:
11.591 τῶν ὁπότ᾽ ἰθύσει᾽ ὁ γέρων ἐπὶ χερσὶ μάσασθαι,
11.592 τὰς δ᾽ ἄνεμος ῥίπτασκε ποτὶ νέφεα σκιόεντα.
11.593 καὶ μὴν Σίσυφον εἰσεῖδον κρατέρ᾽ ἄλγε᾽ ἔχοντα
11.594 λᾶαν βαστάζοντα πελώριον ἀμφοτέρῃσιν.
11.595 ἦ τοι ὁ μὲν σκηριπτόμενος χερσίν τε ποσίν τε
11.596 λᾶαν ἄνω ὤθεσκε ποτὶ λόφον: ἀλλ᾽ ὅτε μέλλοι
11.597 ἄκρον ὑπερβαλέειν, τότ᾽ ἀποστρέψασκε κραταιίς:
11.598 αὖτις ἔπειτα πέδονδε κυλίνδετο λᾶας ἀναιδής.
11.599 αὐτὰρ ὅ γ᾽ ἂψ ὤσασκε τιταινόμενος, κατὰ δ᾽ ἱδρὼς
11.600 ἔρρεεν ἐκ μελέων, κονίη δ᾽ ἐκ κρατὸς ὀρώρει.
11.601 τὸν δὲ μετ᾽ εἰσενόησα βίην Ἡρακληείην,
11.602 εἴδωλον: αὐτὸς δὲ μετ᾽ ἀθανάτοισι θεοῖσι
11.603 τέρπεται ἐν θαλίῃς καὶ ἔχει καλλίσφυρον Ἥβην,
11.604 παῖδα Διὸς μεγάλοιο καὶ Ἥρης χρυσοπεδίλου.
11.605 ἀμφὶ δέ μιν κλαγγὴ νεκύων ἦν οἰωνῶν ὥς,
11.606 πάντοσ᾽ ἀτυζομένων: ὁ δ᾽ ἐρεμνῇ νυκτὶ ἐοικώς,
11.607 γυμνὸν τόξον ἔχων καὶ ἐπὶ νευρῆφιν ὀιστόν,
11.608 δεινὸν παπταίνων, αἰεὶ βαλέοντι ἐοικώς.
11.609 σμερδαλέος δέ οἱ ἀμφὶ περὶ στήθεσσιν ἀορτὴρ
11.610 χρύσεος ἦν τελαμών, ἵνα θέσκελα ἔργα τέτυκτο,
11.611 ἄρκτοι τ᾽ ἀγρότεροί τε σύες χαροποί τε λέοντες,
11.612 ὑσμῖναί τε μάχαι τε φόνοι τ᾽ ἀνδροκτασίαι τε.
11.613 μὴ τεχνησάμενος μηδ᾽ ἄλλο τι τεχνήσαιτο,
11.614 ὃς κεῖνον τελαμῶνα ἑῇ ἐγκάτθετο τέχνῃ.
11.615 ἔγνω δ᾽ αὖτ᾽ ἔμ᾽ ἐκεῖνος, ἐπεὶ ἴδεν ὀφθαλμοῖσιν,
11.616 καί μ᾽ ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα:
11.617 διογενὲς Λαερτιάδη, πολυμήχαν᾽ Ὀδυσσεῦ,
11.618 ἆ δείλ᾽, ἦ τινὰ καὶ σὺ κακὸν μόρον ἡγηλάζεις,
11.619 ὅν περ ἐγὼν ὀχέεσκον ὑπ᾽ αὐγὰς ἠελίοιο.
11.620 Ζηνὸς μὲν πάϊς ἦα Κρονίονος, αὐτὰρ ὀιζὺν
11.621 εἶχον ἀπειρεσίην: μάλα γὰρ πολὺ χείρονι φωτὶ
11.622 δεδμήμην, ὁ δέ μοι χαλεποὺς ἐπετέλλετ᾽ ἀέθλους.
11.623 καί ποτέ μ᾽ ἐνθάδ᾽ ἔπεμψε κύν᾽ ἄξοντ᾽: οὐ γὰρ ἔτ᾽ ἄλλον
11.624 φράζετο τοῦδέ γέ μοι κρατερώτερον εἶναι ἄεθλον:
11.625 τὸν μὲν ἐγὼν ἀνένεικα καὶ ἤγαγον ἐξ Ἀίδαο:
11.626 Ἑρμείας δέ μ᾽ ἔπεμψεν ἰδὲ γλαυκῶπις Ἀθήνη.
11.627 ὣς εἰπὼν ὁ μὲν αὖτις ἔβη δόμον Ἄϊδος εἴσω,
11.628 αὐτὰρ ἐγὼν αὐτοῦ μένον ἔμπεδον, εἴ τις ἔτ᾽ ἔλθοι
11.629 ἀνδρῶν ἡρώων, οἳ δὴ τὸ πρόσθεν ὄλοντο.
11.630 καί νύ κ᾽ ἔτι προτέρους ἴδον ἀνέρας, οὓς ἔθελόν περ,
11.631 Θησέα Πειρίθοόν τε, θεῶν ἐρικυδέα τέκνα:
11.632 ἀλλὰ πρὶν ἐπὶ ἔθνε᾽ ἀγείρετο μυρία νεκρῶν
11.633 ἠχῇ θεσπεσίῃ: ἐμὲ δὲ χλωρὸν δέος ᾕρει,
11.634 μή μοι Γοργείην κεφαλὴν δεινοῖο πελώρου
11.635 ἐξ Ἀίδεω πέμψειεν ἀγαυὴ Περσεφόνεια.
11.636 αὐτίκ᾽ ἔπειτ᾽ ἐπὶ νῆα κιὼν ἐκέλευον ἑταίρους
11.637 αὐτούς τ᾽ ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι.
11.638 οἱ δ᾽ αἶψ᾽ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον.
11.639 τὴν δὲ κατ᾽ Ὠκεανὸν ποταμὸν φέρε κῦμα ῥόοιο,
11.640 πρῶτα μὲν εἰρεσίῃ, μετέπειτα δὲ κάλλιμος οὖρος.
12.1 αὐτὰρ ἐπεὶ ποταμοῖο λίπεν ῥόον Ὠκεανοῖο
12.2 νηῦς, ἀπὸ δ᾽ ἵκετο κῦμα θαλάσσης εὐρυπόροιο
12.3 νῆσόν τ᾽ Αἰαίην, ὅθι τ᾽ Ἠοῦς ἠριγενείης
12.4 οἰκία καὶ χοροί εἰσι καὶ ἀντολαὶ Ἠελίοιο,
12.5 νῆα μὲν ἔνθ᾽ ἐλθόντες ἐκέλσαμεν ἐν ψαμάθοισιν,
12.6 ἐκ δὲ καὶ αὐτοὶ βῆμεν ἐπὶ ῥηγμῖνι θαλάσσης:
12.7 ἔνθα δ᾽ ἀποβρίξαντες ἐμείναμεν Ἠῶ δῖαν.
12.8 ἦμος δ᾽ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
12.9 δὴ τότ᾽ ἐγὼν ἑτάρους προΐειν ἐς δώματα Κίρκης
12.10 οἰσέμεναι νεκρόν, Ἐλπήνορα τεθνηῶτα.
12.11 φιτροὺς δ᾽ αἶψα ταμόντες, ὅθ᾽ ἀκροτάτη πρόεχ᾽ ἀκτή,
12.12 θάπτομεν ἀχνύμενοι θαλερὸν κατὰ δάκρυ χέοντες.
12.13 αὐτὰρ ἐπεὶ νεκρός τ᾽ ἐκάη καὶ τεύχεα νεκροῦ,
12.14 τύμβον χεύαντες καὶ ἐπὶ στήλην ἐρύσαντες
12.15 πήξαμεν ἀκροτάτῳ τύμβῳ ἐυῆρες ἐρετμόν.
12.16 ἡμεῖς μὲν τὰ ἕκαστα διείπομεν: οὐδ᾽ ἄρα Κίρκην
12.17 ἐξ Ἀίδεω ἐλθόντες ἐλήθομεν, ἀλλὰ μάλ᾽ ὦκα
12.18 ἦλθ᾽ ἐντυναμένη: ἅμα δ᾽ ἀμφίπολοι φέρον αὐτῇ
12.19 σῖτον καὶ κρέα πολλὰ καὶ αἴθοπα οἶνον ἐρυθρόν.
12.20 ἡ δ᾽ ἐν μέσσῳ στᾶσα μετηύδα δῖα θεάων:
12.21 σχέτλιοι, οἳ ζώοντες ὑπήλθετε δῶμ᾽ Ἀίδαο,
12.22 δισθανέες, ὅτε τ᾽ ἄλλοι ἅπαξ θνῄσκουσ᾽ ἄνθρωποι.
12.23 ἀλλ᾽ ἄγετ᾽ ἐσθίετε βρώμην καὶ πίνετε οἶνον
12.24 αὖθι πανημέριοι: ἅμα δ᾽ ἠοῖ φαινομένηφι
12.25 πλεύσεσθ᾽: αὐτὰρ ἐγὼ δείξω ὁδὸν ἠδὲ ἕκαστα
12.26 σημανέω, ἵνα μή τι κακορραφίῃ ἀλεγεινῇ
12.27 ἢ ἁλὸς ἢ ἐπὶ γῆς ἀλγήσετε πῆμα παθόντες.
12.28 ὣς ἔφαθ᾽, ἡμῖν δ᾽ αὖτ᾽ ἐπεπείθετο θυμὸς ἀγήνωρ.
12.29 ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα
12.30 ἥμεθα δαινύμενοι κρέα τ᾽ ἄσπετα καὶ μέθυ ἡδύ:
12.31 ἦμος δ᾽ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθεν,
12.32 οἱ μὲν κοιμήσαντο παρὰ πρυμνήσια νηός,
12.33 ἡ δ᾽ ἐμὲ χειρὸς ἑλοῦσα φίλων ἀπονόσφιν ἑταίρων
12.34 εἷσέ τε καὶ προσέλεκτο καὶ ἐξερέεινεν ἕκαστα:
12.35 αὐτὰρ ἐγὼ τῇ πάντα κατὰ μοῖραν κατέλεξα.
12.36 καὶ τότε δή μ᾽ ἐπέεσσι προσηύδα πότνια Κίρκη:
12.37 ταῦτα μὲν οὕτω πάντα πεπείρανται, σὺ δ᾽ ἄκουσον,
12.38 ὥς τοι ἐγὼν ἐρέω, μνήσει δέ σε καὶ θεὸς αὐτός.
12.39 Σειρῆνας μὲν πρῶτον ἀφίξεαι, αἵ ῥά τε πάντας
12.40 ἀνθρώπους θέλγουσιν, ὅτις σφεας εἰσαφίκηται.
12.41 ὅς τις ἀιδρείῃ πελάσῃ καὶ φθόγγον ἀκούσῃ
12.42 Σειρήνων, τῷ δ᾽ οὔ τι γυνὴ καὶ νήπια τέκνα
12.43 οἴκαδε νοστήσαντι παρίσταται οὐδὲ γάνυνται,
12.44 ἀλλά τε Σειρῆνες λιγυρῇ θέλγουσιν ἀοιδῇ
12.45 ἥμεναι ἐν λειμῶνι, πολὺς δ᾽ ἀμφ᾽ ὀστεόφιν θὶς
12.46 ἀνδρῶν πυθομένων, περὶ δὲ ῥινοὶ μινύθουσι.
12.47 ἀλλὰ παρεξελάαν, ἐπὶ δ᾽ οὔατ᾽ ἀλεῖψαι ἑταίρων
12.48 κηρὸν δεψήσας μελιηδέα, μή τις ἀκούσῃ
12.49 τῶν ἄλλων: ἀτὰρ αὐτὸς ἀκουέμεν αἴ κ᾽ ἐθέλῃσθα,
12.50 δησάντων σ᾽ ἐν νηὶ θοῇ χεῖράς τε πόδας τε
12.51 ὀρθὸν ἐν ἱστοπέδῃ, ἐκ δ᾽ αὐτοῦ πείρατ᾽ ἀνήφθω,
12.52 ὄφρα κε τερπόμενος ὄπ᾽ ἀκούσῃς Σειρήνοιιν.
12.53 εἰ δέ κε λίσσηαι ἑτάρους λῦσαί τε κελεύῃς,
12.54 οἱ δέ σ᾽ ἔτι πλεόνεσσι τότ᾽ ἐν δεσμοῖσι διδέντων.
12.55 αὐτὰρ ἐπὴν δὴ τάς γε παρὲξ ἐλάσωσιν ἑταῖροι,
12.56 ἔνθα τοι οὐκέτ᾽ ἔπειτα διηνεκέως ἀγορεύσω,
12.57 ὁπποτέρη δή τοι ὁδὸς ἔσσεται, ἀλλὰ καὶ αὐτὸς
12.58 θυμῷ βουλεύειν: ἐρέω δέ τοι ἀμφοτέρωθεν.
12.59 ἔνθεν μὲν γὰρ πέτραι ἐπηρεφέες, προτὶ δ᾽ αὐτὰς
12.60 κῦμα μέγα ῥοχθεῖ κυανώπιδος Ἀμφιτρίτης:
12.61 Πλαγκτὰς δή τοι τάς γε θεοὶ μάκαρες καλέουσι.
12.62 τῇ μέν τ᾽ οὐδὲ ποτητὰ παρέρχεται οὐδὲ πέλειαι
12.63 τρήρωνες, ταί τ᾽ ἀμβροσίην Διὶ πατρὶ φέρουσιν,
12.64 ἀλλά τε καὶ τῶν αἰὲν ἀφαιρεῖται λὶς πέτρη:
12.65 ἀλλ᾽ ἄλλην ἐνίησι πατὴρ ἐναρίθμιον εἶναι.
12.66 τῇ δ᾽ οὔ πώ τις νηῦς φύγεν ἀνδρῶν, ἥ τις ἵκηται,
12.67 ἀλλά θ᾽ ὁμοῦ πίνακάς τε νεῶν καὶ σώματα φωτῶν
12.68 κύμαθ᾽ ἁλὸς φορέουσι πυρός τ᾽ ὀλοοῖο θύελλαι.
12.69 οἴη δὴ κείνη γε παρέπλω ποντοπόρος νηῦς,
12.70 Ἀργὼ πᾶσι μέλουσα, παρ᾽ Αἰήταο πλέουσα.
12.71 καὶ νύ κε τὴν ἔνθ᾽ ὦκα βάλεν μεγάλας ποτὶ πέτρας,
12.72 ἀλλ᾽ Ἥρη παρέπεμψεν, ἐπεὶ φίλος ἦεν Ἰήσων.
12.73 οἱ δὲ δύω σκόπελοι ὁ μὲν οὐρανὸν εὐρὺν ἱκάνει
12.74 ὀξείῃ κορυφῇ, νεφέλη δέ μιν ἀμφιβέβηκε
12.75 κυανέη: τὸ μὲν οὔ ποτ᾽ ἐρωεῖ, οὐδέ ποτ᾽ αἴθρη
12.76 κείνου ἔχει κορυφὴν οὔτ᾽ ἐν θέρει οὔτ᾽ ἐν ὀπώρῃ.
12.77 οὐδέ κεν ἀμβαίη βροτὸς ἀνὴρ οὐδ᾽ ἐπιβαίη,
12.78 οὐδ᾽ εἴ οἱ χεῖρές τε ἐείκοσι καὶ πόδες εἶεν:
12.79 πέτρη γὰρ λίς ἐστι, περιξεστῇ ἐικυῖα.
12.80 μέσσῳ δ᾽ ἐν σκοπέλῳ ἔστι σπέος ἠεροειδές,
12.81 πρὸς ζόφον εἰς Ἔρεβος τετραμμένον, ᾗ περ ἂν ὑμεῖς
12.82 νῆα παρὰ γλαφυρὴν ἰθύνετε, φαίδιμ᾽ Ὀδυσσεῦ.
12.83 οὐδέ κεν ἐκ νηὸς γλαφυρῆς αἰζήιος ἀνὴρ
12.84 τόξῳ ὀιστεύσας κοῖλον σπέος εἰσαφίκοιτο.
12.85 ἔνθα δ᾽ ἐνὶ Σκύλλη ναίει δεινὸν λελακυῖα.
12.86 τῆς ἦ τοι φωνὴ μὲν ὅση σκύλακος νεογιλῆς
12.87 γίγνεται, αὐτὴ δ᾽ αὖτε πέλωρ κακόν: οὐδέ κέ τίς μιν
12.88 γηθήσειεν ἰδών, οὐδ᾽ εἰ θεὸς ἀντιάσειεν.
12.89 τῆς ἦ τοι πόδες εἰσὶ δυώδεκα πάντες ἄωροι,
12.90 ἓξ δέ τέ οἱ δειραὶ περιμήκεες, ἐν δὲ ἑκάστῃ
12.91 σμερδαλέη κεφαλή, ἐν δὲ τρίστοιχοι ὀδόντες
12.92 πυκνοὶ καὶ θαμέες, πλεῖοι μέλανος θανάτοιο.
12.93 μέσση μέν τε κατὰ σπείους κοίλοιο δέδυκεν,
12.94 ἔξω δ᾽ ἐξίσχει κεφαλὰς δεινοῖο βερέθρου,
12.95 αὐτοῦ δ᾽ ἰχθυάᾳ, σκόπελον περιμαιμώωσα,
12.96 δελφῖνάς τε κύνας τε, καὶ εἴ ποθι μεῖζον ἕλῃσι
12.97 κῆτος, ἃ μυρία βόσκει ἀγάστονος Ἀμφιτρίτη.
12.98 τῇ δ᾽ οὔ πώ ποτε ναῦται ἀκήριοι εὐχετόωνται
12.99 παρφυγέειν σὺν νηί: φέρει δέ τε κρατὶ ἑκάστῳ
12.100 φῶτ᾽ ἐξαρπάξασα νεὸς κυανοπρῴροιο.
12.101 τὸν δ᾽ ἕτερον σκόπελον χθαμαλώτερον ὄψει, Ὀδυσσεῦ.
12.102 πλησίον ἀλλήλων: καί κεν διοϊστεύσειας.
12.103 τῷ δ᾽ ἐν ἐρινεὸς ἔστι μέγας, φύλλοισι τεθηλώς:
12.104 τῷ δ᾽ ὑπὸ δῖα Χάρυβδις ἀναρροιβδεῖ μέλαν ὕδωρ.
12.105 τρὶς μὲν γάρ τ᾽ ἀνίησιν ἐπ᾽ ἤματι, τρὶς δ᾽ ἀναροιβδεῖ
12.106 δεινόν: μὴ σύ γε κεῖθι τύχοις, ὅτε ῥοιβδήσειεν:
12.107 οὐ γάρ κεν ῥύσαιτό σ᾽ ὑπὲκ κακοῦ οὐδ᾽ ἐνοσίχθων.
12.108 ἀλλὰ μάλα Σκύλλης σκοπέλῳ πεπλημένος ὦκα
12.109 νῆα παρὲξ ἐλάαν, ἐπεὶ ἦ πολὺ φέρτερόν ἐστιν
12.110 ἓξ ἑτάρους ἐν νηὶ ποθήμεναι ἢ ἅμα πάντας.
12.111 ὣς ἔφατ᾽, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον:
12.112 εἰ δ᾽ ἄγε δή μοι τοῦτο, θεά, νημερτὲς ἐνίσπες,
12.113 εἴ πως τὴν ὀλοὴν μὲν ὑπεκπροφύγοιμι Χάρυβδιν,
12.114 τὴν δέ κ᾽ ἀμυναίμην, ὅτε μοι σίνοιτό γ᾽ ἑταίρους.
12.115 ὣς ἐφάμην, ἡ δ᾽ αὐτίκ᾽ ἀμείβετο δῖα θεάων:
12.116 σχέτλιε, καὶ δὴ αὖ τοι πολεμήια ἔργα μέμηλε
12.117 καὶ πόνος: οὐδὲ θεοῖσιν ὑπείξεαι ἀθανάτοισιν;
12.118 ἡ δέ τοι οὐ θνητή, ἀλλ᾽ ἀθάνατον κακόν ἐστι,
12.119 δεινόν τ᾽ ἀργαλέον τε καὶ ἄγριον οὐδὲ μαχητόν:
12.120 οὐδέ τις ἔστ᾽ ἀλκή: φυγέειν κάρτιστον ἀπ᾽ αὐτῆς.
12.121 ἢν γὰρ δηθύνῃσθα κορυσσόμενος παρὰ πέτρῃ,
12.122 δείδω, μή σ᾽ ἐξαῦτις ἐφορμηθεῖσα κίχῃσι
12.123 τόσσῃσιν κεφαλῇσι, τόσους δ᾽ ἐκ φῶτας ἕληται.
12.124 ἀλλὰ μάλα σφοδρῶς ἐλάαν, βωστρεῖν δὲ Κράταιιν,
12.125 μητέρα τῆς Σκύλλης, ἥ μιν τέκε πῆμα βροτοῖσιν:
12.126 ἥ μιν ἔπειτ᾽ ἀποπαύσει ἐς ὕστερον ὁρμηθῆναι.
12.127 Θρινακίην δ᾽ ἐς νῆσον ἀφίξεαι: ἔνθα δὲ πολλαὶ
12.128 βόσκοντ᾽ Ἠελίοιο βόες καὶ ἴφια μῆλα,
12.129 ἑπτὰ βοῶν ἀγέλαι, τόσα δ᾽ οἰῶν πώεα καλά,
12.130 πεντήκοντα δ᾽ ἕκαστα. γόνος δ᾽ οὐ γίγνεται αὐτῶν,
12.131 οὐδέ ποτε φθινύθουσι. θεαὶ δ᾽ ἐπιποιμένες εἰσίν,
12.132 νύμφαι ἐυπλόκαμοι, Φαέθουσά τε Λαμπετίη τε,
12.133 ἃς τέκεν Ἠελίῳ Ὑπερίονι δῖα Νέαιρα.
12.134 τὰς μὲν ἄρα θρέψασα τεκοῦσά τε πότνια μήτηρ
12.135 Θρινακίην ἐς νῆσον ἀπῴκισε τηλόθι ναίειν,
12.136 μῆλα φυλασσέμεναι πατρώια καὶ ἕλικας βοῦς.
12.137 τὰς εἰ μέν κ᾽ ἀσινέας ἐάᾳς νόστου τε μέδηαι,
12.138 ἦ τ᾽ ἂν ἔτ᾽ εἰς Ἰθάκην κακά περ πάσχοντες ἵκοισθε:
12.139 εἰ δέ κε σίνηαι, τότε τοι τεκμαίρομ᾽ ὄλεθρον,
12.140 νηί τε καὶ ἑτάροις: αὐτὸς δ᾽ εἴ πέρ κεν ἀλύξῃς,
12.141 ὀψὲ κακῶς νεῖαι, ὀλέσας ἄπο πάντας ἑταίρους.
12.142 ὣς ἔφατ᾽, αὐτίκα δὲ χρυσόθρονος ἤλυθεν Ἠώς.
12.143 ἡ μὲν ἔπειτ᾽ ἀνὰ νῆσον ἀπέστιχε δῖα θεάων:
12.144 αὐτὰρ ἐγὼν ἐπὶ νῆα κιὼν ὤτρυνον ἑταίρους
12.145 αὐτούς τ᾽ ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι:
12.146 οἱ δ᾽ αἶψ᾽ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον.
12.147 ἑξῆς δ᾽ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.
12.148 ἡμῖν δ᾽ αὖ κατόπισθε νεὸς κυανοπρῴροιο
12.149 ἴκμενον οὖρον ἵει πλησίστιον, ἐσθλὸν ἑταῖρον,
12.150 Κίρκη ἐυπλόκαμος, δεινὴ θεὸς αὐδήεσσα.
12.151 αὐτίκα δ᾽ ὅπλα ἕκαστα πονησάμενοι κατὰ νῆα
12.152 ἥμεθα: τὴν δ᾽ ἄνεμός τε κυβερνήτης τ᾽ ἴθυνε.
12.153 δὴ τότ᾽ ἐγὼν ἑτάροισι μετηύδων ἀχνύμενος κῆρ:
12.154 ὦ φίλοι, οὐ γὰρ χρὴ ἕνα ἴδμεναι οὐδὲ δύ᾽ οἴους
12.155 θέσφαθ᾽ ἅ μοι Κίρκη μυθήσατο, δῖα θεάων:
12.156 ἀλλ᾽ ἐρέω μὲν ἐγών, ἵνα εἰδότες ἤ κε θάνωμεν
12.157 ἤ κεν ἀλευάμενοι θάνατον καὶ κῆρα φύγοιμεν.
12.158 Σειρήνων μὲν πρῶτον ἀνώγει θεσπεσιάων
12.159 φθόγγον ἀλεύασθαι καὶ λειμῶν᾽ ἀνθεμόεντα.
12.160 οἶον ἔμ᾽ ἠνώγει ὄπ᾽ ἀκουέμεν: ἀλλά με δεσμῷ
12.161 δήσατ᾽ ἐν ἀργαλέῳ, ὄφρ᾽ ἔμπεδον αὐτόθι μίμνω,
12.162 ὀρθὸν ἐν ἱστοπέδῃ, ἐκ δ᾽ αὐτοῦ πείρατ᾽ ἀνήφθω.
12.163 εἰ δέ κε λίσσωμαι ὑμέας λῦσαί τε κελεύω,
12.164 ὑμεῖς δὲ πλεόνεσσι τότ᾽ ἐν δεσμοῖσι πιέζειν.
12.165 ἦ τοι ἐγὼ τὰ ἕκαστα λέγων ἑτάροισι πίφαυσκον:
12.166 τόφρα δὲ καρπαλίμως ἐξίκετο νηῦς ἐυεργὴς
12.167 νῆσον Σειρήνοιιν: ἔπειγε γὰρ οὖρος ἀπήμων.
12.168 αὐτίκ᾽ ἔπειτ᾽ ἄνεμος μὲν ἐπαύσατο ἠδὲ γαλήνη
12.169 ἔπλετο νηνεμίη, κοίμησε δὲ κύματα δαίμων.
12.170 ἀνστάντες δ᾽ ἕταροι νεὸς ἱστία μηρύσαντο
12.171 καὶ τὰ μὲν ἐν νηὶ γλαφυρῇ θέσαν, οἱ δ᾽ ἐπ᾽ ἐρετμὰ
12.172 ἑζόμενοι λεύκαινον ὕδωρ ξεστῇς ἐλάτῃσιν.
12.173 αὐτὰρ ἐγὼ κηροῖο μέγαν τροχὸν ὀξέι χαλκῷ
12.174 τυτθὰ διατμήξας χερσὶ στιβαρῇσι πίεζον:
12.175 αἶψα δ᾽ ἰαίνετο κηρός, ἐπεὶ κέλετο μεγάλη ἲς
12.176 Ἠελίου τ᾽ αὐγὴ Ὑπεριονίδαο ἄνακτος:
12.177 ἑξείης δ᾽ ἑτάροισιν ἐπ᾽ οὔατα πᾶσιν ἄλειψα.
12.178 οἱ δ᾽ ἐν νηί μ᾽ ἔδησαν ὁμοῦ χεῖράς τε πόδας τε
12.179 ὀρθὸν ἐν ἱστοπέδῃ, ἐκ δ᾽ αὐτοῦ πείρατ᾽ ἀνῆπτον:
12.180 αὐτοὶ δ᾽ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.
12.181 ἀλλ᾽ ὅτε τόσσον ἀπῆμεν ὅσον τε γέγωνε βοήσας,
12.182 ῥίμφα διώκοντες, τὰς δ᾽ οὐ λάθεν ὠκύαλος νηῦς
12.183 ἐγγύθεν ὀρνυμένη, λιγυρὴν δ᾽ ἔντυνον ἀοιδήν:
12.184 δεῦρ᾽ ἄγ᾽ ἰών, πολύαιν᾽ Ὀδυσεῦ, μέγα κῦδος Ἀχαιῶν,
12.185 νῆα κατάστησον, ἵνα νωιτέρην ὄπ ἀκούσῃς.
12.186 οὐ γάρ πώ τις τῇδε παρήλασε νηὶ μελαίνῃ,
12.187 πρίν γ᾽ ἡμέων μελίγηρυν ἀπὸ στομάτων ὄπ᾽ ἀκοῦσαι,
12.188 ἀλλ᾽ ὅ γε τερψάμενος νεῖται καὶ πλείονα εἰδώς.
12.189 ἴδμεν γάρ τοι πάνθ᾽ ὅσ᾽ ἐνὶ Τροίῃ εὐρείῃ
12.190 Ἀργεῖοι Τρῶές τε θεῶν ἰότητι μόγησαν,
12.191 ἴδμεν δ᾽, ὅσσα γένηται ἐπὶ χθονὶ πουλυβοτείρῃ.
12.192 ὣς φάσαν ἱεῖσαι ὄπα κάλλιμον: αὐτὰρ ἐμὸν κῆρ
12.193 ἤθελ᾽ ἀκουέμεναι, λῦσαί τ᾽ ἐκέλευον ἑταίρους
12.194 ὀφρύσι νευστάζων: οἱ δὲ προπεσόντες ἔρεσσον.
12.195 αὐτίκα δ᾽ ἀνστάντες Περιμήδης Εὐρύλοχός τε
12.196 πλείοσί μ᾽ ἐν δεσμοῖσι δέον μᾶλλόν τε πίεζον.
12.197 αὐτὰρ ἐπεὶ δὴ τάς γε παρήλασαν, οὐδ᾽ ἔτ᾽ ἔπειτα
12.198 φθογγῆς Σειρήνων ἠκούομεν οὐδέ τ᾽ ἀοιδῆς,
12.199 αἶψ᾽ ἀπὸ κηρὸν ἕλοντο ἐμοὶ ἐρίηρες ἑταῖροι,
12.200 ὅν σφιν ἐπ᾽ ὠσὶν ἄλειψ᾽, ἐμέ τ᾽ ἐκ δεσμῶν ἀνέλυσαν.
12.201 ἀλλ᾽ ὅτε δὴ τὴν νῆσον ἐλείπομεν, αὐτίκ᾽ ἔπειτα
12.202 καπνὸν καὶ μέγα κῦμα ἴδον καὶ δοῦπον ἄκουσα.
12.203 τῶν δ᾽ ἄρα δεισάντων ἐκ χειρῶν ἔπτατ᾽ ἐρετμά,
12.204 βόμβησαν δ᾽ ἄρα πάντα κατὰ ῥόον: ἔσχετο δ᾽ αὐτοῦ
12.205 νηῦς, ἐπεὶ οὐκέτ᾽ ἐρετμὰ προήκεα χερσὶν ἔπειγον.
12.206 αὐτὰρ ἐγὼ διὰ νηὸς ἰὼν ὤτρυνον ἑταίρους
12.207 μειλιχίοις ἐπέεσσι παρασταδὸν ἄνδρα ἕκαστον:
12.208 ὦ φίλοι, οὐ γάρ πώ τι κακῶν ἀδαήμονές εἰμεν:
12.209 οὐ μὲν δὴ τόδε μεῖζον ἕπει κακόν, ἢ ὅτε Κύκλωψ
12.210 εἴλει ἐνὶ σπῆι γλαφυρῷ κρατερῆφι βίηφιν:
12.211 ἀλλὰ καὶ ἔνθεν ἐμῇ ἀρετῇ, βουλῇ τε νόῳ τε,
12.212 ἐκφύγομεν, καί που τῶνδε μνήσεσθαι ὀίω.
12.213 νῦν δ᾽ ἄγεθ᾽, ὡς ἂν ἐγὼ εἴπω, πειθώμεθα πάντες.
12.214 ὑμεῖς μὲν κώπῃσιν ἁλὸς ῥηγμῖνα βαθεῖαν
12.215 τύπτετε κληίδεσσιν ἐφήμενοι, αἴ κέ ποθι Ζεὺς
12.216 δώῃ τόνδε γ᾽ ὄλεθρον ὑπεκφυγέειν καὶ ἀλύξαι:
12.217 σοὶ δέ, κυβερνῆθ᾽, ὧδ᾽ ἐπιτέλλομαι: ἀλλ᾽ ἐνὶ θυμῷ
12.218 βάλλευ, ἐπεὶ νηὸς γλαφυρῆς οἰήια νωμᾷς.
12.219 τούτου μὲν καπνοῦ καὶ κύματος ἐκτὸς ἔεργε
12.220 νῆα, σὺ δὲ σκοπέλου ἐπιμαίεο, μή σε λάθῃσι
12.221 κεῖσ᾽ ἐξορμήσασα καὶ ἐς κακὸν ἄμμε βάλῃσθα.
12.222 ὣς ἐφάμην, οἱ δ᾽ ὦκα ἐμοῖς ἐπέεσσι πίθοντο.
12.223 Σκύλλην δ᾽ οὐκέτ᾽ ἐμυθεόμην, ἄπρηκτον ἀνίην,
12.224 μή πώς μοι δείσαντες ἀπολλήξειαν ἑταῖροι
12.225 εἰρεσίης, ἐντὸς δὲ πυκάζοιεν σφέας αὐτούς.
12.226 καὶ τότε δὴ Κίρκης μὲν ἐφημοσύνης ἀλεγεινῆς
12.227 λανθανόμην, ἐπεὶ οὔ τί μ᾽ ἀνώγει θωρήσσεσθαι:
12.228 αὐτὰρ ἐγὼ καταδὺς κλυτὰ τεύχεα καὶ δύο δοῦρε
12.229 μάκρ᾽ ἐν χερσὶν ἑλὼν εἰς ἴκρια νηὸς ἔβαινον
12.230 πρῴρης: ἔνθεν γάρ μιν ἐδέγμην πρῶτα φανεῖσθαι
12.231 Σκύλλην πετραίην, ἥ μοι φέρε πῆμ᾽ ἑτάροισιν.
12.232 οὐδέ πῃ ἀθρῆσαι δυνάμην, ἔκαμον δέ μοι ὄσσε
12.233 πάντῃ παπταίνοντι πρὸς ἠεροειδέα πέτρην.
12.234 ἡμεῖς μὲν στεινωπὸν ἀνεπλέομεν γοόωντες:
12.235 ἔνθεν μὲν Σκύλλη, ἑτέρωθι δὲ δῖα Χάρυβδις
12.236 δεινὸν ἀνερροίβδησε θαλάσσης ἁλμυρὸν ὕδωρ.
12.237 ἦ τοι ὅτ᾽ ἐξεμέσειε, λέβης ὣς ἐν πυρὶ πολλῷ
12.238 πᾶσ᾽ ἀναμορμύρεσκε κυκωμένη, ὑψόσε δ᾽ ἄχνη
12.239 ἄκροισι σκοπέλοισιν ἐπ᾽ ἀμφοτέροισιν ἔπιπτεν:
12.240 ἀλλ᾽ ὅτ᾽ ἀναβρόξειε θαλάσσης ἁλμυρὸν ὕδωρ,
12.241 πᾶσ᾽ ἔντοσθε φάνεσκε κυκωμένη, ἀμφὶ δὲ πέτρη
12.242 δεινὸν ἐβεβρύχει, ὑπένερθε δὲ γαῖα φάνεσκε
12.243 ψάμμῳ κυανέη: τοὺς δὲ χλωρὸν δέος ᾕρει.
12.244 ἡμεῖς μὲν πρὸς τὴν ἴδομεν δείσαντες ὄλεθρον:
12.245 τόφρα δέ μοι Σκύλλη γλαφυρῆς ἐκ νηὸς ἑταίρους
12.246 ἓξ ἕλεθ᾽, οἳ χερσίν τε βίηφί τε φέρτατοι ἦσαν.
12.247 σκεψάμενος δ᾽ ἐς νῆα θοὴν ἅμα καὶ μεθ᾽ ἑταίρους
12.248 ἤδη τῶν ἐνόησα πόδας καὶ χεῖρας ὕπερθεν
12.249 ὑψόσ᾽ ἀειρομένων: ἐμὲ δὲ φθέγγοντο καλεῦντες
12.250 ἐξονομακλήδην, τότε γ᾽ ὕστατον, ἀχνύμενοι κῆρ.
12.251 ὡς δ᾽ ὅτ᾽ ἐπὶ προβόλῳ ἁλιεὺς περιμήκεϊ ῥάβδῳ
12.252 ἰχθύσι τοῖς ὀλίγοισι δόλον κατὰ εἴδατα βάλλων
12.253 ἐς πόντον προΐησι βοὸς κέρας ἀγραύλοιο,
12.254 ἀσπαίροντα δ᾽ ἔπειτα λαβὼν ἔρριψε θύραζε,
12.255 ὣς οἵ γ᾽ ἀσπαίροντες ἀείροντο προτὶ πέτρας:
12.256 αὐτοῦ δ᾽ εἰνὶ θύρῃσι κατήσθιε κεκληγῶτας
12.257 χεῖρας ἐμοὶ ὀρέγοντας ἐν αἰνῇ δηιοτῆτι:
12.258 οἴκτιστον δὴ κεῖνο ἐμοῖς ἴδον ὀφθαλμοῖσι
12.259 πάντων, ὅσσ᾽ ἐμόγησα πόρους ἁλὸς ἐξερεείνων.
12.260 αὐτὰρ ἐπεὶ πέτρας φύγομεν δεινήν τε Χάρυβδιν
12.261 Σκύλλην τ᾽, αὐτίκ᾽ ἔπειτα θεοῦ ἐς ἀμύμονα νῆσον
12.262 ἱκόμεθ᾽: ἔνθα δ᾽ ἔσαν καλαὶ βόες εὐρυμέτωποι,
12.263 πολλὰ δὲ ἴφια μῆλ᾽ Ὑπερίονος Ἠελίοιο.
12.264 δὴ τότ᾽ ἐγὼν ἔτι πόντῳ ἐὼν ἐν νηὶ μελαίνῃ
12.265 μυκηθμοῦ τ᾽ ἤκουσα βοῶν αὐλιζομενάων
12.266 οἰῶν τε βληχήν: καί μοι ἔπος ἔμπεσε θυμῷ
12.267 μάντηος ἀλαοῦ, Θηβαίου Τειρεσίαο,
12.268 Κίρκης τ᾽ Αἰαίης, ἥ μοι μάλα πόλλ᾽ ἐπέτελλε
12.269 νῆσον ἀλεύασθαι τερψιμβρότου Ἠελίοιο.
12.270 δὴ τότ᾽ ἐγὼν ἑτάροισι μετηύδων ἀχνύμενος κῆρ:
12.271 κέκλυτέ μευ μύθων κακά περ πάσχοντες ἑταῖροι,
12.272 ὄφρ᾽ ὑμῖν εἴπω μαντήια Τειρεσίαο
12.273 Κίρκης τ᾽ Αἰαίης, ἥ μοι μάλα πόλλ᾽ ἐπέτελλε
12.274 νῆσον ἀλεύασθαι τερψιμβρότου Ἠελίοιο:
12.275 ἔνθα γὰρ αἰνότατον κακὸν ἔμμεναι ἄμμιν ἔφασκεν.
12.276 ἀλλὰ παρὲξ τὴν νῆσον ἐλαύνετε νῆα μέλαιναν.
12.277 ὣς ἐφάμην, τοῖσιν δὲ κατεκλάσθη φίλον ἦτορ.
12.278 αὐτίκα δ᾽ Εὐρύλοχος στυγερῷ μ᾽ ἠμείβετο μύθῳ:
12.279 σχέτλιός εἰς, Ὀδυσεῦ: περί τοι μένος, οὐδέ τι γυῖα
12.280 κάμνεις: ἦ ῥά νυ σοί γε σιδήρεα πάντα τέτυκται,
12.281 ὅς ῥ᾽ ἑτάρους καμάτῳ ἁδηκότας ἠδὲ καὶ ὕπνῳ
12.282 οὐκ ἐάᾳς γαίης ἐπιβήμεναι, ἔνθα κεν αὖτε
12.283 νήσῳ ἐν ἀμφιρύτῃ λαρὸν τετυκοίμεθα δόρπον,
12.284 ἀλλ᾽ αὔτως διὰ νύκτα θοὴν ἀλάλησθαι ἄνωγας
12.285 νήσου ἀποπλαγχθέντας ἐν ἠεροειδέι πόντῳ.
12.286 ἐκ νυκτῶν δ᾽ ἄνεμοι χαλεποί, δηλήματα νηῶν,
12.287 γίγνονται: πῇ κέν τις ὑπεκφύγοι αἰπὺν ὄλεθρον,
12.288 ἤν πως ἐξαπίνης ἔλθῃ ἀνέμοιο θύελλα,
12.289 ἢ Νότου ἢ Ζεφύροιο δυσαέος, οἵ τε μάλιστα
12.290 νῆα διαρραίουσι θεῶν ἀέκητι ἀνάκτων.
12.291 ἀλλ᾽ ἦ τοι νῦν μὲν πειθώμεθα νυκτὶ μελαίνῃ
12.292 δόρπον θ᾽ ὁπλισόμεσθα θοῇ παρὰ νηὶ μένοντες,
12.293 ἠῶθεν δ᾽ ἀναβάντες ἐνήσομεν εὐρέι πόντῳ.
12.294 ὣς ἔφατ᾽ Εὐρύλοχος, ἐπὶ δ᾽ ᾔνεον ἄλλοι ἑταῖροι.
12.295 καὶ τότε δὴ γίγνωσκον ὃ δὴ κακὰ μήδετο δαίμων,
12.296 καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων:
12.297 Εὐρύλοχ᾽, ἦ μάλα δή με βιάζετε μοῦνον ἐόντα.
12.298 ἀλλ᾽ ἄγε νῦν μοι πάντες ὀμόσσατε καρτερὸν ὅρκον:
12.299 εἴ κέ τιν᾽ ἠὲ βοῶν ἀγέλην ἢ πῶυ μέγ᾽ οἰῶν
12.300 εὕρωμεν, μή πού τις ἀτασθαλίῃσι κακῇσιν
12.301 ἢ βοῦν ἠέ τι μῆλον ἀποκτάνῃ: ἀλλὰ ἕκηλοι
12.302 ἐσθίετε βρώμην, τὴν ἀθανάτη πόρε Κίρκη.
12.303 ὣς ἐφάμην, οἱ δ᾽ αὐτίκ᾽ ἀπώμνυον, ὡς ἐκέλευον.
12.304 αὐτὰρ ἐπεί ῥ᾽ ὄμοσάν τε τελεύτησάν τε τὸν ὅρκον,
12.305 στήσαμεν ἐν λιμένι γλαφυρῷ ἐυεργέα νῆα
12.306 ἄγχ᾽ ὕδατος γλυκεροῖο, καὶ ἐξαπέβησαν ἑταῖροι
12.307 νηός, ἔπειτα δὲ δόρπον ἐπισταμένως τετύκοντο.
12.308 αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
12.309 μνησάμενοι δὴ ἔπειτα φίλους ἔκλαιον ἑταίρους,
12.310 οὓς ἔφαγε Σκύλλη γλαφυρῆς ἐκ νηὸς ἑλοῦσα:
12.311 κλαιόντεσσι δὲ τοῖσιν ἐπήλυθε νήδυμος ὕπνος.
12.312 ἦμος δὲ τρίχα νυκτὸς ἔην, μετὰ δ᾽ ἄστρα βεβήκει,
12.313 ὦρσεν ἔπι ζαῆν ἄνεμον νεφεληγερέτα Ζεὺς
12.314 λαίλαπι θεσπεσίῃ, σὺν δὲ νεφέεσσι κάλυψε
12.315 γαῖαν ὁμοῦ καὶ πόντον: ὀρώρει δ᾽ οὐρανόθεν νύξ.
12.316 ἦμος δ᾽ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
12.317 νῆα μὲν ὡρμίσαμεν κοῖλον σπέος εἰσερύσαντες.
12.318 ἔνθα δ᾽ ἔσαν νυμφέων καλοὶ χοροὶ ἠδὲ θόωκοι:
12.319 καὶ τότ᾽ ἐγὼν ἀγορὴν θέμενος μετὰ μῦθον ἔειπον:
12.320 ὦ φίλοι, ἐν γὰρ νηὶ θοῇ βρῶσίς τε πόσις τε
12.321 ἔστιν, τῶν δὲ βοῶν ἀπεχώμεθα, μή τι πάθωμεν:
12.322 δεινοῦ γὰρ θεοῦ αἵδε βόες καὶ ἴφια μῆλα,
12.323 Ἠελίου, ὃς πάντ᾽ ἐφορᾷ καὶ πάντ᾽ ἐπακούει.
12.324 ὣς ἐφάμην, τοῖσιν δ᾽ ἐπεπείθετο θυμὸς ἀγήνωρ.
12.325 μῆνα δὲ πάντ᾽ ἄλληκτος ἄη Νότος, οὐδέ τις ἄλλος
12.326 γίγνετ᾽ ἔπειτ᾽ ἀνέμων εἰ μὴ Εὖρός τε Νότος τε.
12.327 οἱ δ᾽ ἧος μὲν σῖτον ἔχον καὶ οἶνον ἐρυθρόν,
12.328 τόφρα βοῶν ἀπέχοντο λιλαιόμενοι βιότοιο.
12.329 ἀλλ᾽ ὅτε δὴ νηὸς ἐξέφθιτο ἤια πάντα,
12.330 καὶ δὴ ἄγρην ἐφέπεσκον ἀλητεύοντες ἀνάγκῃ,
12.331 ἰχθῦς ὄρνιθάς τε, φίλας ὅ τι χεῖρας ἵκοιτο,
12.332 γναμπτοῖς ἀγκίστροισιν, ἔτειρε δὲ γαστέρα λιμός:
12.333 δὴ τότ᾽ ἐγὼν ἀνὰ νῆσον ἀπέστιχον, ὄφρα θεοῖσιν
12.334 εὐξαίμην, εἴ τίς μοι ὁδὸν φήνειε νέεσθαι.
12.335 ἀλλ᾽ ὅτε δὴ διὰ νήσου ἰὼν ἤλυξα ἑταίρους,
12.336 χεῖρας νιψάμενος, ὅθ᾽ ἐπὶ σκέπας ἦν ἀνέμοιο,
12.337 ἠρώμην πάντεσσι θεοῖς οἳ Ὄλυμπον ἔχουσιν:
12.338 οἱ δ᾽ ἄρα μοι γλυκὺν ὕπνον ἐπὶ βλεφάροισιν ἔχευαν.
12.339 Εὐρύλοχος δ᾽ ἑτάροισι κακῆς ἐξήρχετο βουλῆς:
12.340 κέκλυτέ μευ μύθων κακά περ πάσχοντες ἑταῖροι.
12.341 πάντες μὲν στυγεροὶ θάνατοι δειλοῖσι βροτοῖσι,
12.342 λιμῷ δ᾽ οἴκτιστον θανέειν καὶ πότμον ἐπισπεῖν.
12.343 ἀλλ᾽ ἄγετ᾽, Ἠελίοιο βοῶν ἐλάσαντες ἀρίστας
12.344 ῥέξομεν ἀθανάτοισι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν.
12.345 εἰ δέ κεν εἰς Ἰθάκην ἀφικοίμεθα, πατρίδα γαῖαν,
12.346 αἶψά κεν Ἠελίῳ Ὑπερίονι πίονα νηὸν
12.347 τεύξομεν, ἐν δέ κε θεῖμεν ἀγάλματα πολλὰ καὶ ἐσθλά.
12.348 εἰ δὲ χολωσάμενός τι βοῶν ὀρθοκραιράων
12.349 νῆ᾽ ἐθέλῃ ὀλέσαι, ἐπὶ δ᾽ ἕσπωνται θεοὶ ἄλλοι,
12.350 βούλομ᾽ ἅπαξ πρὸς κῦμα χανὼν ἀπὸ θυμὸν ὀλέσσαι,
12.351 ἢ δηθὰ στρεύγεσθαι ἐὼν ἐν νήσῳ ἐρήμῃ.
12.352 ὣς ἔφατ᾽ Εὐρύλοχος, ἐπὶ δ᾽ ᾔνεον ἄλλοι ἑταῖροι.
12.353 αὐτίκα δ᾽ Ἠελίοιο βοῶν ἐλάσαντες ἀρίστας
12.354 ἐγγύθεν, οὐ γὰρ τῆλε νεὸς κυανοπρῴροιο
12.355 βοσκέσκονθ᾽ ἕλικες καλαὶ βόες εὐρυμέτωποι:
12.356 τὰς δὲ περίστησάν τε καὶ εὐχετόωντο θεοῖσιν,
12.357 φύλλα δρεψάμενοι τέρενα δρυὸς ὑψικόμοιο:
12.358 οὐ γὰρ ἔχον κρῖ λευκὸν ἐυσσέλμου ἐπὶ νηός.
12.359 αὐτὰρ ἐπεί ῥ᾽ εὔξαντο καὶ ἔσφαξαν καὶ ἔδειραν,
12.360 μηρούς τ᾽ ἐξέταμον κατά τε κνίσῃ ἐκάλυψαν
12.361 δίπτυχα ποιήσαντες, ἐπ᾽ αὐτῶν δ᾽ ὠμοθέτησαν.
12.362 οὐδ᾽ εἶχον μέθυ λεῖψαι ἐπ᾽ αἰθομένοις ἱεροῖσιν,
12.363 ἀλλ᾽ ὕδατι σπένδοντες ἐπώπτων ἔγκατα πάντα.
12.364 αὐτὰρ ἐπεὶ κατὰ μῆρ᾽ ἐκάη καὶ σπλάγχνα πάσαντο,
12.365 μίστυλλόν τ᾽ ἄρα τἆλλα καὶ ἀμφ᾽ ὀβελοῖσιν ἔπειραν.
12.366 καὶ τότε μοι βλεφάρων ἐξέσσυτο νήδυμος ὕπνος,
12.367 βῆν δ᾽ ἰέναι ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης.
12.368 ἀλλ᾽ ὅτε δὴ σχεδὸν ἦα κιὼν νεὸς ἀμφιελίσσης,
12.369 καὶ τότε με κνίσης ἀμφήλυθεν ἡδὺς ἀυτμή.
12.370 οἰμώξας δὲ θεοῖσι μέγ᾽ ἀθανάτοισι γεγώνευν:
12.371 Ζεῦ πάτερ ἠδ᾽ ἄλλοι μάκαρες θεοὶ αἰὲν ἐόντες,
12.372 ἦ με μάλ᾽ εἰς ἄτην κοιμήσατε νηλέι ὕπνῳ.
12.373 οἱ δ᾽ ἕταροι μέγα ἔργον ἐμητίσαντο μένοντες.
12.374 ὠκέα δ᾽ Ἠελίῳ Ὑπερίονι ἄγγελος ἦλθε
12.375 Λαμπετίη τανύπεπλος, ὅ οἱ βόας ἔκταμεν ἡμεῖς.
12.376 αὐτίκα δ᾽ ἀθανάτοισι μετηύδα χωόμενος κῆρ:
12.377 Ζεῦ πάτερ ἠδ᾽ ἄλλοι μάκαρες θεοὶ αἰὲν ἐόντες,
12.378 τῖσαι δὴ ἑτάρους Λαερτιάδεω Ὀδυσῆος,
12.379 οἵ μευ βοῦς ἔκτειναν ὑπέρβιον, ᾗσιν ἐγώ γε
12.380 χαίρεσκον μὲν ἰὼν εἰς οὐρανὸν ἀστερόεντα,
12.381 ἠδ᾽ ὁπότ᾽ ἂψ ἐπὶ γαῖαν ἀπ᾽ οὐρανόθεν προτραποίμην.
12.382 εἰ δέ μοι οὐ τίσουσι βοῶν ἐπιεικέ᾽ ἀμοιβήν,
12.383 δύσομαι εἰς Ἀίδαο καὶ ἐν νεκύεσσι φαείνω.
12.384 τὸν δ᾽ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς:
12.385 Ἠέλι᾽, ἦ τοι μὲν σὺ μετ᾽ ἀθανάτοισι φάεινε
12.386 καὶ θνητοῖσι βροτοῖσιν ἐπὶ ζείδωρον ἄρουραν:
12.387 τῶν δέ κ᾽ ἐγὼ τάχα νῆα θοὴν ἀργῆτι κεραυνῷ
12.388 τυτθὰ βαλὼν κεάσαιμι μέσῳ ἐνὶ οἴνοπι πόντῳ.
12.389 ταῦτα δ᾽ ἐγὼν ἤκουσα Καλυψοῦς ἠυκόμοιο:
12.390 ἡ δ᾽ ἔφη Ἑρμείαο διακτόρου αὐτὴ ἀκοῦσαι.
12.391 αὐτὰρ ἐπεί ῥ᾽ ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν,
12.392 νείκεον ἄλλοθεν ἄλλον ἐπισταδόν, οὐδέ τι μῆχος
12.393 εὑρέμεναι δυνάμεσθα, βόες δ᾽ ἀποτέθνασαν ἤδη.
12.394 τοῖσιν δ᾽ αὐτίκ᾽ ἔπειτα θεοὶ τέραα προύφαινον:
12.395 εἷρπον μὲν ῥινοί, κρέα δ᾽ ἀμφ᾽ ὀβελοῖσι μεμύκει,
12.396 ὀπταλέα τε καὶ ὠμά, βοῶν δ᾽ ὣς γίγνετο φωνή.
12.397 ἑξῆμαρ μὲν ἔπειτα ἐμοὶ ἐρίηρες ἑταῖροι
12.398 δαίνυντ᾽ Ἠελίοιο βοῶν ἐλάσαντες ἀρίστας:
12.399 ἀλλ᾽ ὅτε δὴ ἕβδομον ἦμαρ ἐπὶ Ζεὺς θῆκε Κρονίων,
12.400 καὶ τότ᾽ ἔπειτ᾽ ἄνεμος μὲν ἐπαύσατο λαίλαπι θύων,
12.401 ἡμεῖς δ᾽ αἶψ᾽ ἀναβάντες ἐνήκαμεν εὐρέι πόντῳ,
12.402 ἱστὸν στησάμενοι ἀνά θ᾽ ἱστία λεύκ᾽ ἐρύσαντες.
12.403 ἀλλ᾽ ὅτε δὴ τὴν νῆσον ἐλείπομεν, οὐδέ τις ἄλλη
12.404 φαίνετο γαιάων, ἀλλ᾽ οὐρανὸς ἠδὲ θάλασσα,
12.405 δὴ τότε κυανέην νεφέλην ἔστησε Κρονίων
12.406 νηὸς ὕπερ γλαφυρῆς, ἤχλυσε δὲ πόντος ὑπ᾽ αὐτῆς.
12.407 ἡ δ᾽ ἔθει οὐ μάλα πολλὸν ἐπὶ χρόνον: αἶψα γὰρ ἦλθε
12.408 κεκληγὼς Ζέφυρος μεγάλῃ σὺν λαίλαπι θύων,
12.409 ἱστοῦ δὲ προτόνους ἔρρηξ᾽ ἀνέμοιο θύελλα
12.410 ἀμφοτέρους: ἱστὸς δ᾽ ὀπίσω πέσεν, ὅπλα τε πάντα
12.411 εἰς ἄντλον κατέχυνθ᾽. ὁ δ᾽ ἄρα πρυμνῇ ἐνὶ νηὶ
12.412 πλῆξε κυβερνήτεω κεφαλήν, σὺν δ᾽ ὀστέ᾽ ἄραξε
12.413 πάντ᾽ ἄμυδις κεφαλῆς: ὁ δ᾽ ἄρ᾽ ἀρνευτῆρι ἐοικὼς
12.414 κάππεσ᾽ ἀπ᾽ ἰκριόφιν, λίπε δ᾽ ὀστέα θυμὸς ἀγήνωρ.
12.415 Ζεὺς δ᾽ ἄμυδις βρόντησε καὶ ἔμβαλε νηὶ κεραυνόν:
12.416 ἡ δ᾽ ἐλελίχθη πᾶσα Διὸς πληγεῖσα κεραυνῷ,
12.417 ἐν δὲ θεείου πλῆτο, πέσον δ᾽ ἐκ νηὸς ἑταῖροι.
12.418 οἱ δὲ κορώνῃσιν ἴκελοι περὶ νῆα μέλαιναν
12.419 κύμασιν ἐμφορέοντο, θεὸς δ᾽ ἀποαίνυτο νόστον.
12.420 αὐτὰρ ἐγὼ διὰ νηὸς ἐφοίτων, ὄφρ᾽ ἀπὸ τοίχους
12.421 λῦσε κλύδων τρόπιος, τὴν δὲ ψιλὴν φέρε κῦμα,
12.422 ἐκ δέ οἱ ἱστὸν ἄραξε ποτὶ τρόπιν. αὐτὰρ ἐπ᾽ αὐτῷ
12.423 ἐπίτονος βέβλητο, βοὸς ῥινοῖο τετευχώς:
12.424 τῷ ῥ᾽ ἄμφω συνέεργον, ὁμοῦ τρόπιν ἠδὲ καὶ ἱστόν,
12.425 ἑζόμενος δ᾽ ἐπὶ τοῖς φερόμην ὀλοοῖς ἀνέμοισιν.
12.426 ἔνθ᾽ ἦ τοι Ζέφυρος μὲν ἐπαύσατο λαίλαπι θύων,
12.427 ἦλθε δ᾽ ἐπὶ Νότος ὦκα, φέρων ἐμῷ ἄλγεα θυμῷ,
12.428 ὄφρ᾽ ἔτι τὴν ὀλοὴν ἀναμετρήσαιμι Χάρυβδιν.
12.429 παννύχιος φερόμην, ἅμα δ᾽ ἠελίῳ ἀνιόντι
12.430 ἦλθον ἐπὶ Σκύλλης σκόπελον δεινήν τε Χάρυβδιν.
12.431 ἡ μὲν ἀνερροίβδησε θαλάσσης ἁλμυρὸν ὕδωρ:
12.432 αὐτὰρ ἐγὼ ποτὶ μακρὸν ἐρινεὸν ὑψόσ᾽ ἀερθείς,
12.433 τῷ προσφὺς ἐχόμην ὡς νυκτερίς. οὐδέ πῃ εἶχον
12.434 οὔτε στηρίξαι ποσὶν ἔμπεδον οὔτ᾽ ἐπιβῆναι:
12.435 ῥίζαι γὰρ ἑκὰς εἶχον, ἀπήωροι δ᾽ ἔσαν ὄζοι,
12.436 μακροί τε μεγάλοι τε, κατεσκίαον δὲ Χάρυβδιν.
12.437 νωλεμέως δ᾽ ἐχόμην, ὄφρ᾽ ἐξεμέσειεν ὀπίσσω
12.438 ἱστὸν καὶ τρόπιν αὖτις: ἐελδομένῳ δέ μοι ἦλθον
12.439 ὄψ᾽: ἦμος δ᾽ ἐπὶ δόρπον ἀνὴρ ἀγορῆθεν ἀνέστη
12.440 κρίνων νείκεα πολλὰ δικαζομένων αἰζηῶν,
12.441 τῆμος δὴ τά γε δοῦρα Χαρύβδιος ἐξεφαάνθη.
12.442 ἧκα δ᾽ ἐγὼ καθύπερθε πόδας καὶ χεῖρε φέρεσθαι,
12.443 μέσσῳ δ᾽ ἐνδούπησα παρὲξ περιμήκεα δοῦρα,
12.444 ἑζόμενος δ᾽ ἐπὶ τοῖσι διήρεσα χερσὶν ἐμῇσι.
12.445 Σκύλλην δ᾽ οὐκέτ᾽ ἔασε πατὴρ ἀνδρῶν τε θεῶν τε
12.446 εἰσιδέειν: οὐ γάρ κεν ὑπέκφυγον αἰπὺν ὄλεθρον.
12.447 ἔνθεν δ᾽ ἐννῆμαρ φερόμην, δεκάτῃ δέ με νυκτὶ
12.448 νῆσον ἐς Ὠγυγίην πέλασαν θεοί, ἔνθα Καλυψὼ
12.449 ναίει ἐυπλόκαμος, δεινὴ θεὸς αὐδήεσσα,
12.450 ἥ μ᾽ ἐφίλει τ᾽ ἐκόμει τε. τί τοι τάδε μυθολογεύω;
12.451 ἤδη γάρ τοι χθιζὸς ἐμυθεόμην ἐνὶ οἴκῳ
12.452 σοί τε καὶ ἰφθίμῃ ἀλόχῳ: ἐχθρὸν δέ μοί ἐστιν
12.453 αὖτις ἀριζήλως εἰρημένα μυθολογεύειν.
13.1 ὣς ἔφαθ᾽, οἱ δ᾽ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ,
13.2 κηληθμῷ δ᾽ ἔσχοντο κατὰ μέγαρα σκιόεντα.
13.3 τὸν δ᾽ αὖτ᾽ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε:
13.4 ὦ Ὀδυσεῦ, ἐπεὶ ἵκευ ἐμὸν ποτὶ χαλκοβατὲς δῶ,
13.5 ὑψερεφές, τῷ σ᾽ οὔ τι παλιμπλαγχθέντα γ᾽ ὀΐω
13.6 ἂψ ἀπονοστήσειν, εἰ καὶ μάλα πολλὰ πέπονθας.
13.7 ὑμέων δ᾽ ἀνδρὶ ἑκάστῳ ἐφιέμενος τάδε εἴρω,
13.8 ὅσσοι ἐνὶ μεγάροισι γερούσιον αἴθοπα οἶνον
13.9 αἰεὶ πίνετ᾽ ἐμοῖσιν, ἀκουάζεσθε δ᾽ ἀοιδοῦ.
13.10 εἵματα μὲν δὴ ξείνῳ ἐϋξέστῃ ἐνὶ χηλῷ
13.11 κεῖται καὶ χρυσὸς πολυδαίδαλος ἄλλα τε πάντα
13.12 δῶρ᾽, ὅσα Φαιήκων βουληφόροι ἐνθάδ᾽ ἔνεικαν:
13.13 ἀλλ᾽ ἄγε οἱ δῶμεν τρίποδα μέγαν ἠδὲ λέβητα
13.14 ἀνδρακάς: ἡμεῖς δ᾽ αὖτε ἀγειρόμενοι κατὰ δῆμον
13.15 τισόμεθ᾽: ἀργαλέον γὰρ ἕνα προικὸς χαρίσασθαι.
13.16 ὣς ἔφατ᾽ Ἀλκίνοος, τοῖσιν δ᾽ ἐπιὴνδανε μῦθος.
13.17 οἱ μὲν κακκείοντες ἔβαν οἶκόνδε ἕκαστος,
13.18 ἦμος δ᾽ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
13.19 νῆάδ᾽ ἐπεσσεύοντο, φέρον δ᾽ εὐήνορα χαλκόν.
13.20 καὶ τὰ μὲν εὖ κατέθηχ᾽ ἱερὸν μένος Ἀλκινόοιο,
13.21 αὐτὸς ἰὼν διὰ νηὸς ὑπὸ ζυγά, μή τιν᾽ ἑταίρων
13.22 βλάπτοι ἐλαυνόντων, ὁπότε σπερχοίατ᾽ ἐρετμοῖς.
13.23 οἱ δ᾽ εἰς Ἀλκινόοιο κίον καὶ δαῖτ᾽ ἀλέγυνον.
13.24 τοῖσι δὲ βοῦν ἱέρευσ᾽ ἱερὸν μένος Ἀλκινόοιο
13.25 Ζηνὶ κελαινεφέϊ Κρονίδῃ, ὃς πᾶσιν ἀνάσσει.
13.26 μῆρα δὲ κήαντες δαίνυντ᾽ ἐρικυδέα δαῖτα
13.27 τερπόμενοι: μετὰ δέ σφιν ἐμέλπετο θεῖος ἀοιδός,
13.28 Δημόδοκος, λαοῖσι τετιμένος. αὐτὰρ Ὀδυσσεὺς
13.29 πολλὰ πρὸς ἠέλιον κεφαλὴν τρέπε παμφανόωντα,
13.30 δῦναι ἐπειγόμενος: δὴ γὰρ μενέαινε νέεσθαι.
13.31 ὡς δ᾽ ὅτ᾽ ἀνὴρ δόρποιο λιλαίεται, ᾧ τε πανῆμαρ
13.32 νειὸν ἀν᾽ ἕλκητον βόε οἴνοπε πηκτὸν ἄροτρον:
13.33 ἀσπασίως δ᾽ ἄρα τῷ κατέδυ φάος ἠελίοιο
13.34 δόρπον ἐποίχεσθαι, βλάβεται δέ τε γούνατ᾽ ἰόντι:
13.35 ὣς Ὀδυσῆ᾽ ἀσπαστὸν ἔδυ φάος ἠελίοιο.
13.36 αἶψα δὲ Φαιήκεσσι φιληρέτμοισι μετηύδα,
13.37 Ἀλκινόῳ δὲ μάλιστα πιφαυσκόμενος φάτο μῦθον:
13.38 Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν,
13.39 πέμπετέ με σπείσαντες ἀπήμονα, χαίρετε δ᾽ αὐτοί:
13.40 ἤδη γὰρ τετέλεσται ἅ μοι φίλος ἤθελε θυμός,
13.41 πομπὴ καὶ φίλα δῶρα, τά μοι θεοὶ Οὐρανίωνες
13.42 ὄλβια ποιήσειαν: ἀμύμονα δ᾽ οἴκοι ἄκοιτιν
13.43 νοστήσας εὕροιμι σὺν ἀρτεμέεσσι φίλοισιν.
13.44 ὑμεῖς δ᾽ αὖθι μένοντες ἐϋφραίνοιτε γυναῖκας
13.45 κουριδίας καὶ τέκνα: θεοὶ δ᾽ ἀρετὴν ὀπάσειαν
13.46 παντοίην, καὶ μή τι κακὸν μεταδήμιον εἴη.
13.47 ὣς ἔφαθ᾽, οἱ δ᾽ ἄρα πάντες ἐπῄνεον ἠδ᾽ ἐκέλευον
13.48 πεμπέμεναι τὸν ξεῖνον, ἐπεὶ κατὰ μοῖραν ἔειπεν.
13.49 καὶ τότε κήρυκα προσέφη μένος Ἀλκινόοιο:
13.50 Ποντόνοε, κρητῆρα κερασσάμενος μέθυ νεῖμον
13.51 πᾶσιν ἀνὰ μέγαρον, ὄφρ᾽ εὐξάμενοι Διὶ πατρὶ
13.52 τὸν ξεῖνον πέμπωμεν ἑὴν ἐς πατρίδα γαῖαν.
13.53 ὣς φάτο, Ποντόνοος δὲ μελίφρονα οἶνον ἐκίρνα,
13.54 νώμησεν δ᾽ ἄρα πᾶσιν ἐπισταδόν: οἱ δὲ θεοῖσιν
13.55 ἔσπεισαν μακάρεσσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,
13.56 αὐτόθεν ἐξ ἑδρέων. ἀνὰ δ᾽ ἵστατο δῖος Ὀδυσσεύς,
13.57 Ἀρήτῃ δ᾽ ἐν χειρὶ τίθει δέπας ἀμφικύπελλον,
13.58 καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα:
13.59 χαῖρέ μοι, ὦ βασίλεια, διαμπερές, εἰς ὅ κε γῆρας
13.60 ἔλθῃ καὶ θάνατος, τά τ᾽ ἐπ᾽ ἀνθρώποισι πέλονται.
13.61 αὐτὰρ ἐγὼ νέομαι: σὺ δὲ τέρπεο τῷδ᾽ ἐνὶ οἴκῳ
13.62 παισί τε καὶ λαοῖσι καὶ Ἀλκινόῳ βασιλῆϊ.
13.63 ὣς εἰπὼν ὑπὲρ οὐδὸν ἐβήσετο δῖος Ὀδυσσεύς,
13.64 τῷ δ᾽ ἅμα κήρυκα προΐει μένος Ἀλκινόοιο,
13.65 ἡγεῖσθαι ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης:
13.66 Ἀρήτη δ᾽ ἄρα οἱ δμῳὰς ἅμ᾽ ἔπεμπε γυναῖκας,
13.67 τὴν μὲν φᾶρος ἔχουσαν ἐϋπλυνὲς ἠδὲ χιτῶνα,
13.68 τὴν δ᾽ ἑτέρην χηλὸν πυκινὴν ἅμ᾽ ὄπασσε κομίζειν:
13.69 ἡ δ᾽ ἄλλη σῖτόν τ᾽ ἔφερεν καὶ οἶνον ἐρυθρόν.
13.70 αὐτὰρ ἐπεί ῥ᾽ ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν,
13.71 αἶψα τά γ᾽ ἐν νηῒ γλαφυρῇ πομπῆες ἀγαυοὶ
13.72 δεξάμενοι κατέθεντο, πόσιν καὶ βρῶσιν ἅπασαν:
13.73 κὰδ δ᾽ ἄρ᾽ Ὀδυσσῆϊ στόρεσαν ῥῆγός τε λίνον τε
13.74 νηὸς ἐπ᾽ ἰκριόφιν γλαφυρῆς, ἵνα νήγρετον εὕδοι,
13.75 πρυμνῆς: ἂν δὲ καὶ αὐτὸς ἐβήσετο καὶ κατέλεκτο
13.76 σιγῇ: τοὶ δὲ καθῖζον ἐπὶ κληῗσιν ἕκαστοι
13.77 κόσμῳ, πεῖσμα δ᾽ ἔλυσαν ἀπὸ τρητοῖο λίθοις.
13.78 εὖθ᾽ οἱ ἀνακλινθέντες ἀνερρίπτουν ἅλα πηδῷ,
13.79 καὶ τῷ νήδυμος ὕπνος ἐπὶ βλεφάροισιν ἔπιπτε,
13.80 νήγρετος, ἥδιστος, θανάτῳ ἄγχιστα ἐοικώς.
13.81 ἡ δ᾽, ὥς τ᾽ ἐν πεδίῳ τετράοροι ἄρσενες ἵπποι,
13.82 πάντες ἅμ᾽ ὁρμηθέντες ὑπὸ πληγῇσιν ἱμάσθλης,
13.83 ὑψόσ᾽ ἀειρόμενοι ῥίμφα πρήσσουσι κέλευθον,
13.84 ὣς ἄρα τῆς πρύμνη μὲν ἀείρετο, κῦμα δ᾽ ὄπισθε
13.85 πορφύρεον μέγα θῦε πολυφλοίσβοιο θαλάσσης.
13.86 ἡ δὲ μάλ᾽ ἀσφαλέως θέεν ἔμπεδον: οὐδέ κεν ἴρηξ
13.87 κίρκος ὁμαρτήσειεν, ἐλαφρότατος πετεηνῶν.
13.88 ὣς ἡ ῥίμφα θέουσα θαλάσσης κύματ᾽ ἔταμνεν,
13.89 ἄνδρα φέρουσα θεοῖς ἐναλίγκια μήδε᾽ ἔχοντα:
13.90 ὃς πρὶν μὲν μάλα πολλὰ πάθ᾽ ἄλγεα ὃν κατὰ θυμὸν
13.91 ἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων,
13.92 δὴ τότε γ᾽ ἀτρέμας εὗδε, λελασμένος ὅσσ᾽ ἐπεπόνθει.
13.93 εὖτ᾽ ἀστὴρ ὑπερέσχε φαάντατος, ὅς τε μάλιστα
13.94 ἔρχεται ἀγγέλλων φάος Ἠοῦς ἠριγενείης,
13.95 τῆμος δὴ νήσῳ προσεπίλνατο ποντοπόρος νηῦς.
13.96 Φόρκυνος δέ τίς ἐστι λιμήν, ἁλίοιο γέροντος,
13.97 ἐν δήμῳ Ἰθάκης: δύο δὲ προβλῆτες ἐν αὐτῷ
13.98 ἀκταὶ ἀπορρῶγες, λιμένος ποτιπεπτηυῖαι,
13.99 αἵ τ᾽ ἀνέμων σκεπόωσι δυσαήων μέγα κῦμα
13.100 ἔκτοθεν: ἔντοσθεν δέ τ᾽ ἄνευ δεσμοῖο μένουσι
13.101 νῆες ἐΰσσελμοι, ὅτ᾽ ἂν ὅρμου μέτρον ἵκωνται.
13.102 αὐτὰρ ἐπὶ κρατὸς λιμένος τανύφυλλος ἐλαίη,
13.103 ἀγχόθι δ᾽ αὐτῆς ἄντρον ἐπήρατον ἠεροειδές,
13.104 ἱρὸν νυμφάων αἱ νηϊάδες καλέονται.
13.105 ἐν δὲ κρητῆρές τε καὶ ἀμφιφορῆες ἔασιν
13.106 λάϊνοι: ἔνθα δ᾽ ἔπειτα τιθαιβώσσουσι μέλισσαι.
13.107 ἐν δ᾽ ἱστοὶ λίθεοι περιμήκεες, ἔνθα τε νύμφαι
13.108 φάρε᾽ ὑφαίνουσιν ἁλιπόρφυρα, θαῦμα ἰδέσθαι:
13.109 ἐν δ᾽ ὕδατ᾽ ἀενάοντα. δύω δέ τέ οἱ θύραι εἰσίν,
13.110 αἱ μὲν πρὸς Βορέαο καταιβαταὶ ἀνθρώποισιν,
13.111 αἱ δ᾽ αὖ πρὸς Νότου εἰσὶ θεώτεραι: οὐδέ τι κείνῃ
13.112 ἄνδρες ἐσέρχονται, ἀλλ᾽ ἀθανάτων ὁδός ἐστιν.
13.113 ἔνθ᾽ οἵ γ᾽ εἰσέλασαν, πρὶν εἰδότες: ἡ μὲν ἔπειτα
13.114 ἠπείρῳ ἐπέκελσεν, ὅσον τ᾽ ἐπὶ ἥμισυ πάσης,
13.115 σπερχομένη: τοῖον γὰρ ἐπείγετο χέρσ᾽ ἐρετάων:
13.116 οἱ δ᾽ ἐκ νηὸς βάντες ἐϋζύγου ἤπειρόνδε
13.117 πρῶτον Ὀδυσσῆα γλαφυρῆς ἐκ νηὸς ἄειραν
13.118 αὐτῷ σύν τε λίνῳ καὶ ῥήγεϊ σιγαλόεντι,
13.119 κὰδ δ᾽ ἄρ᾽ ἐπὶ ψαμάθῳ ἔθεσαν δεδμημένον ὕπνῳ,
13.120 ἐκ δὲ κτήματ᾽ ἄειραν, ἅ οἱ Φαίηκες ἀγαυοὶ
13.121 ὤπασαν οἴκαδ᾽ ἰόντι διὰ μεγάθυμον Ἀθήνην.
13.122 καὶ τὰ μὲν οὖν παρὰ πυθμέν᾽ ἐλαίης ἀθρόα θῆκαν
13.123 ἐκτὸς ὁδοῦ, μή πώς τις ὁδιτάων ἀνθρώπων,
13.124 πρίν γ᾽ Ὀδυσῆ᾽ ἔγρεσθαι, ἐπελθὼν δηλήσαιτο:
13.125 αὐτοὶ δ᾽ αὖτ᾽ οἶκόνδε πάλιν κίον. οὐδ᾽ ἐνοσίχθων
13.126 λήθετ᾽ ἀπειλάων, τὰς ἀντιθέῳ Ὀδυσῆϊ
13.127 πρῶτον ἐπηπείλησε, Διὸς δ᾽ ἐξείρετο βουλήν:
13.128 Ζεῦ πάτερ, οὐκέτ᾽ ἐγώ γε μετ᾽ ἀθανάτοισι θεοῖσι
13.129 τιμήεις ἔσομαι, ὅτε με βροτοὶ οὔ τι τίουσιν,
13.130 Φαίηκες, τοί πέρ τοι ἐμῆς ἔξ εἰσι γενέθλης.
13.131 καὶ γὰρ νῦν Ὀδυσῆ᾽ ἐφάμην κακὰ πολλὰ παθόντα
13.132 οἴκαδ᾽ ἐλεύσεσθαι: νόστον δέ οἱ οὔ ποτ᾽ ἀπηύρων
13.133 πάγχυ, ἐπεὶ σὺ πρῶτον ὑπέσχεο καὶ κατένευσας.
13.134 οἱ δ᾽ εὕδοντ᾽ ἐν νηῒ θοῇ ἐπὶ πόντον ἄγοντες
13.135 κάτθεσαν εἰν Ἰθάκῃ, ἔδοσαν δέ οἱ ἄσπετα δῶρα,
13.136 χαλκόν τε χρυσόν τε ἅλις ἐσθῆτά θ᾽ ὑφαντήν,
13.137 πόλλ᾽, ὅσ᾽ ἂν οὐδέ ποτε Τροίης ἐξήρατ᾽ Ὀδυσσεύς,
13.138 εἴ περ ἀπήμων ἦλθε, λαχὼν ἀπὸ ληΐδος αἶσαν.
13.139 τὸν δ᾽ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεὺς:
13.140 ὢ πόποι, ἐννοσίγαι᾽ εὐρυσθενές, οἷον ἔειπες.
13.141 οὔ τί σ᾽ ἀτιμάζουσι θεοί: χαλεπὸν δέ κεν εἴη
13.142 πρεσβύτατον καὶ ἄριστον ἀτιμίῃσιν ἰάλλειν.
13.143 ἀνδρῶν δ᾽ εἴ πέρ τίς σε βίῃ καὶ κάρτεϊ εἴκων
13.144 οὔ τι τίει. σοὶ δ᾽ ἐστὶ καὶ ἐξοπίσω τίσις αἰεί.
13.145 ἔρξον ὅπως ἐθέλεις καί τοι φίλον ἔπλετο θυμῷ.
13.146 τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα Ποσειδάων ἐνοσίχθων:
13.147 αἶψά κ᾽ ἐγὼν ἔρξαιμι, κελαινεφές, ὡς ἀγορεύεις:
13.148 ἀλλὰ σὸν αἰεὶ θυμὸν ὀπίζομαι ἠδ᾽ ἀλεείνω.
13.149 νῦν αὖ Φαιήκων ἐθέλω περικαλλέα νῆα,
13.150 ἐκ πομπῆς ἀνιοῦσαν, ἐν ἠεροειδέϊ πόντῳ
13.151 ῥαῖσαι, ἵν᾽ ἤδη σχῶνται, ἀπολλήξωσι δὲ πομπῆς
13.152 ἀνθρώπων, μέγα δέ σφιν ὄρος πόλει ἀμφικαλύψαι.
13.153 τὸν δ᾽ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς:
13.154 ὢ πέπον, ὡς μὲν ἐμῷ θυμῷ δοκεῖ εἶναι ἄριστα,
13.155 ὁππότε κεν δὴ πάντες ἐλαυνομένην προΐδωνται
13.156 λαοὶ ἀπὸ πτόλιος, θεῖναι λίθον ἐγγύθι γαίης
13.157 νηῒ θοῇ ἴκελον, ἵνα θαυμάζωσιν ἅπαντες
13.158 ἄνθρωποι, μέγα δέ σφιν ὄρος πόλει ἀμφικαλύψαι.
13.159 αὐτὰρ ἐπεὶ τό γ᾽ ἄκουσε Ποσειδάων ἐνοσίχθων,
13.160 βῆ ῥ᾽ ἴμεν ἐς Σχερίην, ὅθι Φαίηκες γεγάασιν.
13.161 ἔνθ᾽ ἔμεν᾽: ἡ δὲ μάλα σχεδὸν ἤλυθε ποντοπόρος νηῦς
13.162 ῥίμφα διωκομένη: τῆς δὲ σχεδὸν ἦλθ᾽ ἐνοσίχθων,
13.163 ὅς μιν λᾶαν ἔθηκε καὶ ἐρρίζωσεν ἔνερθε
13.164 χειρὶ καταπρηνεῖ ἐλάσας: ὁ δὲ νόσφι βεβήκει.
13.165 οἱ δὲ πρὸς ἀλλήλους ἔπεα πτερόεντ᾽ ἀγόρευον
13.166 Φαίηκες δολιχήρετμοι, ναυσίκλυτοι ἄνδρες.
13.167 ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον:
13.168 ὤ μοι, τίς δὴ νῆα θοὴν ἐπέδησ᾽ ἐνὶ πόντῳ
13.169 οἴκαδ᾽ ἐλαυνομένην; καὶ δὴ προὐφαίνετο πᾶσα.
13.170 ὣς ἄρα τις εἴπεσκε: τὰ δ᾽ οὐκ ἴσαν ὡς ἐτέτυκτο.
13.171 τοῖσιν δ᾽ Ἀλκίνοος ἀγορήσατο καὶ μετέειπεν:
13.172 ὢ πόποι, ἦ μάλα δή με παλαίφατα θέσφαθ᾽ ἱκάνει
13.173 πατρὸς ἐμοῦ, ὃς ἔφασκε Ποσειδάων᾽ ἀγάσασθαι
13.174 ἡμῖν, οὕνεκα πομποὶ ἀπήμονές εἰμεν ἁπάντων.
13.175 φῆ ποτὲ Φαιήκων ἀνδρῶν περικαλλέα, νῆα,
13.176 ἐκ πομπῆς ἀνιοῦσαν, ἐν ἠεροειδέϊ πόντῳ
13.177 ῥαισέμεναι, μέγα δ᾽ ἧμιν ὄρος πόλει ἀμφικαλύψειν.
13.178 ὣς ἀγόρευ᾽ ὁ γέρων: τὰ δὲ δὴ νῦν πάντα τελεῖται.
13.179 ἀλλ᾽ ἄγεθ᾽, ὡς ἂν ἐγὼ εἴπω, πειθώμεθα πάντες:
13.180 πομπῆς μὲν παύσασθε βροτῶν, ὅτε κέν τις ἵκηται
13.181 ἡμέτερον προτὶ ἄστυ: Ποσειδάωνι δὲ ταύρους
13.182 δώδεκα κεκριμένους ἱερεύσομεν, αἴ κ᾽ ἐλεήσῃ,
13.183 μηδ᾽ ἡμῖν περίμηκες ὄρος πόλει ἀμφικαλύψῃ.
13.184 ὣς ἔφαθ᾽, οἱ δ᾽ ἔδεισαν, ἑτοιμάσσαντο δὲ ταύρους.
13.185 ὣς οἱ μέν ῥ᾽ εὔχοντο Ποσειδάωνι ἄνακτι
13.186 δήμου Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,
13.187 ἑσταότες περὶ βωμόν. ὁ δ᾽ ἔγρετο δῖος Ὀδυσσεὺς
13.188 εὕδων ἐν γαίῃ πατρωΐῃ, οὐδέ μιν ἔγνω,
13.189 ἤδη δὴν ἀπεών: περὶ γὰρ θεὸς ἠέρα χεῦε
13.190 Παλλὰς Ἀθηναίη, κούρη Διός, ὄφρα μιν αὐτὸν
13.191 ἄγνωστον τεύξειεν ἕκαστά τε μυθήσαιτο,
13.192 μή μιν πρὶν ἄλοχος γνοίη ἀστοί τε φίλοι τε,
13.193 πρὶν πᾶσαν μνηστῆρας ὑπερβασίην ἀποτῖσαι.
13.194 τοὔνεκ᾽ ἄρ᾽ ἀλλοειδέα φαινέσκετο πάντα ἄνακτι,
13.195 ἀτραπιτοί τε διηνεκέες λιμένες τε πάνορμοι
13.196 πέτραι τ᾽ ἠλίβατοι καὶ δένδρεα τηλεθόωντα.
13.197 στῆ δ᾽ ἄρ᾽ ἀναΐξας καί ῥ᾽ εἴσιδε πατρίδα γαῖαν:
13.198 ᾤμωξέν τ᾽ ἄρ ἔπειτα καὶ ὣ πεπλήγετο μηρὼ
13.199 χερσὶ καταπρηνέσσ᾽, ὀλοφυρόμενος δ᾽ ἔπος ηὔδα:
13.200 ὤ μοι ἐγώ, τέων αὖτε βροτῶν ἐς γαῖαν ἱκάνω;
13.201 ἦ ῥ᾽ οἵ γ᾽ ὑβρισταί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι,
13.202 ἦε φιλόξεινοι, καί σφιν νόος ἐστὶ θεουδής;
13.203 πῇ δὴ χρήματα πολλὰ φέρω τάδε; πῇ τε καὶ αὐτὸς
13.204 πλάζομαι; αἴθ᾽ ὄφελον μεῖναι παρὰ Φαιήκεσσιν
13.205 αὐτοῦ: ἐγὼ δέ κεν ἄλλον ὑπερμενέων βασιλήων
13.206 ἐξικόμην, ὅς κέν μ᾽ ἐφίλει καὶ ἔπεμπε νέεσθαι.
13.207 νῦν δ᾽ οὔτ᾽ ἄρ πῃ θέσθαι ἐπίσταμαι, οὐδὲ μὲν αὐτοῦ
13.208 καλλείψω, μή πώς μοι ἕλωρ ἄλλοισι γένηται.
13.209 ὢ πόποι, οὐκ ἄρα πάντα νοήμονες οὐδὲ δίκαιοι
13.210 ἦσαν Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,
13.211 οἵ μ᾽ εἰς ἄλλην γαῖαν ἀπήγαγον, ἦ τέ μ᾽ ἔφαντο
13.212 ἄξειν εἰς Ἰθάκην εὐδείελον, οὐδ᾽ ἐτέλεσσαν.
13.213 Ζεὺς σφέας τίσαιτο ἱκετήσιος, ὅς τε καὶ ἄλλους
13.214 ἀνθρώπους ἐφορᾷ καὶ τίνυται ὅς τις ἁμάρτῃ.
13.215 ἀλλ᾽ ἄγε δὴ τὰ χρήματ᾽ ἀριθμήσω καὶ ἴδωμαι,
13.216 μή τί μοι οἴχωνται κοίλης ἐπὶ νηὸς ἄγοντες.
13.217 ὣς εἰπὼν τρίποδας περικαλλέας ἠδὲ λέβητας
13.218 ἠρίθμει καὶ χρυσὸν ὑφαντά τε εἵματα καλά.
13.219 τῶν μὲν ἄρ᾽ ὀύ τι πόθει: ὁ δ᾽ ὀδύρετο πατρίδα γαῖαν
13.220 ἑρπύζων παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης,
13.221 πόλλ᾽ ὀλοφυρόμενος. σχεδόθεν δέ οἱ ἦλθεν Ἀθήνη,
13.222 ἀνδρὶ δέμας εἰκυῖα νέῳ, ἐπιβώτορι μήλων,
13.223 παναπάλῳ, οἷοί τε ἀνάκτων παῖδες ἔασι,
13.224 δίπτυχον ἀμφ᾽ ὤμοισιν ἔχουσ᾽ εὐεργέα λώπην:
13.225 ποσσὶ δ᾽ ὑπὸ λιπαροῖσι πέδιλ᾽ ἔχε, χερσὶ δ᾽ ἄκοντα.
13.226 τὴν δ᾽ Ὀδυσεὺς γήθησεν ἰδὼν καὶ ἐναντίος ἦλθε,
13.227 καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα:
13.228 ὦ φίλ᾽, ἐπεί σε πρῶτα κιχάνω τῷδ᾽ ἐνὶ χώρῳ,
13.229 χαῖρέ τε καὶ μή μοί τι κακῷ νόῳ ἀντιβολήσαις,
13.230 ἀλλὰ σάω μὲν ταῦτα, σάω δ᾽ ἐμέ: σοὶ γὰρ ἐγώ γε
13.231 εὔχομαι ὥς τε θεῷ καί σευ φίλα γούναθ᾽ ἱκάνω.
13.232 καί μοι τοῦτ᾽ ἀγόρευσον ἐτήτυμον, ὄφρ᾽ ἐῢ εἰδῶ:
13.233 τίς γῆ, τίς δῆμος, τίνες ἀνέρες ἐγγεγάασιν;
13.234 ἦ πού τις νήσων εὐδείελος, ἦέ τις ἀκτὴ
13.235 κεῖθ᾽ ἁλὶ κεκλιμένη ἐριβώλακος ἠπείροιο;
13.236 τὸν δ᾽ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη:
13.237 νήπιός εἰς, ὦ ξεῖν᾽, ἢ τηλόθεν εἰλήλουθας,
13.238 εἰ δὴ τήνδε τε γαῖαν ἀνείρεαι. οὐδέ τι λίην
13.239 οὕτω νώνυμός ἐστιν: ἴσασι δέ μιν μάλα πολλοί,
13.240 ἠμὲν ὅσοι ναίουσι πρὸς ἠῶ τ᾽ ἠέλιόν τε,
13.241 ἠδ᾽ ὅσσοι μετόπισθε ποτὶ ζόφον ἠερόεντα.
13.242 ἦ τοι μὲν τρηχεῖα καὶ οὐχ ἱππήλατός ἐστιν,
13.243 οὐδὲ λίην λυπρή, ἀτὰρ οὐδ᾽ εὐρεῖα τέτυκται.
13.244 ἐν μὲν γάρ οἱ σῖτος ἀθέσφατος, ἐν δέ τε οἶνος
13.245 γίγνεται: αἰεὶ δ᾽ ὄμβρος ἔχει τεθαλυῖά τ᾽ ἐέρση:
13.246 αἰγίβοτος δ᾽ ἀγαθὴ καὶ βούβοτος: ἔστι μὲν ὕλη
13.247 παντοίη, ἐν δ᾽ ἀρδμοὶ ἐπηετανοὶ παρέασι.
13.248 τῷ τοι, ξεῖν᾽, Ἰθάκης γε καὶ ἐς Τροίην ὄνομ᾽ ἵκει,
13.249 τήν περ τηλοῦ φασὶν Ἀχαιΐδος ἔμμεναι αἴης.
13.250 ὣς φάτο, γήθησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,
13.251 χαίρων ᾗ γαίῃ πατρωΐῃ, ὥς οἱ ἔειπε
13.252 Παλλὰς Ἀθηναίη, κούρη Διὸς, αἰγιόχοιο:
13.253 καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα:
13.254 οὐδ᾽ ὅ γ᾽ ἀληθέα εἶπε, πάλιν δ᾽ ὅ γε λάζετο μῦθον,
13.255 αἰεὶ ἐνὶ στήθεσσι νόον πολυκερδέα νωμῶν:
13.256 πυνθανόμην Ἰθάκης γε καὶ ἐν Κρήτῃ εὐρείῃ,
13.257 τηλοῦ ὑπὲρ πόντου: νῦν δ᾽ εἰλήλουθα καὶ αὐτὸς
13.258 χρήμασι σὺν τοίσδεσσι: λιπὼν δ᾽ ἔτι παισὶ τοσαῦτα
13.259 φεύγω, ἐπεὶ φίλον υἷα κατέκτανον Ἰδομενῆος,
13.260 Ὀρσίλοχον πόδας ὠκύν, ὃς ἐν Κρήτῃ εὐρείῃ
13.261 ἀνέρας ἀλφηστὰς νίκα ταχέεσσι πόδεσσιν,
13.262 οὕνεκά με στερέσαι τῆς ληΐδος ἤθελε πάσης
13.263 Τρωϊάδος, τῆς εἵνεκ᾽ ἐγὼ πάθον ἄλγεα θυμῷ,
13.264 ἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων,
13.265 οὕνεκ᾽ ἄρ᾽ οὐχ ᾧ πατρὶ χαριζόμενος θεράπευον
13.266 δήμῳ ἔνι Τρώων, ἀλλ᾽ ἄλλων ἦρχον ἑταίρων.
13.267 τὸν μὲν ἐγὼ κατιόντα βάλον χαλκήρεϊ δουρὶ
13.268 ἀγρόθεν, ἐγγὺς ὁδοῖο λοχησάμενος σὺν ἑταίρῳ:
13.269 νὺξ δὲ μάλα δνοφερὴ κάτεχ᾽ οὐρανόν, οὐδέ τις ἡμέας
13.270 ἀνθρώπων ἐνόησε, λάθον δέ ἑ θυμὸν ἀπούρας.
13.271 αὐτὰρ ἐπεὶ δὴ τόν γε κατέκτανον ὀξέϊ χαλκῷ,
13.272 αὐτίκ᾽ ἐγὼν ἐπὶ νῆα κιὼν Φοίνικας ἀγαυοὺς
13.273 ἐλλισάμην, καί σφιν μενοεικέα ληΐδα δῶκα:
13.274 τούς μ᾽ ἐκέλευσα Πύλονδε καταστῆσαι καὶ ἐφέσσαι
13.275 ἢ εἰς Ἤλιδα δῖαν, ὅθι κρατέουσιν Ἐπειοί.
13.276 ἀλλ᾽ ἦ τοι σφέας κεῖθεν ἀπώσατο ἲς ἀνέμοιο
13.277 πόλλ᾽ ἀεκαζομένους, οὐδ᾽ ἤθελον ἐξαπατῆσαι.
13.278 κεῖθεν δὲ πλαγχθέντες ἱκάνομεν ἐνθάδε νυκτός.
13.279 σπουδῇ δ᾽ ἐς λιμένα προερέσσαμεν, οὐδέ τις ἡμῖν
13.280 δόρπου μνῆστις ἔην, μάλα περ χατέουσιν ἑλέσθαι,
13.281 ἀλλ᾽ αὔτως ἀποβάντες ἐκείμεθα νηὸς ἅπαντες.
13.282 ἔνθ᾽ ἐμὲ μὲν γλυκὺς ὕπνος ἐπήλυθε κεκμηῶτα,
13.283 οἱ δὲ χρήματ᾽ ἐμὰ γλαφυρῆς ἐκ νηὸς ἑλόντες
13.284 κάτθεσαν, ἔνθα περ αὐτὸς ἐπὶ ψαμάθοισιν ἐκείμην.
13.285 οἱ δ᾽ ἐς Σιδονίην εὖ ναιομένην ἀναβάντες
13.286 ᾤχοντ᾽: αὐτὰρ ἐγὼ λιπόμην ἀκαχήμενος ἦτορ.
13.287 ὣς φάτο, μείδησεν δὲ θεὰ γλαυκῶπις Ἀθήνη,
13.288 χειρί τέ μιν κατέρεξε: δέμας δ᾽ ἤϊκτο γυναικὶ
13.289 καλῇ τε μεγάλῃ τε καὶ ἀγλαὰ ἔργα ἰδυίῃ:
13.290 καί μιν φωνήσασ᾽ ἔπεα πτερόεντα προσηύδα:
13.291 κερδαλέος κ᾽ εἴη καὶ ἐπίκλοπος ὅς σε παρέλθοι
13.292 ἐν πάντεσσι δόλοισι, καὶ εἰ θεὸς ἀντιάσειε.
13.293 σχέτλιε, ποικιλομῆτα, δόλων ἆτ᾽, οὐκ ἄρ᾽ ἔμελλες,
13.294 οὐδ᾽ ἐν σῇ περ ἐὼν γαίῃ, λήξειν ἀπατάων
13.295 μύθων τε κλοπίων, οἵ τοι πεδόθεν φίλοι εἰσίν.
13.296 ἀλλ᾽ ἄγε, μηκέτι ταῦτα λεγώμεθα, εἰδότες ἄμφω
13.297 κέρδε᾽, ἐπεὶ σὺ μέν ἐσσι βροτῶν ὄχ᾽ ἄριστος ἁπάντων
13.298 βουλῇ καὶ μύθοισιν, ἐγὼ δ᾽ ἐν πᾶσι θεοῖσι
13.299 μήτι τε κλέομαι καὶ κέρδεσιν: οὐδὲ σύ γ᾽ ἔγνως
13.300 Παλλάδ᾽ Ἀθηναίην, κούρην Διός, ἥ τέ τοι αἰεὶ
13.301 ἐν πάντεσσι πόνοισι παρίσταμαι ἠδὲ φυλάσσω,
13.302 καὶ δέ σε Φαιήκεσσι φίλον πάντεσσιν ἔθηκα,
13.303 νῦν αὖ δεῦρ᾽ ἱκόμην, ἵνα τοι σὺν μῆτιν ὑφήνω
13.304 χρήματά τε κρύψω, ὅσα τοι Φαίηκες ἀγαυοὶ
13.305 ὤπασαν οἴκαδ᾽ ἰόντι ἐμῇ βουλῇ τε νόῳ τε,
13.306 εἴπω θ᾽ ὅσσα τοι αἶσα δόμοις ἔνι ποιητοῖσι
13.307 κήδε᾽ ἀνασχέσθαι: σὺ δὲ τετλάμεναι καὶ ἀνάγκῃ,
13.308 μηδέ τῳ ἐκφάσθαι μήτ᾽ ἀνδρῶν μήτε γυναικῶν,
13.309 πάντων, οὕνεκ᾽ ἄρ᾽ ἦλθες ἀλώμενος, ἀλλὰ σιωπῇ
13.310 πάσχειν ἄλγεα πολλά, βίας ὑποδέγμενος ἀνδρῶν.
13.311 τὴν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς:
13.312 ἀργαλέον σε, θεά, γνῶναι βροτῷ ἀντιάσαντι,
13.313 καὶ μάλ᾽ ἐπισταμένῳ: σὲ γὰρ αὐτὴν παντὶ ἐΐσκεις.
13.314 τοῦτο δ᾽ ἐγὼν εὖ οἶδ᾽, ὅτι μοι πάρος ἠπίη ἦσθα,
13.315 ἧος ἐνὶ Τροίῃ πολεμίζομεν υἷες Ἀχαιῶν.
13.316 αὐτὰρ ἐπεὶ Πριάμοιο πόλιν διεπέρσαμεν αἰπήν,
13.317 βῆμεν δ᾽ ἐν νήεσσι, θεὸς δ᾽ ἐκέδασσεν Ἀχαιούς,
13.318 οὔ σέ γ᾽ ἔπειτα ἴδον, κούρη Διός, οὐδ᾽ ἐνόησα
13.319 νηὸς ἐμῆς ἐπιβᾶσαν, ὅπως τί μοι ἄλγος ἀλάλκοις.
13.320 ἀλλ᾽ αἰεὶ φρεσὶν ᾗσιν ἔχων δεδαϊγμένον ἦτορ
13.321 ἠλώμην, ἧός με θεοὶ κακότητος ἔλυσαν:
13.322 πρίν γ᾽ ὅτε Φαιήκων ἀνδρῶν ἐν πίονι δήμῳ
13.323 θάρσυνάς τε ἔπεσσι καὶ ἐς πόλιν ἤγαγες αὐτή.
13.324 νῦν δέ σε πρὸς πατρὸς γουνάζομαι—οὐ γὰρ ὀΐω
13.325 ἥκειν εἰς Ἰθάκην εὐδείελον, ἀλλά τιν᾽ ἄλλην
13.326 γαῖαν ἀναστρέφομαι: σὲ δὲ κερτομέουσαν ὀΐω
13.327 ταῦτ᾽ ἀγορευέμεναι, ἵν᾽ ἐμὰς φρένας ἠπεροπεύσῃς—
13.328 εἰπέ μοι εἰ ἐτεόν γε φίλην ἐς πατρίδ᾽ ἱκάνω.
13.329 τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη:
13.330 αἰεί τοι τοιοῦτον ἐνὶ στήθεσσι νόημα:
13.331 τῷ σε καὶ οὐ δύναμαι προλιπεῖν δύστηνον ἐόντα,
13.332 οὕνεκ᾽ ἐπητής ἐσσι καὶ ἀγχίνοος καὶ ἐχέφρων.
13.333 ἀσπασίως γάρ κ᾽ ἄλλος ἀνὴρ ἀλαλήμενος ἐλθὼν
13.334 ἵετ᾽ ἐνὶ μεγάροις ἰδέειν παῖδάς τ᾽ ἄλοχόν τε:
13.335 σοὶ δ᾽ οὔ πω φίλον ἐστὶ δαήμεναι οὐδὲ πυθέσθαι,
13.336 πρίν γ᾽ ἔτι σῆς ἀλόχου πειρήσεαι, ἥ τέ τοι αὔτως
13.337 ἧσται ἐνὶ μεγάροισιν, ὀϊζυραὶ δέ οἱ αἰεὶ
13.338 φθίνουσιν νύκτες τε καὶ ἤματα δάκρυ χεούσῃ.
13.339 αὐτὰρ ἐγὼ τὸ μὲν οὔ ποτ᾽ ἀπίστεον, ἀλλ᾽ ἐνὶ θυμῷ
13.340 ᾔδε᾽, ὃ νοστήσεις ὀλέσας ἄπο πάντας ἑταίρους:
13.341 ἀλλά τοι οὐκ ἐθέλησα Ποσειδάωνι μάχεσθαι
13.342 πατροκασιγνήτῳ, ὅς τοι κότον ἔνθετο θυμῷ,
13.343 χωόμενος ὅτι οἱ υἱὸν φίλον ἐξαλάωσας.
13.344 ἀλλ᾽ ἄγε τοι δείξω Ἰθάκης ἕδος, ὄφρα πεποίθῃς.
13.345 Φόρκυνος μὲν ὅδ᾽ ἐστὶ λιμήν, ἁλίοιο γέροντος,
13.346 ἥδε δ᾽ ἐπὶ κρατὸς λιμένος τανύφυλλος ἐλαίη:
13.347 ἀγχόθι δ᾽ αὐτῆς ἄντρον ἐπήρατον ἠεροειδές,
13.348 ἱρὸν νυμφάων, αἳ νηϊάδες καλέονται:
13.349 τοῦτο δέ τοι σπέος ἐστὶ κατηρεφές, ἔνθα σὺ πολλὰς
13.350 ἔρδεσκες νύμφῃσι τεληέσσας ἑκατόμβας:
13.351 τοῦτο δὲ Νήριτόν ἐστιν ὄρος καταειμένον ὕλῃ.
13.352 ὣς εἰποῦσα θεὰ σκέδασ᾽ ἠέρα, εἴσατο δὲ χθών:
13.353 γήθησέν τ᾽ ἄρ᾽ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς,
13.354 χαίρων ᾗ γαίῃ, κύσε δὲ ζείδωρον ἄρουραν.
13.355 αὐτίκα δὲ νύμφῃς ἠρήσατο, χεῖρας ἀνασχών:
13.356 νύμφαι νηϊάδες, κοῦραι Διός, οὔ ποτ᾽ ἐγώ γε
13.357 ὄψεσθ᾽ ὔμμ᾽ ἐφάμην: νῦν δ᾽ εὐχωλῇς ἀγανῇσι
13.358 χαίρετ᾽: ἀτὰρ καὶ δῶρα διδώσομεν, ὡς τὸ πάρος περ,
13.359 αἴ κεν ἐᾷ πρόφρων με Διὸς θυγάτηρ ἀγελείη
13.360 αὐτόν τε ζώειν καί μοι φίλον υἱὸν ἀέξῃ.
13.361 τὸν δ᾽ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη:
13.362 θάρσει, μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων.
13.363 ἀλλὰ χρήματα μὲν μυχῷ ἄντρου θεσπεσίοιο
13.364 θείμεν αὐτίκα νῦν, ἵνα περ τάδε τοι σόα μίμνῃ:
13.365 αὐτοὶ δὲ φραζώμεθ᾽ ὅπως ὄχ᾽ ἄριστα γένηται.
13.366 ὣς εἰποῦσα θεὰ δῦνε σπέος ἠεροειδές,
13.367 μαιομένη κευθμῶνας ἀνὰ σπέος: αὐτὰρ Ὀδυσσεὺς
13.368 ἆσσον πάντ᾽ ἐφόρει, χρυσὸν καὶ ἀτειρέα χαλκὸν
13.369 εἵματά τ᾽ εὐποίητα, τά οἱ Φαίηκες ἔδωκαν.
13.370 καὶ τὰ μὲν εὖ κατέθηκε, λίθον δ᾽ ἐπέθηκε θύρῃσι
13.371 Παλλὰς Ἀθηναίη, κούρη Διὸς αἰγιόχοιο.
13.372 τὼ δὲ καθεζομένω ἱερῆς παρὰ πυθμέν᾽ ἐλαίης
13.373 φραζέσθην μνηστῆρσιν ὑπερφιάλοισιν ὄλεθρον.
13.374 τοῖσι δὲ μύθων ἦρχε θεὰ γλαυκῶπις Ἀθήνη:
13.375 διογενὲς Λαερτιάδη, πολυμήχαν᾽ Ὀδυσσεῦ,
13.376 φράζευ ὅπως μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφήσεις,
13.377 οἳ δή τοι τρίετες μέγαρον κάτα κοιρανέουσι,
13.378 μνώμενοι ἀντιθέην ἄλοχον καὶ ἕδνα διδόντες:
13.379 ἡ δὲ σὸν αἰεὶ νόστον ὀδυρομένη κατὰ θυμὸν
13.380 πάντας μέν ῥ᾽ ἔλπει καὶ ὑπίσχεται ἀνδρὶ ἑκάστῳ,
13.381 ἀγγελίας προϊεῖσα, νόος δέ οἱ ἄλλα μενοινᾷ.
13.382 τὴν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς:
13.383 ὢ πόποι, ἦ μάλα δὴ Ἀγαμέμνονος Ἀτρεΐδαο
13.384 φθίσεσθαι κακὸν οἶτον ἐνὶ μεγάροισιν ἔμελλον,
13.385 εἰ μή μοι σὺ ἕκαστα, θεά, κατὰ μοῖραν ἔειπες.
13.386 ἀλλ᾽ ἄγε μῆτιν ὕφηνον, ὅπως ἀποτίσομαι αὐτούς:
13.387 πὰρ δέ μοι αὐτὴ στῆθι, μένος πολυθαρσὲς ἐνεῖσα,
13.388 οἷον ὅτε Τροίης λύομεν λιπαρὰ κρήδεμνα.
13.389 αἴ κέ μοι ὣς μεμαυῖα παρασταίης, γλαυκῶπι,
13.390 καί κε τριηκοσίοισιν ἐγὼν ἄνδρεσσι μαχοίμην
13.391 σὺν σοί, πότνα θεά, ὅτε μοι πρόφρασσ᾽ ἐπαρήγοις.
13.392 τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη:
13.393 καὶ λίην τοι ἐγώ γε παρέσσομαι, οὐδέ με λήσεις,
13.394 ὁππότε κεν δὴ ταῦτα πενώμεθα: καί τιν᾽ ὀΐω
13.395 αἵματί τ᾽ ἐγκεφάλῳ τε παλαξέμεν ἄσπετον οὖδας
13.396 ἀνδρῶν μνηστήρων, οἵ τοι βίοτον κατέδουσιν.
13.397 ἀλλ᾽ ἄγε σ᾽ ἄγνωστον τεύξω πάντεσσι βροτοῖσι:
13.398 κάρψω μὲν χρόα καλὸν ἐνὶ γναμπτοῖσι μέλεσσι,
13.399 ξανθὰς δ᾽ ἐκ κεφαλῆς ὀλέσω τρίχας, ἀμφὶ δὲ λαῖφος
13.400 ἕσσω ὅ κε στυγέῃσιν ἰδὼν ἄνθρωπον ἔχοντα,
13.401 κνυζώσω δέ τοι ὄσσε πάρος περικαλλέ᾽ ἐόντε,
13.402 ὡς ἂν ἀεικέλιος πᾶσι μνηστῆρσι φανήῃς
13.403 σῇ τ᾽ ἀλόχῳ καὶ παιδί, τὸν ἐν μεγάροισιν ἔλειπες.
13.404 αὐτὸς δὲ πρώτιστα συβώτην εἰσαφικέσθαι,
13.405 ὅς τοι ὑῶν ἐπίουρος, ὁμῶς δέ τοι ἤπια οἶδε,
13.406 παῖδά τε σὸν φιλέει καὶ ἐχέφρονα Πηνελόπειαν.
13.407 δήεις τόν γε σύεσσι παρήμενον: αἱ δὲ νέμονται
13.408 πὰρ Κόρακος πέτρῃ ἐπί τε κρήνῃ Ἀρεθούσῃ,
13.409 ἔσθουσαι βάλανον μενοεικέα καὶ μέλαν ὕδωρ
13.410 πίνουσαι, τά θ᾽ ὕεσσι τρέφει τεθαλυῖαν ἀλοιφήν.
13.411 ἔνθα μένειν καὶ πάντα παρήμενος ἐξερέεσθαι,
13.412 ὄφρ᾽ ἂν ἐγὼν ἔλθω Σπάρτην ἐς καλλιγύναικα
13.413 Τηλέμαχον καλέουσα, τεὸν φίλον υἱόν, Ὀδυσσεῦ:
13.414 ὅς τοι ἐς εὐρύχορον Λακεδαίμονα πὰρ Μενέλαον
13.415 ᾤχετο πευσόμενος μετὰ σὸν κλέος, εἴ που ἔτ᾽ εἴης.
13.416 τὴν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς:
13.417 τίπτε τ᾽ ἄρ᾽ οὔ οἱ ἔειπες, ἐνὶ φρεσὶ πάντα ἰδυῖα;
13.418 ἦ ἵνα που καὶ κεῖνος ἀλώμενος ἄλγεα πάσχῃ
13.419 πόντον ἐπ᾽ ἀτρύγετον: βίοτον δέ οἱ ἄλλοι ἔδουσι;
13.420 τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη:
13.421 μὴ δή τοι κεῖνός γε λίην ἐνθύμιος ἔστω.
13.422 αὐτή μιν πόμπευον, ἵνα κλέος ἐσθλὸν ἄροιτο
13.423 κεῖσ᾽ ἐλθών: ἀτὰρ οὔ τιν᾽ ἔχει πόνον, ἀλλὰ ἕκηλος
13.424 ἧσται ἐν Ἀτρεΐδαο δόμοις, παρὰ δ᾽ ἄσπετα κεῖται.
13.425 ἦ μέν μιν λοχόωσι νέοι σὺν νηῒ μελαίνῃ,
13.426 ἱέμενοι κτεῖναι, πρὶν πατρίδα γαῖαν ἱκέσθαι:
13.427 ἀλλὰ τά γ᾽ οὐκ ὀΐω, πρὶν καί τινα γαῖα καθέξει
13.428 ἀνδρῶν μνηστήρων, οἵ τοι βίοτον κατέδουσιν.
13.429 ὣς ἄρα μιν φαμένη ῥάβδῳ ἐπεμάσσατ᾽ Ἀθήνη.
13.430 κάρψεν μὲν χρόα καλὸν ἐνὶ γναμπτοῖσι μέλεσσι,
13.431 ξανθὰς δ᾽ ἐκ κεφαλῆς ὄλεσε τρίχας, ἀμφὶ δὲ δέρμα
13.432 πάντεσσιν μελέεσσι παλαιοῦ θῆκε γέροντος,
13.433 κνύζωσεν δέ οἱ ὄσσε πάρος περικαλλέ᾽ ἐόντε:
13.434 ἀμφὶ δέ μιν ῥάκος ἄλλο κακὸν βάλεν ἠδὲ χιτῶνα,
13.435 ῥωγαλέα ῥυπόωντα, κακῷ μεμορυγμένα καπνῷ:
13.436 ἀμφὶ δέ μιν μέγα δέρμα ταχείης ἕσσ᾽ ἐλάφοιο,
13.437 ψιλόν: δῶκε δέ οἱ σκῆπτρον καὶ ἀεικέα πήρην,
13.438 πυκνὰ ῥωγαλέην: ἐν δὲ στρόφος ἦεν ἀορτήρ.
13.439 τώ γ᾽ ὣς βουλεύσαντε διέτμαγεν. ἡ μὲν ἔπειτα
13.440 ἐς Λακεδαίμονα δῖαν ἔβη μετὰ παῖδ᾽ Ὀδυσῆος.
14.1 αὐτὰρ ὁ ἐκ λιμένος προσέβη τρηχεῖαν ἀταρπὸν
14.2 χῶρον ἀν᾽ ὑλήεντα δι᾽ ἄκριας, ᾗ οἱ Ἀθήνη
14.3 πέφραδε δῖον ὑφορβόν, ὅ οἱ βιότοιο μάλιστα
14.4 κήδετο οἰκήων, οὓς κτήσατο δῖος Ὀδυσσεύς.
14.5 τὸν δ᾽ ἄρ᾽ ἐνὶ προδόμῳ εὗρ᾽ ἥμενον, ἔνθα οἱ αὐλὴ
14.6 ὑψηλὴ δέδμητο, περισκέπτῳ ἐνὶ χώρῳ,
14.7 καλή τε μεγάλη τε, περίδρομος: ἥν ῥα συβώτης
14.8 αὐτὸς δείμαθ᾽ ὕεσσιν ἀποιχομένοιο ἄνακτος,
14.9 νόσφιν δεσποίνης καὶ Λαέρταο γέροντος,
14.10 ῥυτοῖσιν λάεσσι καὶ ἐθρίγκωσεν ἀχέρδῳ:
14.11 σταυροὺς δ᾽ ἐκτὸς ἔλασσε διαμπερὲς ἔνθα καὶ ἔνθα,
14.12 πυκνοὺς καὶ θαμέας, τὸ μέλαν δρυὸς ἀμφικεάσσας:
14.13 ἔντοσθεν δ᾽ αὐλῆς συφεοὺς δυοκαίδεκα ποίει
14.14 πλησίον ἀλλήλων, εὐνὰς συσίν: ἐν δὲ ἑκάστῳ
14.15 πεντήκοντα σύες χαμαιευνάδες ἐρχατόωντο,
14.16 θήλειαι τοκάδες: τοὶ δ᾽ ἄρσενες ἐκτὸς ἴαυον,
14.17 πολλὸν παυρότεροι: τοὺς γὰρ μινύθεσκον ἔδοντες
14.18 ἀντίθεοι μνηστῆρες, ἐπεὶ προΐαλλε συβώτης
14.19 αἰεὶ ζατρεφέων σιάλων τὸν ἄριστον ἁπάντων:
14.20 οἱ δὲ τριηκόσιοί τε καὶ ἑξήκοντα πέλοντο.
14.21 πὰρ δὲ κύνες, θήρεσσιν ἐοικότες αἰὲν ἴαυον
14.22 τέσσαρες, οὓς ἔθρεψε συβώτης, ὄρχαμος ἀνδρῶν.
14.23 αὐτὸς δ᾽ ἀμφὶ πόδεσσιν ἑοῖς ἀράρισκε πέδιλα,
14.24 τάμνων δέρμα βόειον ἐϋχροές: οἱ δὲ δὴ ἄλλοι
14.25 ᾤχοντ᾽ ἄλλυδις ἄλλος ἅμ᾽ ἀγρομένοισι σύεσσιν,
14.26 οἱ τρεῖς: τὸν δὲ τέταρτον ἀποπροέηκε πόλινδε
14.27 σῦν ἀγέμεν μνηστῆρσιν ὑπερφιάλοισιν ἀνάγκῃ,
14.28 ὄφρ᾽ ἱερεύσαντες κρειῶν κορεσαίατο θυμόν.
14.29 ἐξαπίνης δ᾽ Ὀδυσῆα ἴδον κύνες ὑλακόμωροι.
14.30 οἱ μὲν κεκλήγοντες ἐπέδραμον: αὐτὰρ Ὀδυσσεὺς
14.31 ἕζετο κερδοσύνη, σκῆπτρον δέ οἱ ἔκπεσε χειρός.
14.32 ἔνθα κεν ᾧ πὰρ σταθμῷ ἀεικέλιον πάθεν ἄλγος:
14.33 ἀλλὰ συβώτης ὦκα ποσὶ κραιπνοῖσι μετασπὼν
14.34 ἔσσυτ᾽ ἀνὰ πρόθυρον, σκῦτος δέ οἱ ἔκπεσε χειρός.
14.35 τοὺς μὲν ὁμοκλήσας σεῦεν κύνας ἄλλυδις ἄλλον
14.36 πυκνῇσιν λιθάδεσσιν: ὁ δὲ προσέειπεν ἄνακτα:
14.37 ὦ γέρον, ἦ ὀλίγου σε κύνες διεδηλήσαντο
14.38 ἐξαπίνης, καί κέν μοι ἐλεγχείην κατέχευας.
14.39 καὶ δέ μοι ἄλλα θεοὶ δόσαν ἄλγεά τε στοναχάς τε:
14.40 ἀντιθέου γὰρ ἄνακτος ὀδυρόμενος καὶ ἀχεύων
14.41 ἧμαι, ἄλλοισιν δὲ σύας σιάλους ἀτιτάλλω
14.42 ἔδμεναι: αὐτὰρ κεῖνος ἐελδόμενός που ἐδωδῆς
14.43 πλάζετ᾽ ἐπ᾽ ἀλλοθρόων ἀνδρῶν δῆμόν τε πόλιν τε,
14.44 εἴ που ἔτι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο.
14.45 ἀλλ᾽ ἕπεο, κλισίηνδ᾽ ἴομεν, γέρον, ὄφρα καὶ αὐτός,
14.46 σίτου καὶ οἴνοιο κορεσσάμενος κατὰ θυμόν,
14.47 εἴπῃς ὁππόθεν ἐσσὶ καὶ ὁππόσα κήδε᾽ ἀνέτλης.
14.48 ὣς εἰπὼν κλισίηνδ᾽ ἡγήσατο δῖος ὑφορβός,
14.49 εἷσεν δ᾽ εἰσαγαγών, ῥῶπας δ᾽ ὑπέχευε δασείας,
14.50 ἐστόρεσεν δ᾽ ἐπὶ δέρμα ἰονθάδος ἀγρίου αἰγός,
14.51 αὐτοῦ ἐνεύναιον, μέγα καὶ δασύ. χαῖρε δ᾽ Ὀδυσσεὺς
14.52 ὅττι μιν ὣς ὑπέδεκτο, ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζεν:
14.53 Ζεύς τοι δοίη, ξεῖνε, καὶ ἀθάνατοι θεοὶ ἄλλοι
14.54 ὅττι μάλιστ᾽ ἐθέλεις, ὅτι με πρόφρων ὑπέδεξο.
14.55 τὸν δ᾽ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα:
14.56 ξεῖν᾽, οὔ μοι θέμις ἔστ᾽, οὐδ᾽ εἰ κακίων σέθεν ἔλθοι,
14.57 ξεῖνον ἀτιμῆσαι: πρὸς γὰρ Διός εἰσιν ἅπαντες
14.58 ξεῖνοί τε πτωχοί τε: δόσις δ᾽ ὀλίγη τε φίλη τε
14.59 γίγνεται ἡμετέρη: ἡ γὰρ δμώων δίκη ἐστὶν
14.60 αἰεὶ δειδιότων, ὅτ᾽ ἐπικρατέωσιν ἄνακτες
14.61 οἱ νέοι. ἦ γὰρ τοῦ γε θεοὶ κατὰ νόστον ἔδησαν,
14.62 ὅς κεν ἔμ᾽ ἐνδυκέως ἐφίλει καὶ κτῆσιν ὄπασσεν,
14.63 οἶκόν τε κλῆρόν τε πολυμνήστην τε γυναῖκα,
14.64 οἷά τε ᾧ οἰκῆϊ ἄναξ εὔθυμος ἔδωκεν,
14.65 ὅς οἱ πολλὰ κάμῃσι, θεὸς δ᾽ ἐπὶ ἔργον ἀέξῃ,
14.66 ὡς καὶ ἐμοὶ τόδε ἔργον ἀέξεται, ᾧ ἐπιμίμνω.
14.67 τῷ κέ με πόλλ᾽ ὤνησεν ἄναξ, εἰ αὐτόθ᾽ ἐγήρα:
14.68 ἀλλ᾽ ὄλεθ᾽—ὡς ὤφελλ᾽ Ἑλένης ἀπὸ φῦλον ὀλέσθαι
14.69 πρόχνυ, ἐπεὶ πολλῶν ἀνδρῶν ὑπὸ γούνατ᾽ ἔλυσε:
14.70 καὶ γὰρ κεῖνος ἔβη Ἀγαμέμνονος εἵνεκα τιμῆς
14.71 Ἴλιον εἰς εὔπωλον, ἵνα Τρώεσσι μάχοιτο.
14.72 ὣς εἰπὼν ζωστῆρι θοῶς συνέεργε χιτῶνα,
14.73 βῆ δ᾽ ἴμεν ἐς συφεούς, ὅθι ἔθνεα ἔρχατο χοίρων.
14.74 ἔνθεν ἑλὼν δύ᾽ ἔνεικε καὶ ἀμφοτέρους ἱέρευσεν,
14.75 εὗσέ τε μίστυλλέν τε καὶ ἀμφ᾽ ὀβελοῖσιν ἔπειρεν.
14.76 ὀπτήσας δ᾽ ἄρα πάντα φέρων παρέθηκ᾽ Ὀδυσῆϊ
14.77 θέρμ᾽ αὐτοῖς ὀβελοῖσιν: ὁ δ᾽ ἄλφιτα λευκὰ πάλυνεν:
14.78 ἐν δ᾽ ἄρα κισσυβίῳ κίρνη μελιηδέα οἶνον,
14.79 αὐτὸς δ᾽ ἀντίον ἷζεν, ἐποτρύνων δὲ προσηύδα:
14.80 ἔσθιε νῦν, ὦ ξεῖνε, τά τε δμώεσσι πάρεστι,
14.81 χοίρε᾽: ἀτὰρ σιάλους γε σύας μνηστῆρες ἔδουσιν,
14.82 οὐκ ὄπιδα φρονέοντες ἐνὶ φρεσὶν οὐδ᾽ ἐλεητύν.
14.83 οὐ μὲν σχέτλια ἔργα θεοὶ μάκαρες φιλέουσιν,
14.84 ἀλλὰ δίκην τίουσι καὶ αἴσιμα ἔργ᾽ ἀνθρώπων.
14.85 καὶ μὲν δυσμενέες καὶ ἀνάρσιοι, οἵ τ᾽ ἐπὶ γαίης
14.86 ἀλλοτρίης βῶσιν καί σφι Ζεὺς ληΐδα δώῃ,
14.87 πλησάμενοι δέ τε νῆας ἔβαν οἶκόνδε νέεσθαι,
14.88 καὶ μὲν τοῖς ὄπιδος κρατερὸν δέος ἐν φρεσὶ πίπτει.
14.89 οἵδε δὲ καί τι ἴσασι, θεοῦ δέ τιν᾽ ἔκλυον αὐδήν,
14.90 κείνου λυγρὸν ὄλεθρον, ὅτ᾽ οὐκ ἐθέλουσι δικαίως
14.91 μνᾶσθαι οὐδὲ νέεσθαι ἐπὶ σφέτερ᾽, ἀλλὰ ἕκηλοι
14.92 κτήματα δαρδάπτουσιν ὑπέρβιον, οὐδ᾽ ἔπι φειδώ.
14.93 ὅσσαι γὰρ νύκτες τε καὶ ἡμέραι ἐκ Διός εἰσιν,
14.94 οὔ ποθ᾽ ἓν ἱρεύουσ᾽ ἱερήϊον, οὐδὲ δύ᾽ οἴω:
14.95 οἶνον δὲ φθινύθουσιν ὑπέρβιον ἐξαφύοντες.
14.96 ἦ γάρ οἱ ζωή γ᾽ ἦν ἄσπετος: οὔ τινι τόσση
14.97 ἀνδρῶν ἡρώων, οὔτ᾽ ἠπείροιο μελαίνης
14.98 οὔτ᾽ αὐτῆς Ἰθάκης: οὐδὲ ξυνεείκοσι φωτῶν
14.99 ἔστ᾽ ἄφενος τοσσοῦτον: ἐγὼ δέ κέ τοι καταλέξω.
14.100 δώδεκ᾽ ἐν ἠπείρῳ ἀγέλαι: τόσα πώεα οἰῶν,
14.101 τόσσα συῶν συβόσια, τόσ᾽ αἰπόλια πλατέ᾽ αἰγῶν
14.102 βόσκουσι ξεῖνοί τε καὶ αὐτοῦ βώτορες ἄνδρες.
14.103 ἐνθάδε δ᾽ αἰπόλια πλατέ᾽ αἰγῶν ἕνδεκα πάντα
14.104 ἐσχατιῇ βόσκοντ᾽, ἐπὶ δ᾽ ἀνέρες ἐσθλοὶ ὄρονται.
14.105 τῶν αἰεί σφιν ἕκαστος ἐπ᾽ ἤματι μῆλον ἀγινεῖ,
14.106 ζατρεφέων αἰγῶν ὅς τις φαίνηται ἄριστος.
14.107 αὐτὰρ ἐγὼ σῦς τάσδε φυλάσσω τε ῥύομαί τε,
14.108 καί σφι συῶν τὸν ἄριστον ἐῢ κρίνας ἀποπέμπω.
14.109 ὣς φάθ᾽, ὁ δ᾽ ἐνδυκέως κρέα τ᾽ ἤσθιε πῖνέ τε οἶνον
14.110 ἁρπαλέως ἀκέων, κακὰ δὲ μνηστῆρσι φύτευεν.
14.111 αὐτὰρ ἐπεὶ δείπνησε καὶ ἤραρε θυμὸν ἐδωδῇ,
14.112 καί οἱ πλησάμενος δῶκε σκύφον, ᾧ περ ἔπινεν,
14.113 οἴνου ἐνίπλειον: ὁ δ᾽ ἐδέξατο, χαῖρε δὲ θυμῷ,
14.114 καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα:
14.115 ὦ φίλε, τίς γάρ σε πρίατο κτεάτεσσιν ἑοῖσιν,
14.116 ὧδε μάλ᾽ ἀφνειὸς καὶ καρτερὸς ὡς ἀγορεύεις;
14.117 φῆς δ᾽ αὐτὸν φθίσθαι Ἀγαμέμνονος εἵνεκα τιμῆς.
14.118 εἰπέ μοι, αἴ κέ ποθι γνώω τοιοῦτον ἐόντα.
14.119 Ζεὺς γάρ που τό γε οἶδε καὶ ἀθάνατοι θεοὶ ἄλλοι,
14.120 εἴ κέ μιν ἀγγείλαιμι ἰδών: ἐπὶ πολλὰ δ᾽ ἀλήθην.
14.121 τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα συβώτης, ὄρχαμος ἀνδρῶν:
14.122 ὦ γέρον, οὔ τις κεῖνον ἀνὴρ ἀλαλήμενος ἐλθὼν
14.123 ἀγγέλλων πείσειε γυναῖκά τε καὶ φίλον υἱόν,
14.124 ἀλλ᾽ ἄλλως κομιδῆς κεχρημένοι ἄνδρες ἀλῆται
14.125 ψεύδοντ᾽, οὐδ᾽ ἐθέλουσιν ἀληθέα μυθήσασθαι.
14.126 ὃς δέ κ᾽ ἀλητεύων Ἰθάκης ἐς δῆμον ἵκηται,
14.127 ἐλθὼν ἐς δέσποιναν ἐμὴν ἀπατήλια βάζει:
14.128 ἡ δ᾽ εὖ δεξαμένη φιλέει καὶ ἕκαστα μεταλλᾷ,
14.129 καί οἱ ὀδυρομένῃ βλεφάρων ἄπο δάκρυα πίπτει,
14.130 ἣ θέμις ἐστὶ γυναικός, ἐπὴν πόσις ἄλλοθ᾽ ὄληται.
14.131 αἶψά κε καὶ σύ, γεραιέ, ἔπος παρατεκτήναιο.
14.132 εἴ τίς τοι χλαῖνάν τε χιτῶνά τε εἵματα δοίη.
14.133 τοῦ δ᾽ ἤδη μέλλουσι κύνες ταχέες τ᾽ οἰωνοὶ
14.134 ῥινὸν ἀπ᾽ ὀστεόφιν ἐρύσαι, ψυχὴ δὲ λέλοιπεν:
14.135 ἢ τόν γ᾽ ἐν πόντῳ φάγον ἰχθύες, ὀστέα δ᾽ αὐτοῦ
14.136 κεῖται ἐπ᾽ ἠπείρου ψαμάθῳ εἰλυμένα πολλῇ.
14.137 ὣς ὁ μὲν ἔνθ᾽ ἀπόλωλε, φίλοισι δὲ κήδε᾽ ὀπίσσω
14.138 πᾶσιν, ἐμοὶ δὲ μάλιστα, τετεύχαται: οὐ γὰρ ἔτ᾽ ἄλλον
14.139 ἤπιον ὧδε ἄνακτα κιχήσομαι, ὁππόσ᾽ ἐπέλθω,
14.140 οὐδ᾽ εἴ κεν πατρὸς καὶ μητέρος αὖτις ἵκωμαι
14.141 οἶκον, ὅθι πρῶτον γενόμην καί μ᾽ ἔτρεφον αὐτοί.
14.142 οὐδέ νυ τῶν ἔτι τόσσον ὀδύρομαι, ἱέμενός περ
14.143 ὀφθαλμοῖσιν ἰδέσθαι ἐὼν ἐν πατρίδι γαίῃ:
14.144 ἀλλά μ᾽ Ὀδυσσῆος πόθος αἴνυται οἰχομένοιο.
14.145 τὸν μὲν ἐγών, ὦ ξεῖνε, καὶ οὐ παρεόντ᾽ ὀνομάζειν
14.146 αἰδέομαι: πέρι γάρ μ᾽ ἐφίλει καὶ κήδετο θυμῷ:
14.147 ἀλλά μιν ἠθεῖον καλέω καὶ νόσφιν ἐόντα.
14.148 τὸν δ᾽ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς:
14.149 ὦ φίλ᾽, ἐπειδὴ πάμπαν ἀναίνεαι, οὐδ᾽ ἔτι φῇσθα
14.150 κεῖνον ἐλεύσεσθαι, θυμὸς δέ τοι αἰὲν ἄπιστος:
14.151 ἀλλ᾽ ἐγὼ οὐκ αὔτως μυθήσομαι, ἀλλὰ σὺν ὅρκῳ,
14.152 ὡς νεῖται Ὀδυσεύς: εὐαγγέλιον δέ μοι ἔστω
14.153 αὐτίκ᾽, ἐπεί κεν κεῖνος ἰὼν τὰ ἃ δώμαθ᾽ ἵκηται:
14.154 ἕσσαι με χλαῖνάν τε χιτῶνά τε, εἵματα καλά:
14.155 πρὶν δέ κε, καὶ μάλα περ κεχρημένος, οὔ τι δεχοίμην.
14.156 ἐχθρὸς γάρ μοι κεῖνος ὁμῶς Ἀΐδαο πύλῃσι
14.157 γίγνεται, ὃς πενίῃ εἴκων ἀπατήλια βάζει.
14.158 ἴστω νῦν Ζεὺς πρῶτα θεῶν, ξενίη τε τράπεζα,
14.159 ἱστίη τ᾽ Ὀδυσῆος ἀμύμονος, ἣν ἀφικάνω:
14.160 ἦ μέν τοι τάδε πάντα τελείεται ὡς ἀγορεύω.
14.161 τοῦδ᾽ αὐτοῦ λυκάβαντος ἐλεύσεται ἐνθάδ᾽ Ὀδυσσεύς.
14.162 τοῦ μὲν φθίνοντος μηνός, τοῦ δ᾽ ἱσταμένοιο,
14.163 οἴκαδε νοστήσει, καὶ τίσεται ὅς τις ἐκείνου
14.164 ἐνθάδ᾽ ἀτιμάζει ἄλοχον καὶ φαίδιμον υἱόν.
14.165 τὸν δ᾽ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα:
14.166 ὦ γέρον, οὔτ᾽ ἄρ᾽ ἐγὼν εὐαγγέλιον τόδε τίσω,
14.167 οὔτ᾽ Ὀδυσεὺς ἔτι οἶκον ἐλεύσεται: ἀλλὰ ἕκηλος
14.168 πῖνε, καὶ ἄλλα παρὲξ μεμνώμεθα, μηδέ με τούτων
14.169 μίμνησκ᾽: ἦ γὰρ θυμὸς ἐνὶ στήθεσσιν ἐμοῖσιν
14.170 ἄχνυται, ὁππότε τις μνήσῃ κεδνοῖο ἄνακτος.
14.171 ἀλλ᾽ ἦ τοι ὅρκον μὲν ἐάσομεν, αὐτὰρ Ὀδυσσεὺς
14.172 ἔλθοι ὅπως μιν ἐγώ γ᾽ ἐθέλω καὶ Πηνελόπεια
14.173 Λαέρτης θ᾽ ὁ γέρων καὶ Τηλέμαχος θεοειδής.
14.174 νῦν αὖ παιδὸς ἄλαστον ὀδύρομαι, ὃν τέκ᾽ Ὀδυσσεύς,
14.175 Τηλεμάχου: τὸν ἐπεὶ θρέψαν θεοὶ ἔρνεϊ ἶσον,
14.176 καί μιν ἔφην ἔσσεσθαι ἐν ἀνδράσιν οὔ τι χέρηα
14.177 πατρὸς ἑοῖο φίλοιο, δέμας καὶ εἶδος ἀγητόν,
14.178 τὸν δέ τις ἀθανάτων βλάψε φρένας ἔνδον ἐΐσας
14.179 ἠέ τις ἀνθρώπων: ὁ δ᾽ ἔβη μετὰ πατρὸς ἀκουὴν
14.180 ἐς Πύλον ἠγαθέην: τὸν δὲ μνηστῆρες ἀγαυοὶ
14.181 οἴκαδ᾽ ἰόντα λοχῶσιν, ὅπως ἀπὸ φῦλον ὄληται
14.182 νώνυμον ἐξ Ἰθάκης Ἀρκεισίου ἀντιθέοιο.
14.183 ἀλλ᾽ ἦ τοι κεῖνον μὲν ἐάσομεν, ἤ κεν ἁλώῃ
14.184 ἦ κε φύγῃ καί κέν οἱ ὑπέρσχῃ χεῖρα Κρονίων.
14.185 ἀλλ᾽ ἄγε μοι σύ, γεραιέ, τὰ σ᾽ αὐτοῦ κήδε᾽ ἐνίσπες
14.186 καί μοι τοῦτ᾽ ἀγόρευσον ἐτήτυμον, ὄφρ᾽ ἐῢ εἰδῶ:
14.187 τίς πόθεν εἶς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες;
14.188 ὁπποίης τ᾽ ἐπὶ νηὸς ἀφίκεο: πῶς δέ σε ναῦται
14.189 ἤγαγον εἰς Ἰθάκην; τίνες ἔμμεναι εὐχετόωντο;
14.190 οὐ μὲν γάρ τί σε πεζὸν ὀΐομαι ἐνθάδ᾽ ἱκέσθαι.
14.191 τὸν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς
14.192 τοιγὰρ ἐγώ τοι ταῦτα μάλ᾽ ἀτρεκέως ἀγορεύσω.
14.193 εἴη μὲν νῦν νῶϊν ἐπὶ χρόνον ἠμὲν ἐδωδὴ
14.194 ἠδὲ μέθυ γλυκερὸν κλισίης ἔντοσθεν ἐοῦσι,
14.195 δαίνυσθαι ἀκέοντ᾽, ἄλλοι δ᾽ ἐπὶ ἔργον ἕποιεν:
14.196 ῥηϊδίως κεν ἔπειτα καὶ εἰς ἐνιαυτὸν ἅπαντα
14.197 οὔ τι διαπρήξαιμι λέγων ἐμὰ κήδεα θυμοῦ,
14.198 ὅσσα γε δὴ ξύμπαντα θεῶν ἰότητι μόγησα.
14.199 ἐκ μὲν Κρητάων γένος εὔχομαι εὐρειάων,
14.200 ἀνέρος ἀφνειοῖο πάϊς: πολλοὶ δὲ καὶ ἄλλοι
14.201 υἱέες ἐν μεγάρῳ ἠμὲν τράφεν ἠδ᾽ ἐγένοντο
14.202 γνήσιοι ἐξ ἀλόχου: ἐμὲ δ᾽ ὠνητὴ τέκε μήτηρ
14.203 παλλακίς, ἀλλά με ἶσον ἰθαιγενέεσσιν ἐτίμα
14.204 Κάστωρ Ὑλακίδης, τοῦ ἐγὼ γένος εὔχομαι εἶναι
14.205 ὃς τότ᾽ ἐνὶ Κρήτεσσι θεὸς ὣς τίετο δήμῳ
14.206 ὄλβῳ τε πλούτῳ τε καὶ υἱάσι κυδαλίμοισιν.
14.207 ἀλλ᾽ ἦ τοι τὸν κῆρες ἔβαν θανάτοιο φέρουσαι
14.208 εἰς Ἀΐδαο δόμους: τοὶ δὲ ζωὴν ἐδύσαντο
14.209 παῖδες ὑπέρθυμοι καὶ ἐπὶ κλήρους ἐβάλοντο,
14.210 αὐτὰρ ἐμοὶ μάλα παῦρα δόσαν καὶ οἰκί᾽ ἔνειμαν.
14.211 ἠγαγόμην δὲ γυναῖκα πολυκλήρων ἀνθρώπων
14.212 εἵνεκ᾽ ἐμῆς ἀρετῆς, ἐπεὶ οὐκ ἀποφώλιος ἦα
14.213 οὐδὲ φυγοπτόλεμος: νῦν δ᾽ ἤδη πάντα λέλοιπεν
14.214 ἀλλ᾽ ἔμπης καλάμην γέ σ᾽ ὀΐομαι εἰσορόωντα
14.215 γιγνώσκειν: ἦ γάρ με δύη ἔχει ἤλιθα πολλή.
14.216 ἦ μὲν δὴ θάρσος μοι Ἄρης τ᾽ ἔδοσαν καὶ Ἀθήνη
14.217 καὶ ῥηξηνορίην: ὁπότε κρίνοιμι λόχονδε
14.218 ἄνδρας ἀριστῆας, κακὰ δυσμενέεσσι φυτεύων,
14.219 οὔ ποτέ μοι θάνατον προτιόσσετο θυμὸς ἀγήνωρ,
14.220 ἀλλὰ πολὺ πρώτιστος ἐπάλμενος ἔγχει ἕλεσκον
14.221 ἀνδρῶν δυσμενέων ὅ τέ μοι εἴξειε πόδεσσιν.
14.222 τοῖος ἔα ἐν πολέμῳ: ἔργον δέ μοι οὐ φίλον ἔσκεν
14.223 οὐδ᾽ οἰκωφελίη, ἥ τε τρέφει ἀγλαὰ τέκνα,
14.224 ἀλλά μοι αἰεὶ νῆες ἐπήρετμοι φίλαι ἦσαν
14.225 καὶ πόλεμοι καὶ ἄκοντες ἐΰξεστοι καὶ ὀϊστοί,
14.226 λυγρά, τά τ᾽ ἄλλοισίν γε καταριγηλὰ πέλονται.
14.227 αὐτὰρ ἐμοὶ τὰ φίλ᾽ ἔσκε τά που θεὸς ἐν φρεσὶ θῆκεν:
14.228 ἄλλος γάρ τ᾽ ἄλλοισιν ἀνὴρ ἐπιτέρπεται ἔργοις.
14.229 πρὶν μὲν γὰρ Τροίης ἐπιβήμεναι υἷας Ἀχαιῶν
14.230 εἰνάκις ἀνδράσιν ἦρξα καὶ ὠκυπόροισι νέεσσιν
14.231 ἄνδρας ἐς ἀλλοδαπούς, καί μοι μάλα τύγχανε πολλά.
14.232 τῶν ἐξαιρεύμην μενοεικέα, πολλὰ δ᾽ ὀπίσσω
14.233 λάγχανον: αἶψα δὲ οἶκος ὀφέλλετο, καί ῥα ἔπειτα
14.234 δεινός τ᾽ αἰδοῖός τε μετὰ Κρήτεσσι τετύγμην.
14.235 ἀλλ᾽ ὅτε δὴ τήν γε στυγερὴν ὁδὸν εὐρύοπα Ζεὺς
14.236 ἐφράσαθ᾽, ἣ πολλῶν ἀνδρῶν ὑπὸ γούνατ᾽ ἔλυσε,
14.237 δὴ τότ᾽ ἔμ᾽ ἤνωγον καὶ ἀγακλυτὸν Ἰδομενῆα
14.238 νήεσσ᾽ ἡγήσασθαι ἐς Ἴλιον: οὐδέ τι μῆχος
14.239 ἦεν ἀνήνασθαι, χαλεπὴ δ᾽ ἔχε δήμου φῆμις.
14.240 ἔνθα μὲν εἰνάετες πολεμίζομεν υἷες Ἀχαιῶν,
14.241 τῷ δεκάτῳ δὲ πόλιν Πριάμου πέρσαντες ἔβημεν
14.242 οἴκαδε σὺν νήεσσι, θεὸς δ᾽ ἐκέδασσεν Ἀχαιούς.
14.243 αὐτὰρ ἐμοὶ δειλῷ κακὰ μήδετο μητίετα Ζεύς:
14.244 μῆνα γὰρ οἶον ἔμεινα τεταρπόμενος τεκέεσσιν
14.245 κουριδίῃ τ᾽ ἀλόχῳ καὶ κτήμασιν: αὐτὰρ ἔπειτα
14.246 Αἴγυπτόνδε με θυμὸς ἀνώγει ναυτίλλεσθαι,
14.247 νῆας ἐῢ στείλαντα σὺν ἀντιθέοις ἑτάροισιν.
14.248 ἐννέα νῆας στεῖλα, θοῶς δ᾽ ἐσαγείρατο λαός.
14.249 ἑξῆμαρ μὲν ἔπειτα ἐμοὶ ἐρίηρες ἑταῖροι
14.250 δαίνυντ᾽: αὐτὰρ ἐγὼν ἱερήϊα πολλὰ παρεῖχον
14.251 θεοῖσίν τε ῥέζειν αὐτοῖσί τε δαῖτα πένεσθαι.
14.252 ἑβδομάτῃ δ᾽ ἀναβάντες ἀπὸ Κρήτης εὐρείης
14.253 ἐπλέομεν Βορέῃ ἀνέμῳ ἀκραέϊ καλῷ
14.254 ῥηϊδίως, ὡς εἴ τε κατὰ ῥόον: οὐδέ τις οὖν μοι
14.255 νηῶν πημάνθη, ἀλλ᾽ ἀσκηθέες καὶ ἄνουσοι
14.256 ἥμεθα, τὰς δ᾽ ἄνεμός τε κυβερνῆταί τ᾽ ἴθυνον.
14.257 πεμπταῖοι δ᾽ Αἴγυπτον ἐϋρρείτην ἱκόμεσθα,
14.258 στῆσα δ᾽ ἐν Αἰγύπτῳ ποταμῷ νέας ἀμφιελίσσας.
14.259 ἔνθ᾽ ἦ τοι μὲν ἐγὼ κελόμην ἐρίηρας ἑταίρους
14.260 αὐτοῦ πὰρ νήεσσι μένειν καὶ νῆας ἔρυσθαι,
14.261 ὀπτῆρας δὲ κατὰ σκοπιὰς ὤτρυνα νέεσθαι:
14.262 οἱ δ᾽ ὕβρει εἴξαντες, ἐπισπόμενοι μένεϊ σφῷ,
14.263 αἶψα μάλ᾽ Αἰγυπτίων ἀνδρῶν περικαλλέας ἀγροὺς
14.264 πόρθεον, ἐκ δὲ γυναῖκας ἄγον καὶ νήπια τέκνα,
14.265 αὐτούς τ᾽ ἔκτεινον: τάχα δ᾽ ἐς πόλιν ἵκετ᾽ ἀϋτή.
14.266 οἱ δὲ βοῆς ἀΐοντες ἅμ᾽ ἠοῖ φαινομένηφιν
14.267 ἦλθον: πλῆτο δὲ πᾶν πεδίον πεζῶν τε καὶ ἵππων
14.268 χαλκοῦ τε στεροπῆς: ἐν δὲ Ζεὺς τερπικέραυνος
14.269 φύζαν ἐμοῖς ἑτάροισι κακὴν βάλεν, οὐδέ τις ἔτλη
14.270 μεῖναι ἐναντίβιον: περὶ γὰρ κακὰ πάντοθεν ἔστη.
14.271 ἔνθ᾽ ἡμέων πολλοὺς μὲν ἀπέκτανον ὀξέϊ χαλκῷ,
14.272 τοὺς δ᾽ ἄναγον ζωούς, σφίσιν ἐργάζεσθαι ἀνάγκῃ.
14.273 αὐτὰρ ἐμοὶ Ζεὺς αὐτὸς ἐνὶ φρεσὶν ὧδε νόημα
14.274 ποίησ᾽—ὡς ὄφελον θανέειν καὶ πότμον ἐπισπεῖν
14.275 αὐτοῦ ἐν Αἰγύπτῳ: ἔτι γάρ νύ με πῆμ᾽ ὑπέδεκτο—
14.276 αὐτίκ᾽ ἀπὸ κρατὸς κυνέην εὔτυκτον ἔθηκα
14.277 καὶ σάκος ὤμοιϊν, δόρυ δ᾽ ἔκβαλον ἔκτοσε χειρός:
14.278 αὐτὰρ ἐγὼ βασιλῆος ἐναντίον ἤλυθον ἵππων
14.279 καὶ κύσα γούναθ᾽ ἑλών: ὁδ᾽ ἐρύσατο καί μ᾽ ἐλέησεν,
14.280 ἐς δίφρον δέ μ᾽ ἕσας ἄγεν οἴκαδε δάκρυ χέοντα.
14.281 ἦ μέν μοι μάλα πολλοὶ ἐπήϊσσον μελίῃσιν,
14.282 ἱέμενοι κτεῖναι—δὴ γὰρ κεχολώατο λίην—
14.283 ἀλλ᾽ ἀπὸ κεῖνος ἔρυκε, Διὸς δ᾽ ὠπίζετο μῆνιν
14.284 ξεινίου, ὅς τε μάλιστα νεμεσσᾶται κακὰ ἔργα.
14.285 ἔνθα μὲν ἑπτάετες μένον αὐτόθι, πολλὰ δ᾽ ἄγειρα
14.286 χρήματ᾽ ἀν᾽ Αἰγυπτίους ἄνδρας: δίδοσαν γὰρ ἅπαντες.
14.287 ἀλλ᾽ ὅτε δὴ ὄγδοόν μοι ἐπιπλόμενον ἔτος ἦλθεν,
14.288 δὴ τότε Φοῖνιξ ἦλθεν ἀνὴρ ἀπατήλια εἰδώς,
14.289 τρώκτης, ὃς δὴ πολλὰ κάκ᾽ ἀνθρώποισιν ἐώργει:
14.290 ὅς μ᾽ ἄγε παρπεπιθὼν ᾗσι φρεσίν, ὄφρ᾽ ἱκόμεσθα
14.291 Φοινίκην, ὅθι τοῦ γε δόμοι καὶ κτήματ᾽ ἔκειτο.
14.292 ἔνθα παρ᾽ αὐτῷ μεῖνα τελεσφόρον εἰς ἐνιαυτόν.
14.293 ἀλλ᾽ ὅτε δὴ μῆνές τε καὶ ἡμέραι ἐξετελεῦντο
14.294 ἄψ περιτελλομένου ἔτεος καὶ ἐπήλυθον ὧραι,
14.295 ἐς Λιβύην μ᾽ ἐπὶ νηὸς ἐέσσατο ποντοπόροιο
14.296 ψεύδεα βουλεύσας, ἵνα οἱ σὺν φόρτον ἄγοιμι,
14.297 κεῖθι δέ μ᾽ ὡς περάσειε καὶ ἄσπετον ὦνον ἕλοιτο.
14.298 τῷ ἑπόμην ἐπὶ νηός, ὀϊόμενός περ, ἀνάγκῃ.
14.299 ἡ δ᾽ ἔθεεν Βορέῃ ἀνέμῳ ἀκραέϊ καλῷ,
14.300 μέσσον ὑπὲρ Κρήτης: Ζεὺς δέ σφισι μήδετ᾽ ὄλεθρον.
14.301 ἀλλ᾽ ὅτε δὴ Κρήτην μὲν ἐλείπομεν, οὐδέ τις ἄλλη
14.302 φαίνετο γαιάων, ἀλλ᾽ οὐρανὸς ἠδὲ θάλασσα,
14.303 δὴ τότε κυανέην νεφέλην ἔστησε Κρονίων
14.304 νηὸς ὕπερ γλαφυρῆς, ἤχλυσε δὲ πόντος ὑπ᾽ αὐτῆς.
14.305 Ζεὺς δ᾽ ἄμυδις βρόντησε καὶ ἔμβαλε νηῒ κεραυνόν:
14.306 ἡ δ᾽ ἐλελίχθη πᾶσα Διὸς πληγεῖσα κεραυνῷ,
14.307 ἐν δὲ θεείου πλῆτο: πέσον δ᾽ ἐκ νηὸς ἅπαντες.
14.308 οἱ δὲ κορώνῃσιν ἴκελοι περὶ νῆα μέλαιναν
14.309 κύμασιν ἐμφορέοντο: θεὸς δ᾽ ἀποαίνυτο νόστον.
14.310 αὐτὰρ ἐμοὶ Ζεὺς αὐτός, ἔχοντί περ ἄλγεα θυμῷ,
14.311 ἱστὸν ἀμαιμάκετον νηὸς κυανοπρῴροιο
14.312 ἐν χείρεσσιν ἔθηκεν, ὅπως ἔτι πῆμα φύγοιμι.
14.313 τῷ ῥα περιπλεχθεὶς φερόμην ὀλοοῖς ἀνέμοισιν.
14.314 ἐννῆμαρ φερόμην, δεκάτῃ δέ με νυκτὶ μελαίνῃ
14.315 γαίῃ Θεσπρωτῶν πέλασεν μέγα κῦμα κυλίνδον.
14.316 ἔνθα με Θεσπρωτῶν βασιλεὺς ἐκομίσσατο Φείδων
14.317 ἥρως ἀπριάτην: τοῦ γὰρ φίλος υἱὸς ἐπελθὼν
14.318 αἴθρῳ καὶ καμάτῳ δεδμημένον ἦγεν ἐς οἶκον,
14.319 χειρὸς ἀναστήσας, ὄφρ᾽ ἵκετο δώματα πατρός:
14.320 ἀμφὶ δέ με χλαῖνάν τε χιτῶνά τε εἵματα ἕσσεν.
14.321 ἔνθ᾽ Ὀδυσῆος ἐγὼ πυθόμην: κεῖνος γὰρ ἔφασκε
14.322 ξεινίσαι ἠδὲ φιλῆσαι ἰόντ᾽ ἐς πατρίδα γαῖαν,
14.323 καί μοι κτήματ᾽ ἔδειξεν ὅσα ξυναγείρατ᾽ Ὀδυσσεύς,
14.324 χαλκόν τε χρυσόν τε πολύκμητόν τε σίδηρον.
14.325 καί νύ ἐς δεκάτην γενεὴν ἕτερόν γ᾽ ἔτι βόσκοι:
14.326 τόσσα οἱ ἐν μεγάροις κειμήλια κεῖτο ἄνακτος.
14.327 τὸν δ᾽ ἐς Δωδώνην φάτο βήμεναι, ὄφρα θεοῖο
14.328 ἐκ δρυὸς ὑψικόμοιο Διὸς βουλὴν ἐπακούσαι,
14.329 ὅππως νοστήσει᾽ Ἰθάκης ἐς πίονα δῆμον
14.330 ἤδη δὴν ἀπεών, ἢ ἀμφαδὸν ἦε κρυφηδόν.
14.331 ὤμοσε δὲ πρὸς ἔμ᾽ αὐτόν, ἀποσπένδων ἐνὶ οἴκῳ,
14.332 νῆα κατειρύσθαι καὶ ἐπαρτέας ἔμμεν ἑταίρους,
14.333 οἳ δή μιν πέμψουσι φίλην ἐς πατρίδα γαῖαν.
14.334 ἀλλ᾽ ἐμὲ πρὶν ἀπέπεμψε: τύχησε γὰρ ἐρχομένη νηῦς
14.335 ἀνδρῶν Θεσπρωτῶν ἐς Δουλίχιον πολύπυρον.
14.336 ἔνθ᾽ ὅ γέ μ᾽ ἠνώγει πέμψαι βασιλῆϊ Ἀκάστῳ
14.337 ἐνδυκέως: τοῖσιν δὲ κακὴ φρεσὶν ἥνδανε βουλὴ
14.338 ἀμφ᾽ ἐμοί, ὄφρ᾽ ἔτι πάγχυ δύης ἐπὶ πῆμα γενοίμην.
14.339 ἀλλ᾽ ὅτε γαίης πολλὸν ἀπέπλω ποντοπόρος νηῦς,
14.340 αὐτίκα δούλιον ἦμαρ ἐμοὶ περιμηχανόωντο.
14.341 ἐκ μέν με χλαῖνάν τε χιτῶνά τε εἵματ᾽ ἔδυσαν,
14.342 ἀμφὶ δέ μοι ῥάκος ἄλλο κακὸν βάλον ἠδὲ χιτῶνα,
14.343 ῥωγαλέα, τὰ καὶ αὐτὸς ἐν ὀφθαλμοῖσιν ὅρηαι:
14.344 ἑσπέριοι δ᾽ Ἰθάκης εὐδειέλου ἔργ᾽ ἀφίκοντο.
14.345 ἔνθ᾽ ἐμὲ μὲν κατέδησαν ἐϋσσέλμῳ ἐνὶ νηῒ
14.346 ὅπλῳ ἐϋστρεφέϊ στερεῶς, αὐτοὶ δ᾽ ἀποβάντες
14.347 ἐσσυμένως παρὰ θῖνα θαλάσσης δόρπον ἕλοντο.
14.348 αὐτὰρ ἐμοὶ δεσμὸν μὲν ἀνέγναμψαν θεοὶ αὐτοὶ
14.349 ῥηϊδίως: κεφαλῇ δὲ κατὰ ῥάκος ἀμφικαλύψας,
14.350 ξεστὸν ἐφόλκαιον καταβὰς ἐπέλασσα θαλάσσῃ
14.351 στῆθος, ἔπειτα δὲ χερσὶ διήρεσσ᾽ ἀμφοτέρῃσι
14.352 νηχόμενος, μάλα δ᾽ ὦκα θύρηθ᾽ ἔα ἀμφὶς ἐκείνων.
14.353 ἔνθ᾽ ἀναβάς, ὅθι τε δρίος ἦν πολυανθέος ὕλης,
14.354 κείμην πεπτηώς. οἱ δὲ μεγάλα στενάχοντες
14.355 φοίτων: ἀλλ᾽ οὐ γάρ σφιν ἐφαίνετο κέρδιον εἶναι
14.356 μαίεσθαι προτέρω, τοὶ μὲν πάλιν αὖτις ἔβαινον
14.357 νηὸς ἔπι γλαφυρῆς: ἐμὲ δ᾽ ἔκρυψαν θεοὶ αὐτοὶ
14.358 ῥηϊδίως, καί με σταθμῷ ἐπέλασσαν ἄγοντες
14.359 ἀνδρὸς ἐπισταμένου: ἔτι γάρ νύ μοι αἶσα βιῶναι.
14.360 τὸν δ᾽ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα:
14.361 ἆ δειλὲ ξείνων, ἦ μοι μάλα θυμὸν ὄρινας
14.362 ταῦτα ἕκαστα λέγων, ὅσα δὴ πάθες ἠδ᾽ ὅσ᾽ ἀλήθης.
14.363 ἀλλὰ τά γ᾽ οὐ κατὰ κόσμον ὀΐομαι, οὐδέ με πείσεις
14.364 εἰπὼν ἀμφ᾽ Ὀδυσῆϊ: τί σε χρὴ τοῖον ἐόντα
14.365 μαψιδίως ψεύδεσθαι; ἐγὼ δ᾽ εὖ οἶδα καὶ αὐτὸς
14.366 νόστον ἐμοῖο ἄνακτος, ὅ τ᾽ ἤχθετο πᾶσι θεοῖσι
14.367 πάγχυ μάλ᾽, ὅττι μιν οὔ τι μετὰ Τρώεσσι δάμασσαν
14.368 ἠὲ φίλων ἐν χερσίν, ἐπεὶ πόλεμον τολύπευσε.
14.369 τῷ κέν οἱ τύμβον μὲν ἐποίησαν Παναχαιοί,
14.370 ἠδέ κε καὶ ᾧ παιδὶ μέγα κλέος ἤρατ᾽ ὀπίσσω
14.371 νῦν δέ μιν ἀκλειῶς ἅρπυιαι ἀνηρείψαντο.
14.372 αὐτὰρ ἐγὼ παρ᾽ ὕεσσιν ἀπότροπος: οὐδὲ πόλινδε
14.373 ἔρχομαι, εἰ μή πού τι περίφρων Πηνελόπεια
14.374 ἐλθέμεν ὀτρύνῃσιν, ὅτ᾽ ἀγγελίη ποθὲν ἔλθῃ.
14.375 ἀλλ᾽ οἱ μὲν τὰ ἕκαστα παρήμενοι ἐξερέουσιν,
14.376 ἠμὲν οἳ ἄχνυνται δὴν οἰχομένοιο ἄνακτος,
14.377 ἠδ᾽ οἳ χαίρουσιν βίοτον νήποινον ἔδοντες:
14.378 ἀλλ᾽ ἐμοὶ οὐ φίλον ἐστὶ μεταλλῆσαι καὶ ἐρέσθαι,
14.379 ἐξ οὗ δή μ᾽ Αἰτωλὸς ἀνὴρ ἐξήπαφε μύθῳ,
14.380 ὅς ῥ᾽ ἄνδρα κτείνας, πολλὴν ἐπὶ γαῖαν ἀληθείς,
14.381 ἦλθεν ἐμὰ πρὸς δώματ᾽: ἐγὼ δέ μιν ἀμφαγάπαζον.
14.382 φῆ δέ μιν ἐν Κρήτεσσι παρ᾽ Ἰδομενῆϊ ἰδέσθαι
14.383 νῆας ἀκειόμενον, τάς οἱ ξυνέαξαν ἄελλαι:
14.384 καὶ φάτ᾽ ἐλεύσεσθαι ἢ ἐς θέρος ἢ ἐς ὀπώρην,
14.385 πολλὰ χρήματ᾽ ἄγοντα, σὺν ἀντιθέοις ἑτάροισι.
14.386 καὶ σύ, γέρον πολυπενθές, ἐπεί σέ μοι ἤγαγε δαίμων,
14.387 μήτε τί μοι ψεύδεσσι χαρίζεο μήτε τι θέλγε:
14.388 οὐ γὰρ τοὔνεκ᾽ ἐγώ σ᾽ αἰδέσσομαι οὐδὲ φιλήσω,
14.389 ἀλλὰ Δία ξένιον δείσας αὐτόν τ᾽ ἐλεαίρων.
14.390 τὸν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς
14.391 ἦ μάλα τίς τοι θυμὸς ἐνὶ στήθεσσιν ἄπιστος,
14.392 οἷόν σ᾽ οὐδ᾽ ὀμόσας περ ἐπήγαγον οὐδέ σε πείθω.
14.393 ἀλλ᾽ ἄγε νῦν ῥήτρην ποιησόμεθ᾽: αὐτὰρ ὄπισθε
14.394 μάρτυροι ἀμφοτέροισι θεοί, τοὶ Ὄλυμπον ἔχουσιν.
14.395 εἰ μέν κεν νοστήσῃ ἄναξ τεὸς ἐς τόδε δῶμα,
14.396 ἕσσας με χλαῖνάν τε χιτῶνά τε εἵματα πέμψαι
14.397 Δουλίχιόνδ᾽ ἰέναι, ὅθι μοι φίλον ἔπλετο θυμῷ:
14.398 εἰ δέ κε μὴ ἔλθῃσιν ἄναξ τεὸς ὡς ἀγορεύω,
14.399 δμῶας ἐπισσεύας βαλέειν μεγάλης κατὰ πέτρης,
14.400 ὄφρα καὶ ἄλλος πτωχὸς ἀλεύεται ἠπεροπεύειν.
14.401 τὸν δ᾽ ἀπαμειβόμενος προσεφώνεε δῖος ὑφορβός:
14.402 ξεῖν᾽, οὕτω γάρ κέν μοι ἐϋκλείη τ᾽ ἀρετή τε
14.403 εἴη ἐπ᾽ ἀνθρώπους ἅμα τ᾽ αὐτίκα καὶ μετέπειτα,
14.404 ὅς σ᾽ ἐπεὶ ἐς κλισίην ἄγαγον καὶ ξείνια δῶκα,
14.405 αὖτις δὲ κτείναιμι φίλον τ᾽ ἀπὸ θυμὸν ἑλοίμην:
14.406 πρόφρων κεν δὴ ἔπειτα Δία Κρονίωνα λιτοίμην.
14.407 νῦν δ᾽ ὥρη δόρποιο: τάχιστά μοι ἔνδον ἑταῖροι
14.408 εἶεν, ἵν᾽ ἐν κλισίῃ λαρὸν τετυκοίμεθα δόρπον.
14.409 ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
14.410 ἀγχίμολον δὲ σύες τε καὶ ἀνέρες ἦλθον ὑφορβοί.
14.411 τὰς μὲν ἄρα ἔρξαν κατὰ ἤθεα κοιμηθῆναι,
14.412 κλαγγὴ δ᾽ ἄσπετος ὦρτο συῶν αὐλιζομενάων
14.413 αὐτὰρ ὁ οἷς ἑτάροισιν ἐκέκλετο δῖος ὑφορβός:
14.414 ἄξεθ᾽ ὑῶν τὸν ἄριστον, ἵνα ξείνῳ ἱερεύσω
14.415 τηλεδαπῷ: πρὸς δ᾽ αὐτοὶ ὀνησόμεθ᾽, οἵ περ ὀϊζὺν
14.416 δὴν ἔχομεν πάσχοντες ὑῶν ἕνεκ᾽ ἀργιοδόντων:
14.417 ἄλλοι δ᾽ ἡμέτερον κάματον νήποινον ἔδουσιν.
14.418 ὣς ἄρα φωνήσας κέασε ξύλα νηλέϊ χαλκῷ,
14.419 οἱ δ᾽ ὗν εἰσῆγον μάλα πίονα πενταέτηρον.
14.420 τὸν μὲν ἔπειτ᾽ ἔστησαν ἐπ᾽ ἐσχάρῃ: οὐδὲ συβώτης
14.421 λήθετ᾽ ἄρ᾽ ἀθανάτων: φρεσὶ γὰρ κέχρητ᾽ ἀγαθῇσιν:
14.422 ἀλλ᾽ ὅγ᾽ ἀπαρχόμενος κεφαλῆς τρίχας ἐν πυρὶ βάλλεν
14.423 ἀργιόδοντος ὑός, καὶ ἐπεύχετο πᾶσι θεοῖσιν
14.424 νοστῆσαι Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε.
14.425 κόψε δ᾽ ἀνασχόμενος σχίζῃ δρυός, ἣν λίπε κείων:
14.426 τὸν δ᾽ ἔλιπε ψυχή. τοὶ δ᾽ ἔσφαξάν τε καὶ εὗσαν:
14.427 αἶψα δέ μιν διέχευαν: ὁ δ᾽ ὠμοθετεῖτο συβώτης,
14.428 πάντων ἀρχόμενος μελέων, ἐς πίονα δημόν,
14.429 καὶ τὰ μὲν ἐν πυρὶ βάλλε, παλύνας ἀλφίτου ἀκτῇ,
14.430 μίστυλλόν τ᾽ ἄρα τἆλλα καὶ ἀμφ᾽ ὀβελοῖσιν ἔπειραν,
14.431 ὤπτησάν τε περιφραδέως ἐρύσαντό τε πάντα,
14.432 βάλλον δ᾽ εἰν ἐλεοῖσιν ἀολλέα: ἂν δὲ συβώτης
14.433 ἵστατο δαιτρεύσων: περὶ γὰρ φρεσὶν αἴσιμα ᾔδη.
14.434 καὶ τὰ μὲν ἕπταχα πάντα διεμοιρᾶτο δαΐζων:
14.435 τὴν μὲν ἴαν νύμφῃσι καὶ Ἑρμῇ, Μαιάδος υἱεῖ,
14.436 θῆκεν ἐπευξάμενος, τὰς δ᾽ ἄλλας νεῖμεν ἑκάστῳ:
14.437 νώτοισιν δ᾽ Ὀδυσῆα διηνεκέεσσι γέραιρεν
14.438 ἀργιόδοντος ὑός, κύδαινε δὲ θυμὸν ἄνακτος:
14.439 καί μιν φωνήσας προσέφη πολύμητις Ὀδυσσεύς:
14.440 αἴθ᾽ οὕτως, Εὔμαιε, φίλος Διὶ πατρὶ γένοιο
14.441 ὡς ἐμοί, ὅττι τε τοῖον ἐόντ᾽ ἀγαθοῖσι γεραίρεις.
14.442 τὸν δ᾽ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα:
14.443 ἔσθιε, δαιμόνιε ξείνων, καὶ τέρπεο τοῖσδε,
14.444 οἷα πάρεστι: θεὸς δὲ τὸ μὲν δώσει, τὸ δ᾽ ἐάσει,
14.445 ὅττι κεν ᾧ θυμῷ ἐθέλῃ: δύναται γὰρ ἅπαντα.
14.446 ἦ ῥα καὶ ἄργματα θῦσε θεοῖς αἰειγενέτῃσι,
14.447 σπείσας δ᾽ αἴθοπα οἶνον Ὀδυσσῆϊ πτολιπόρθῳ
14.448 ἐν χείρεσσιν ἔθηκεν: ὁ δ᾽ ἕζετο ᾗ παρὰ μοίρῃ.
14.449 σῖτον δέ σφιν ἔνειμε Μεσαύλιος, ὅν ῥα συβώτης
14.450 αὐτὸς κτήσατο οἶος ἀποιχομένοιο ἄνακτος,
14.451 νόσφιν δεσποίνης καὶ Λαέρταο γέροντος:
14.452 πὰρ δ᾽ ἄρα μιν Ταφίων πρίατο κτεάτεσσιν ἑοῖσιν.
14.453 οἱ δ᾽ ἐπ᾽ ὀνείαθ᾽ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
14.454 αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
14.455 σῖτον μέν σφιν ἀφεῖλε Μεσαύλιος, οἱ δ᾽ ἐπὶ κοῖτον
14.456 σίτου καὶ κρειῶν κεκορημένοι ἐσσεύοντο.
14.457 νὺξ δ᾽ ἄρ᾽ ἐπῆλθε κακὴ σκοτομήνιος, ὗε δ᾽ ἄρα Ζεὺς
14.458 πάννυχος, αὐτὰρ ἄη Ζέφυρος μέγας αἰὲν ἔφυδρος.
14.459 τοῖς δ᾽ Ὀδυσεὺς μετέειπε, συβώτεω πειρητίζων,
14.460 εἴ πώς οἱ ἐκδὺς χλαῖναν πόροι, ἤ τιν᾽ ἑταίρων
14.461 ἄλλον ἐποτρύνειεν, ἐπεί ἑο κήδετο λίην:
14.462 κέκλυθι νῦν, Εὔμαιε καὶ ἄλλοι πάντες ἑταῖροι,
14.463 εὐξάμενός τι ἔπος ἐρέω: οἶνος γὰρ ἀνώγει
14.464 ἠλεός, ὅς τ᾽ ἐφέηκε πολύφρονά περ μάλ᾽ ἀεῖσαι
14.465 καί θ᾽ ἁπαλὸν γελάσαι, καί τ᾽ ὀρχήσασθαι ἀνῆκε,
14.466 καί τι ἔπος προέηκεν ὅ περ τ᾽ ἄρρητον ἄμεινον.
14.467 ἀλλ᾽ ἐπεὶ οὖν τὸ πρῶτον ἀνέκραγον, οὐκ ἐπικεύσω.
14.468 εἴθ᾽ ὣς ἡβώοιμι βίη τέ μοι ἔμπεδος εἴη,
14.469 ὡς ὅθ᾽ ὑπὸ Τροίην λόχον ἤγομεν ἀρτύναντες.
14.470 ἡγείσθην δ᾽ Ὀδυσεύς τε καὶ Ἀτρεΐδης Μενέλαος,
14.471 τοῖσι δ᾽ ἅμα τρίτος ἄρχον ἐγών: αὐτοὶ γὰρ ἄνωγον.
14.472 ἀλλ᾽ ὅτε δή ῥ᾽ ἱκόμεσθα ποτὶ πτόλιν αἰπύ τε τεῖχος,
14.473 ἡμεῖς μὲν περὶ ἄστυ κατὰ ῥωπήϊα πυκνά,
14.474 ἂν δόνακας καὶ ἕλος, ὑπὸ τεύχεσι πεπτηῶτες
14.475 κείμεθα. νὺξ δ᾽ ἄρ᾽ ἐπῆλθε κακὴ Βορέαο πεσόντος,
14.476 πηγυλίς: αὐτὰρ ὕπερθε χιὼν γένετ᾽ ἠΰτε πάχνη,
14.477 ψυχρή, καὶ σακέεσσι περιτρέφετο κρύσταλλος.
14.478 ἔνθ᾽ ἄλλοι πάντες χλαίνας ἔχον ἠδὲ χιτῶνας,
14.479 εὗδον δ᾽ εὔκηλοι, σάκεσιν εἰλυμένοι ὤμους:
14.480 αὐτὰρ ἐγὼ χλαῖναν μὲν ἰὼν ἑτάροισιν ἔλειπον
14.481 ἀφραδίῃς, ἐπεὶ οὐκ ἐφάμην ῥιγωσέμεν ἔμπης,
14.482 ἀλλ᾽ ἑπόμην σάκος οἶον ἔχων καὶ ζῶμα φαεινόν.
14.483 ἀλλ᾽ ὅτε δὴ τρίχα νυκτὸς ἔην, μετὰ δ᾽ ἄστρα βεβήκει,
14.484 καὶ τότ᾽ ἐγὼν Ὀδυσῆα προσηύδων ἐγγὺς ἐόντα
14.485 ἀγκῶνι νύξας: ὁ δ᾽ ἄρ᾽ ἐμμαπέως ὑπάκουσε:
14.486 διογενὲς Λαερτιάδη, πολυμήχαν᾽ Ὀδυσσεῦ,
14.487 οὔ τοι ἔτι ζωοῖσι μετέσσομαι, ἀλλά με χεῖμα
14.488 δάμναται: οὐ γὰρ ἔχω χλαῖναν: παρά μ᾽ ἤπαφε δαίμων
14.489 οἰοχίτων᾽ ἔμεναι: νῦν δ᾽ οὐκέτι φυκτὰ πέλονται.
14.490 ὣς ἐφάμην, ὁ δ᾽ ἔπειτα νόον σχέθε τόνδ᾽ ἐνὶ θυμῷ,
14.491 οἷος κεῖνος ἔην βουλευέμεν ἠδὲ μάχεσθαι:
14.492 φθεγξάμενος δ᾽ ὀλίγῃ ὀπί με πρὸς μῦθον ἔειπε:
14.493 σίγα νῦν, μή τίς σευ Ἀχαιῶν ἄλλος ἀκούσῃ.
14.494 ἦ καὶ ἐπ᾽ ἀγκῶνος κεφαλὴν σχέθεν εἶπέ τε μῦθον:
14.495 κλῦτε, φίλοι: θεῖός μοι ἐνύπνιον ἦλθεν ὄνειρος.
14.496 λίην γὰρ νηῶν ἑκὰς ἤλθομεν: ἀλλά τις εἴη
14.497 εἰπεῖν Ἀτρεΐδῃ Ἀγαμέμνονι, ποιμένι λαῶν,
14.498 εἰ πλέονας παρὰ ναῦφιν ἐποτρύνειε νέεσθαι.
14.499 ὣς ἔφατ᾽, ὦρτο δ᾽ ἔπειτα Θόας, Ἀνδραίμονος υἱός,
14.500 καρπαλίμως, ἀπὸ δὲ χλαῖναν θέτο φοινικόεσσαν,
14.501 βῆ δὲ θέειν ἐπὶ νῆας: ἐγὼ δ᾽ ἐνὶ εἵματι κείνου
14.502 κείμην ἀσπασίως, φάε δὲ χρυσόθρονος Ἠώς.
14.503 ὣς νῦν ἡβώοιμι βίη τέ μοι ἔμπεδος εἴη:
14.504 δοίη κέν τις χλαῖναν ἐνὶ σταθμοῖσι συφορβῶν,
14.505 ἀμφότερον, φιλότητι καὶ αἰδοῖ φωτὸς ἑῆος:
14.506 νῦν δέ μ᾽ ἀτιμάζουσι κακὰ χροῒ εἵματ᾽ ἔχοντα.
14.507 τὸν δ᾽ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα:
14.508 ὦ γέρον, αἶνος μέν τοι ἀμύμων, ὃν κατέλεξας,
14.509 οὐδέ τί πω παρὰ μοῖραν ἔπος νηκερδὲς ἔειπες:
14.510 τῷ οὔτ᾽ ἐσθῆτος δευήσεαι οὔτε τευ ἄλλου,
14.511 ὧν ἐπέοιχ᾽ ἱκέτην ταλαπείριον ἀντιάσαντα,
14.512 νῦν: ἀτὰρ ἠῶθέν γε τὰ σὰ ῥάκεα δνοπαλίξεις.
14.513 οὐ γὰρ πολλαὶ χλαῖναι ἐπημοιβοί τε χιτῶνες
14.514 ἐνθάδε ἕννυσθαι, μία δ᾽ οἴη φωτὶ ἑκάστῳ.
14.515 αὐτὰρ ἐπὴν ἔλθῃσιν Ὀδυσσῆος φίλος υἱός,
14.516 αὐτός τοι χλαῖνάν τε χιτῶνά τε εἵματα δώσει,
14.517 πέμψει δ᾽ ὅππῃ σε κραδίη θυμός τε κελεύει.
14.518 ὣς εἰπὼν ἀνόρουσε, τίθει δ᾽ ἄρα οἱ πυρὸς ἐγγὺς
14.519 εὐνήν, ἐν δ᾽ ὀΐων τε καὶ αἰγῶν δέρματ᾽ ἔβαλλεν.
14.520 ἔνθ᾽ Ὀδυσεὺς κατέλεκτ᾽: ἐπὶ δὲ χλαῖναν βάλεν αὐτῷ
14.521 πυκνὴν καὶ μεγάλην, ἥ οἱ παρεκέσκετ᾽ ἀμοιβάς,
14.522 ἕννυσθαι ὅτε τις χειμὼν ἔκπαγλος ὄροιτο.
14.523 ὣς ὁ μὲν ἔνθ᾽ Ὀδυσεὺς κοιμήσατο, τοὶ δὲ παρ᾽ αὐτὸν
14.524 ἄνδρες κοιμήσαντο νεηνίαι: οὐδὲ συβώτῃ
14.525 ἥνδανεν αὐτόθι κοῖτος, ὑῶν ἄπο κοιμηθῆναι,
14.526 ἀλλ᾽ ὅ γ᾽ ἄρ᾽ ἔξω ἰὼν ὡπλίζετο: χαῖρε δ᾽ Ὀδυσσεύς,
14.527 ὅττι ῥά οἱ βιότου περικήδετο νόσφιν ἐόντος.
14.528 πρῶτον μὲν ξίφος ὀξὺ περὶ στιβαροῖς βάλετ᾽ ὤμοις,
14.529 ἀμφὶ δὲ χλαῖναν ἑέσσατ᾽ ἀλεξάνεμον, μάλα πυκνήν,
14.530 ἂν δὲ νάκην ἕλετ᾽ αἰγὸς ἐϋτρεφέος μεγάλοιο,
14.531 εἵλετο δ᾽ ὀξὺν ἄκοντα, κυνῶν ἀλκτῆρα καὶ ἀνδρῶν.
14.532 βῆ δ᾽ ἴμεναι κείων ὅθι περ σύες ἀργιόδοντες
14.533 πέτρῃ ὕπο γλαφυρῇ εὗδον, Βορέω ὑπ᾽ ἰωγῇ.
15.1 ἡ δ᾽ εἰς εὐρύχορον Λακεδαίμονα Παλλὰς Ἀθήνη
15.2 ᾤχετ᾽, Ὀδυσσῆος μεγαθύμου φαίδιμον υἱὸν
15.3 νόστου ὑπομνήσουσα καὶ ὀτρυνέουσα νέεσθαι.
15.4 εὗρε δὲ Τηλέμαχον καὶ Νέστορος ἀγλαὸν υἱὸν
15.5 εὕδοντ᾽ ἐν προδόμῳ Μενελάου κυδαλίμοιο,
15.6 ἦ τοι Νεστορίδην μαλακῷ δεδμημένον ὕπνῳ:
15.7 Τηλέμαχον δ᾽ οὐχ ὕπνος ἔχε γλυκύς, ἀλλ᾽ ἐνὶ θυμῷ
15.8 νύκτα δι᾽ ἀμβροσίην μελεδήματα πατρὸς ἔγειρεν.
15.9 ἀγχοῦ δ᾽ ἱσταμένη προσέφη γλαυκῶπις Ἀθήνη:
15.10 Τηλέμαχ᾽, οὐκέτι καλὰ δόμων ἄπο τῆλ᾽ ἀλάλησαι,
15.11 κτήματά τε προλιπὼν ἄνδρας τ᾽ ἐν σοῖσι δόμοισιν
15.12 οὕτω ὑπερφιάλους: μή τοι κατὰ πάντα φάγωσι
15.13 κτήματα δασσάμενοι, σὺ δὲ τηϋσίην ὁδὸν ἔλθῃς.
15.14 ἀλλ᾽ ὄτρυνε τάχιστα βοὴν ἀγαθὸν Μενέλαον
15.15 πεμπέμεν, ὄφρ᾽ ἔτι οἴκοι ἀμύμονα μητέρα τέτμῃς.
15.16 ἤδη γάρ ῥα πατήρ τε κασίγνητοί τε κέλονται
15.17 Εὐρυμάχῳ γήμασθαι: ὁ γὰρ περιβάλλει ἅπαντας
15.18 μνηστῆρας δώροισι καὶ ἐξώφελλεν ἔεδνα:
15.19 μή νύ τι σεῦ ἀέκητι δόμων ἐκ κτῆμα φέρηται.
15.20 οἶσθα γὰρ οἷος θυμὸς ἐνὶ στήθεσσι γυναικός:
15.21 κείνου βούλεται οἶκον ὀφέλλειν ὅς κεν ὀπυίῃ,
15.22 παίδων δὲ προτέρων καὶ κουριδίοιο φίλοιο
15.23 οὐκέτι μέμνηται τεθνηκότος οὐδὲ μεταλλᾷ.
15.24 ἀλλὰ σύ γ᾽ ἐλθὼν αὐτὸς ἐπιτρέψειας ἕκαστα
15.25 δμῳάων ἥ τίς τοι ἀρίστη φαίνεται εἶναι,
15.26 εἰς ὅ κέ τοι φήνωσι θεοὶ κυδρὴν παράκοιτιν.
15.27 ἄλλο δέ τοί τι ἔπος ἐρέω, σὺ δὲ σύνθεο θυμῷ.
15.28 μνηστήρων σ᾽ ἐπιτηδὲς ἀριστῆες λοχόωσιν
15.29 ἐν πορθμῷ Ἰθάκης τε Σάμοιό τε παιπαλοέσσης.
15.30 ἱέμενοι κτεῖναι, πρὶν πατρίδα γαῖαν ἱκέσθαι.
15.31 ἀλλὰ τά γ᾽ οὐκ ὀΐω: πρὶν καί τινα γαῖα καθέξει
15.32 ἀνδρῶν μνηστήρων, οἵ τοι βίοτον κατέδουσιν.
15.33 ἀλλὰ ἑκὰς νήσων ἀπέχειν εὐεργέα νῆα,
15.34 νυκτὶ δ᾽ ὁμῶς πλείειν: πέμψει δέ τοι οὖρον ὄπισθεν
15.35 ἀθανάτων ὅς τίς σε φυλάσσει τε ῥύεταί τε.
15.36 αὐτὰρ ἐπὴν πρώτην ἀκτὴν Ἰθάκης ἀφίκηαι,
15.37 νῆα μὲν ἐς πόλιν ὀτρῦναι καὶ πάντας ἑταίρους,
15.38 αὐτὸς δὲ πρώτιστα συβώτην εἰσαφικέσθαι,
15.39 ὅς τοι ὑῶν ἐπίουρος, ὁμῶς δέ τοι ἤπια οἶδεν.
15.40 ἔνθα δὲ νύκτ᾽ ἀέσαι: τὸν δ᾽ ὀτρῦναι πόλιν εἴσω
15.41 ἀγγελίην ἐρέοντα περίφρονι Πηνελοπείῃ,
15.42 οὕνεκά οἱ σῶς ἐσσὶ καὶ ἐκ Πύλου εἰλήλουθας.
15.43 ἡ μὲν ἄρ᾽ ὣς εἰποῦσ᾽ ἀπέβη πρὸς μακρὸν Ὄλυμπον,
15.44 αὐτὰρ ὁ Νεστορίδην ἐξ ἡδέος ὕπνου ἔγειρεν
15.45 λὰξ ποδὶ κινήσας, καί μιν πρὸς μῦθον ἔειπεν:
15.46 ἔγρεο, Νεστορίδη Πεισίστρατε, μώνυχας ἵππους
15.47 ζεῦξον ὑφ᾽ ἅρματ᾽ ἄγων, ὄφρα πρήσσωμεν ὁδοῖο.
15.48 τὸν δ᾽ αὖ Νεστορίδης Πεισίστρατος ἀντίον ηὔδα:
15.49 Τηλέμαχ᾽, οὔ πως ἔστιν ἐπειγομένους περ ὁδοῖο
15.50 νύκτα διὰ δνοφερὴν ἐλάαν: τάχα δ᾽ ἔσσεται ἠώς.
15.51 ἀλλὰ μέν᾽ εἰς ὅ κε δῶρα φέρων ἐπιδίφρια θήῃ
15.52 ἥρως Ἀτρείδης, δουρικλειτὸς Μενέλαος,
15.53 καὶ μύθοις ἀγανοῖσι παραυδήσας ἀποπέμψῃ.
15.54 τοῦ γάρ τε ξεῖνος μιμνήσκεται ἤματα πάντα
15.55 ἀνδρὸς ξεινοδόκου, ὅς κεν φιλότητα παράσχῃ.
15.56 ὣς ἔφατ᾽, αὐτίκα δὲ χρυσόθρονος ἤλυθεν Ἠώς.
15.57 ἀγχίμολον δέ σφ᾽ ἦλθε βοὴν ἀγαθὸς Μενέλαος,
15.58 ἀνστὰς ἐξ εὐνῆς, Ἑλένης πάρα καλλικόμοιο.
15.59 τὸν δ᾽ ὡς οὖν ἐνόησεν Ὀδυσσῆος φίλος υἱός,
15.60 σπερχόμενός ῥα χιτῶνα περὶ χροῒ σιγαλόεντα
15.61 δῦνεν, καὶ μέγα φᾶρος ἐπὶ στιβαροῖς βάλετ᾽ ὤμοις
15.62 ἥρως, βῆ δὲ θύραζε, παριστάμενος δὲ προσηύδα
15.63 Τηλέμαχος, φίλος υἱὸς Ὀδυσσῆος θείοιο:
15.64 Ἀτρεΐδη Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν,
15.65 ἤδη νῦν μ᾽ ἀπόπεμπε φίλην ἐς πατρίδα γαῖαν:
15.66 ἤδη γάρ μοι θυμὸς ἐέλδεται οἴκαδ᾽ ἱκέσθαι.
15.67 τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα βοὴν ἀγαθὸς Μενέλαος:
15.68 Τηλέμαχ᾽, οὔ τί σ᾽ ἐγώ γε πολὺν χρόνον ἐνθάδ᾽ ἐρύξω
15.69 ἱέμενον νόστοιο: νεμεσσῶμαι δὲ καὶ ἄλλῳ
15.70 ἀνδρὶ ξεινοδόκῳ, ὅς κ᾽ ἔξοχα μὲν φιλέῃσιν,
15.71 ἔξοχα δ᾽ ἐχθαίρῃσιν: ἀμείνω δ᾽ αἴσιμα πάντα.
15.72 ἶσόν τοι κακόν ἐσθ᾽, ὅς τ᾽ οὐκ ἐθέλοντα νέεσθαι
15.73 ξεῖνον ἐποτρύνει καὶ ὃς ἐσσύμενον κατερύκει.
15.74 χρὴ ξεῖνον παρεόντα φιλεῖν, ἐθέλοντα δὲ πέμπειν.
15.75 ἀλλὰ μέν᾽ εἰς ὅ κε δῶρα φέρων ἐπιδίφρια θείω
15.76 καλά, σὺ δ᾽ ὀφθαλμοῖσιν ἴδῃς, εἴπω δὲ γυναιξὶ
15.77 δεῖπνον ἐνὶ μεγάροις τετυκεῖν ἅλις ἔνδον ἐόντων.
15.78 ἀμφότερον, κῦδός τε καὶ ἀγλαΐη καὶ ὄνειαρ,
15.79 δειπνήσαντας ἴμεν πολλὴν ἐπ᾽ ἀπείρονα γαῖαν.
15.80 εἰ δ᾽ ἐθέλεις τραφθῆναι ἀν᾽ Ἑλλάδα καὶ μέσον Ἄργος,
15.81 ὄφρα τοι αὐτὸς ἕπωμαι, ὑποζεύξω δέ τοι ἵππους,
15.82 ἄστεα δ᾽ ἀνθρώπων ἡγήσομαι: οὐδέ τις ἡμέας
15.83 αὔτως ἀππέμψει, δώσει δέ τι ἕν γε φέρεσθαι,
15.84 ἠέ τινα τριπόδων εὐχάλκων ἠὲ λεβήτων,
15.85 ἠὲ δύ᾽ ἡμιόνους ἠὲ χρύσειον ἄλεισον.
15.86 τὸν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα:
15.87 Ἀτρεΐδη Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν,
15.88 βούλομαι ἤδη νεῖσθαι ἐφ᾽ ἡμέτερ᾽: οὐ γὰρ ὄπισθεν
15.89 οὖρον ἰὼν κατέλειπον ἐπὶ κτεάτεσσιν ἐμοῖσιν:
15.90 μὴ πατέρ᾽ ἀντίθεον διζήμενος αὐτὸς ὄλωμαι,
15.91 ἤ τί μοι ἐκ μεγάρων κειμήλιον ἐσθλὸν ὄληται.
15.92 αὐτὰρ ἐπεὶ τό γ᾽ ἄκουσε βοὴν ἀγαθὸς Μενέλαος,
15.93 αὐτίκ᾽ ἄρ᾽ ᾗ ἀλόχῳ ἠδὲ δμῳῇσι κέλευσε
15.94 δεῖπνον ἐνὶ μεγάροις τετυκεῖν ἅλις ἔνδον ἐόντων.
15.95 ἀγχίμολον δέ οἱ ἦλθε Βοηθοΐδης Ἐτεωνεύς,
15.96 ἀνστὰς ἐξ εὐνῆς, ἐπεὶ οὐ πολὺ ναῖεν ἀπ᾽ αὐτοῦ:
15.97 τὸν πῦρ κῆαι ἄνωγε βοὴν ἀγαθὸς Μενέλαος
15.98 ὀπτῆσαί τε κρεῶν: ὁ δ᾽ ἄρ᾽ οὐκ ἀπίθησεν ἀκούσας.
15.99 αὐτὸς δ᾽ ἐς θάλαμον κατεβήσετο κηώεντα,
15.100 οὐκ οἶος, ἅμα τῷ γ᾽ Ἑλένη κίε καὶ Μεγαπένθης.
15.101 ἀλλ᾽ ὅτε δή ῥ᾽ ἵκανον ὅθι κειμήλια κεῖτο,
15.102 Ἀτρεΐδης μὲν ἔπειτα δέπας λάβεν ἀμφικύπελλον,
15.103 υἱὸν δὲ κρητῆρα φέρειν Μεγαπένθε᾽ ἄνωγεν
15.104 ἀργύρεον: Ἑλένη δὲ παρίστατο φωριαμοῖσιν,
15.105 ἔνθ᾽ ἔσαν οἱ πέπλοι παμποίκιλοι, οὓς κάμεν αὐτή.
15.106 τῶν ἕν᾽ ἀειραμένη Ἑλένη φέρε, δῖα γυναικῶν,
15.107 ὃς κάλλιστος ἔην ποικίλμασιν ἠδὲ μέγιστος,
15.108 ἀστὴρ δ᾽ ὣς ἀπέλαμπεν: ἔκειτο δὲ νείατος ἄλλων.
15.109 βὰν δ᾽ ἰέναι προτέρω διὰ δώματος, ἧος ἵκοντο
15.110 Τηλέμαχον: τὸν δὲ προσέφη ξανθὸς Μενέλαος:
15.111 Τηλέμαχ᾽, ἦ τοι νόστον, ὅπως φρεσὶ σῇσι μενοινᾷς,
15.112 ὥς τοι Ζεὺς τελέσειεν, ἐρίγδουπος πόσις Ἥρης.
15.113 δώρων δ᾽, ὅσσ᾽ ἐν ἐμῷ οἴκῳ κειμήλια κεῖται,
15.114 δώσω ὃ κάλλιστον καὶ τιμηέστατόν ἐστι.
15.115 δώσω τοι κρητῆρα τετυγμένον: ἀργύρεος δὲ
15.116 ἐστὶν ἅπας, χρυσῷ δ᾽ ἐπὶ χείλεα κεκράανται,
15.117 ἔργον δ᾽ Ἡφαίστοιο: πόρεν δέ ἑ Φαίδιμος ἥρως,
15.118 Σιδονίων βασιλεύς, ὅθ᾽ ἑὸς δόμος ἀμφεκάλυψε
15.119 κεῖσέ με νοστήσαντα: τεῒν δ᾽ ἐθέλω τόδ᾽ ὀπάσσαι.
15.120 ὣς εἰπὼν ἐν χειρὶ τίθει δέπας ἀμφικύπελλον
15.121 ἥρως Ἀτρεΐδης: ὁ δ᾽ ἄρα κρητῆρα φαεινὸν
15.122 θῆκ᾽ αὐτοῦ προπάροιθε φέρων κρατερὸς Μεγαπένθης,
15.123 ἀργύρεον: Ἑλένη δὲ παρίστατο καλλιπάρῃος
15.124 πέπλον ἔχουσ᾽ ἐν χερσίν, ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζε:
15.125 δῶρόν τοι καὶ ἐγώ, τέκνον φίλε, τοῦτο δίδωμι,
15.126 μνῆμ᾽ Ἑλένης χειρῶν, πολυηράτου ἐς γάμου ὥρην,
15.127 σῇ ἀλόχῳ φορέειν: τῆος δὲ φίλῃ παρὰ μητρὶ
15.128 κείσθω ἐνὶ μεγάρῳ. σὺ δέ μοι χαίρων ἀφίκοιο
15.129 οἶκον ἐϋκτίμενον καὶ σὴν ἐς πατρίδα γαῖαν.
15.130 ὣς εἰποῦσ᾽ ἐν χερσὶ τίθει, ὁ δ᾽ ἐδέξατο χαίρων.
15.131 καὶ τὰ μὲν ἐς πείρινθα τίθει Πεισίστρατος ἥρως
15.132 δεξάμενος, καὶ πάντα ἑῷ θηήσατο θυμῷ:
15.133 τοὺς δ᾽ ἦγε πρὸς δῶμα κάρη ξανθὸς Μενέλαος.
15.134 ἑζέσθην δ᾽ ἄρ᾽ ἔπειτα κατὰ κλισμούς τε θρόνους τε.
15.135 χέρνιβα δ᾽ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα
15.136 καλῇ χρυσείῃ, ὑπὲρ ἀργυρέοιο λέβητος,
15.137 νίψασθαι: παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.
15.138 σῖτον δ᾽ αἰδοίη ταμίη παρέθηκε φέρουσα:
15.139 εἴδατα πόλλ᾽ ἐπιθεῖσα, χαριζομένη παρεόντων:
15.140 πὰρ δὲ Βοηθοΐδης κρέα δαίετο καὶ νέμε μοίρας:
15.141 οἰνοχόει δ᾽ υἱὸς Μενελάου κυδαλίμοιο.
15.142 οἱ δ᾽ ἐπ᾽ ὀνείαθ᾽ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
15.143 αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
15.144 δὴ τότε Τηλέμαχος καὶ Νέστορος ἀγλαὸς υἱὸς
15.145 ἵππους τε ζεύγνυντ᾽ ἀνά θ᾽ ἅρματα ποικίλ᾽ ἔβαινον,
15.146 ἐκ δ᾽ ἔλασαν προθύροιο καὶ αἰθούσης ἐριδούπου.
15.147 τοὺς δὲ μετ᾽ Ἀτρεΐδης ἔκιε ξανθὸς Μενέλαος,
15.148 οἶνον ἔχων ἐν χειρὶ μελίφρονα δεξιτερῆφι,
15.149 ἐν δέπαϊ χρυσέῳ, ὄφρα λείψαντε κιοίτην.
15.150 στῆ δ᾽ ἵππων προπάροιθε, δεδισκόμενος δὲ προσηύδα:
15.151 χαίρετον, ὦ κούρω, καὶ Νέστορι ποιμένι λαῶν
15.152 εἰπεῖν: ἦ γὰρ ἐμοί γε πατὴρ ὣς ἤπιος ἦεν,
15.153 ἧος ἐνὶ Τροίῃ πολεμίζομεν υἷες Ἀχαιῶν.
15.154 τὸν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα:
15.155 καὶ λίην κείνῳ γε, διοτρεφές, ὡς ἀγορεύεις,
15.156 πάντα τάδ᾽ ἐλθόντες καταλέξομεν: αἲ γὰρ ἐγὼν ὣς
15.157 νοστήσας Ἰθάκηνδε, κιχὼν Ὀδυσῆ᾽ ἐνὶ οἴκῳ,
15.158 εἴποιμ᾽ ὡς παρὰ σεῖο τυχὼν φιλότητος ἁπάσης
15.159 ἔρχομαι, αὐτὰρ ἄγω κειμήλια πολλὰ καὶ ἐσθλά.
15.160 ὣς ἄρα οἱ εἰπόντι ἐπέπτατο δεξιὸς ὄρνις,
15.161 αἰετὸς ἀργὴν χῆνα φέρων ὀνύχεσσι πέλωρον,
15.162 ἥμερον ἐξ αὐλῆς: οἱ δ᾽ ἰΰζοντες ἕποντο
15.163 ἀνέρες ἠδὲ γυναῖκες: ὁ δέ σφισιν ἐγγύθεν ἐλθὼν
15.164 δεξιὸς ἤϊξε πρόσθ᾽ ἵππων: οἱ δὲ ἰδόντες
15.165 γήθησαν, καὶ πᾶσιν ἐνὶ φρεσὶ θυμὸς ἰάνθη.
15.166 τοῖσι δὲ Νεστορίδης Πεισίστρατος ἤρχετο μύθων:
15.167 φράζεο δή, Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν,
15.168 ἢ νῶϊν τόδ᾽ ἔφηνε θεὸς τέρας ἦε σοὶ αὐτῷ.
15.169 ὣς φάτο, μερμήριξε δ᾽ ἀρηΐφιλος Μενέλαος,
15.170 ὅππως οἱ κατὰ μοῖραν ὑποκρίναιτο νοήσας.
15.171 τὸν δ᾽ Ἑλένη τανύπεπλος ὑποφθαμένη φάτο μῦθον:
15.172 κλῦτέ μευ: αὐτὰρ ἐγὼ μαντεύσομαι, ὡς ἐνὶ θυμῷ
15.173 ἀθάνατοι βάλλουσι καὶ ὡς τελέεσθαι ὀΐω.
15.174 ὡς ὅδε χῆν᾽ ἥρπαξ᾽ ἀτιταλλομένην ἐνὶ οἴκῳ
15.175 ἐλθὼν ἐξ ὄρεος, ὅθι οἱ γενεή τε τόκος τε,
15.176 ὣς Ὀδυσεὺς κακὰ πολλὰ παθὼν καὶ πόλλ᾽ ἐπαληθεὶς
15.177 οἴκαδε νοστήσει καὶ τίσεται: ἠὲ καὶ ἤδη
15.178 οἴκοι, ἀτὰρ μνηστῆρσι κακὸν πάντεσσι φυτεύει.
15.179 τὴν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα:
15.180 οὕτω νῦν Ζεὺς θείη, ἐρίγδουπος πόσις Ἥρης:
15.181 τῷ κέν τοι καὶ κεῖθι θεῷ ὣς εὐχετοῴμην.
15.182 ἦ καὶ ἐφ᾽ ἵπποιϊν μάστιν βάλεν: οἱ δὲ μάλ᾽ ὦκα
15.183 ἤϊξαν πεδίονδε διὰ πτόλιος μεμαῶτες.
15.184 οἱ δὲ πανημέριοι σεῖον ζυγὸν ἀμφὶς ἔχοντες.
15.185 δύσετό τ᾽ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί:
15.186 ἐς Φηρὰς δ᾽ ἵκοντο Διοκλῆος ποτὶ δῶμα,
15.187 υἱέος Ὀρτιλόχοιο, τὸν Ἀλφειὸς τέκε παῖδα.
15.188 ἔνθα δὲ νύκτ᾽ ἄεσαν ὁ δὲ τοῖς πὰρ ξείνια θῆκεν.
15.189 ἦμος δ᾽ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
15.190 ἵππους τε ζεύγνυντ᾽ ἀνά θ᾽ ἅρματα ποικίλ᾽ ἔβαινον,
15.191 ἐκ δ᾽ ἔλασαν προθύροιο καὶ αἰθούσης ἐριδούπου:
15.192 μάστιξεν δ᾽ ἐλάαν, τὼ δ᾽ οὐκ ἄκοντε πετέσθην.
15.193 αἶψα δ᾽ ἔπειθ᾽ ἵκοντο Πύλου αἰπὺ πτολίεθρον:
15.194 καὶ τότε Τηλέμαχος προσεφώνεε Νέστορος υἱόν:
15.195 Νεστορίδη, πῶς κέν μοι ὑποσχόμενος τελέσειας
15.196 μῦθον ἐμόν; ξεῖνοι δὲ διαμπερὲς εὐχόμεθ᾽ εἶναι
15.197 ἐκ πατέρων φιλότητος, ἀτὰρ καὶ ὁμήλικές εἰμεν:
15.198 ἥδε δ᾽ ὁδὸς καὶ μᾶλλον ὁμοφροσύνῃσιν ἐνήσει.
15.199 μή με παρὲξ ἄγε νῆα, διοτρεφές, ἀλλὰ λίπ᾽ αὐτοῦ,
15.200 μή μ᾽ ὁ γέρων ἀέκοντα κατάσχῃ ᾧ ἐνὶ οἴκῳ
15.201 ἱέμενος φιλέειν: ἐμὲ δὲ χρεὼ θᾶσσον ἱκέσθαι.
15.202 ὣς φάτο, Νεστορίδης δ᾽ ἄρ᾽ ἑῷ συμφράσσατο θυμῷ,
15.203 ὅππως οἱ κατὰ μοῖραν ὑποσχόμενος τελέσειεν.
15.204 ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι:
15.205 στρέψ᾽ ἵππους ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης,
15.206 νηῒ δ᾽ ἐνὶ πρύμνῃ ἐξαίνυτο κάλλιμα δῶρα,
15.207 ἐσθῆτα χρυσόν τε, τά οἱ Μενέλαος ἔδωκε:
15.208 καί μιν ἐποτρύνων ἔπεα πτερόεντα προσηύδα:
15.209 σπουδῇ νῦν ἀνάβαινε κέλευέ τε πάντας ἑταίρους,
15.210 πρὶν ἐμὲ οἴκαδ᾽ ἱκέσθαι ἀπαγγεῖλαί τε γέροντι.
15.211 εὖ γὰρ ἐγὼ τόδε οἶδα κατὰ φρένα καὶ κατὰ θυμόν:
15.212 οἷος κείνου θυμὸς ὑπέρβιος, οὔ σε μεθήσει,
15.213 ἀλλ᾽ αὐτὸς καλέων δεῦρ᾽ εἴσεται, οὐδέ ἕ φημι
15.214 ἂψ ἰέναι κενεόν: μάλα γὰρ κεχολώσεται ἔμπης.
15.215 ὣς ἄρα φωνήσας ἔλασεν καλλίτριχας ἵππους
15.216 ἂψ Πυλίων εἰς ἄστυ, θοῶς δ᾽ ἄρα δώμαθ᾽ ἵκανε.
15.217 Τηλέμαχος δ᾽ ἑτάροισιν ἐποτρύνων ἐκέλευσεν:
15.218 ἐγκοσμεῖτε τὰ τεύχε᾽, ἑταῖροι, νηῒ μελαίνῃ,
15.219 αὐτοί τ᾽ ἀμβαίνωμεν, ἵνα πρήσσωμεν ὁδοῖο.
15.220 ὣς ἔφαθ᾽, οἱ δ᾽ ἄρα τοῦ μάλα μὲν κλύον ἠδ᾽ ἐπίθοντο,
15.221 αἶψα δ᾽ ἄρ᾽ εἴσβαινον καὶ ἐπὶ κληῗσι καθῖζον.
15.222 ἦ τοι ὁ μὲν τὰ πονεῖτο καὶ εὔχετο, θῦε δ᾽ Ἀθήνῃ
15.223 νηῒ πάρα πρυμνῇ: σχεδόθεν δέ οἱ ἤλυθεν ἀνὴρ
15.224 τηλεδαπός, φεύγων ἐξ Ἄργεος ἄνδρα κατακτάς,
15.225 μάντις: ἀτὰρ γενεήν γε Μελάμποδος ἔκγονος ἦεν,
15.226 ὃς πρὶν μέν ποτ᾽ ἔναιε Πύλῳ ἔνι, μητέρι μήλων,
15.227 ἀφνειὸς Πυλίοισι μέγ᾽ ἔξοχα δώματα ναίων:
15.228 δὴ τότε γ᾽ ἄλλων δῆμον ἀφίκετο, πατρίδα φεύγων
15.229 Νηλέα τε μεγάθυμον, ἀγαυότατον ζωόντων,
15.230 ὅς οἱ χρήματα πολλὰ τελεσφόρον εἰς ἐνιαυτὸν
15.231 εἶχε βίῃ. ὁ δὲ τῆος ἐνὶ μεγάροις Φυλάκοιο
15.232 δεσμῷ ἐν ἀργαλέῳ δέδετο, κρατέρ᾽ ἄλγεα πάσχων
15.233 εἵνεκα Νηλῆος κούρης ἄτης τε βαρείης,
15.234 τήν οἱ ἐπὶ φρεσὶ θῆκε θεὰ δασπλῆτις Ἐρινύς.
15.235 ἀλλ᾽ ὁ μὲν ἔκφυγε κῆρα καὶ ἤλασε βοῦς ἐριμύκους
15.236 ἐς Πύλον ἐκ Φυλάκης καὶ ἐτίσατο ἔργον ἀεικὲς
15.237 ἀντίθεον Νηλῆα, κασιγνήτῳ δὲ γυναῖκα
15.238 ἠγάγετο πρὸς δώμαθ᾽. ὁ δ᾽ ἄλλων ἵκετο δῆμον,
15.239 Ἄργος ἐς ἱππόβοτον: τόθι γάρ νύ οἱ αἴσιμον ἦεν
15.240 ναιέμεναι πολλοῖσιν ἀνάσσοντ᾽ Ἀργείοισιν
15.241 ἔνθα δ᾽ ἔγημε γυναῖκα καὶ ὑψερεφὲς θέτο δῶμα,
15.242 γείνατο δ᾽ Ἀντιφάτην καὶ Μάντιον, υἷε κραταιώ.
15.243 Ἀντιφάτης μὲν ἔτικτεν Ὀϊκλῆα μεγάθυμον,
15.244 αὐτὰρ Ὀϊκλείης λαοσσόον Ἀμφιάραον,
15.245 ὃν περὶ κῆρι φίλει Ζεύς τ᾽ αἰγίοχος καὶ Ἀπόλλων
15.246 παντοίην φιλότητ᾽: οὐδ᾽ ἵκετο γήραος οὐδόν,
15.247 ἀλλ᾽ ὄλετ᾽ ἐν Θήβῃσι γυναίων εἵνεκα δώρων.
15.248 τοῦ δ᾽ υἱεῖς ἐγένοντ᾽ Ἀλκμαίων Ἀμφίλοχός τε.
15.249 Μάντιος αὖ τέκετο Πολυφείδεά τε Κλεῖτόν τε:
15.250 ἀλλ᾽ ἦ τοι Κλεῖτον χρυσόθρονος ἥρπασεν Ἠὼς
15.251 κάλλεος εἵνεκα οἷο, ἵν᾽ ἀθανάτοισι μετείη:
15.252 αὐτὰρ ὑπέρθυμον Πολυφείδεα μάντιν Ἀπόλλων
15.253 θῆκε βροτῶν ὄχ᾽ ἄριστον, ἐπεὶ θάνεν Ἀμφιάραος:
15.254 ὅς ῥ᾽ Ὑπερησίηνδ᾽ ἀπενάσσατο πατρὶ χολωθείς,
15.255 ἔνθ᾽ ὅ γε ναιετάων μαντεύετο πᾶσι βροτοῖσιν.
15.256 τοῦ μὲν ἄρ᾽ υἱὸς ἐπῆλθε, Θεοκλύμενος δ᾽ ὄνομ᾽ ἦεν,
15.257 ὃς τότε Τηλεμάχου πέλας ἵστατο: τὸν δ᾽ ἐκίχανεν
15.258 σπένδοντ᾽ εὐχόμενόν τε θοῇ παρὰ νηῒ μελαίνῃ,
15.259 καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα:
15.260 ὦ φίλ᾽, ἐπεί σε θύοντα κιχάνω τῷδ᾽ ἐνὶ χώρῳ,
15.261 λίσσομ᾽ ὑπὲρ θυέων καὶ δαίμονος, αὐτὰρ ἔπειτα
15.262 σῆς τ᾽ αὐτοῦ κεφαλῆς καὶ ἑταίρων, οἵ τοι ἕπονται,
15.263 εἰπέ μοι εἰρομένῳ νημερτέα μηδ᾽ ἐπικεύσῃς:
15.264 τίς πόθεν εἶς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες;
15.265 τὸν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα:
15.266 τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλ᾽ ἀτρεκέως ἀγορεύσω.
15.267 ἐξ Ἰθάκης γένος εἰμί, πατὴρ δέ μοί ἐστιν Ὀδυσσεύς,
15.268 εἴ ποτ᾽ ἔην: νῦν δ᾽ ἤδη ἀπέφθιτο λυγρῷ ὀλέθρῳ.
15.269 τοὔνεκα νῦν ἑτάρους τε λαβὼν καὶ νῆα μέλαιναν
15.270 ἦλθον πευσόμενος πατρὸς δὴν οἰχομένοιο.
15.271 τὸν δ᾽ αὖτε προσέειπε Θεοκλύμενος θεοειδής:
15.272 οὕτω τοι καὶ ἐγὼν ἐκ πατρίδος, ἄνδρα κατακτὰς
15.273 ἔμφυλον: πολλοὶ δὲ κασίγνητοί τε ἔται τε
15.274 Ἄργος ἀν᾽ ἱππόβοτον, μέγα δὲ κρατέουσιν Ἀχαιῶν.
15.275 τῶν ὑπαλευάμενος θάνατον καὶ κῆρα μέλαιναν
15.276 φεύγω, ἐπεί νύ μοι αἶσα κατ᾽ ἀνθρώπους ἀλάλησθαι.
15.277 ἀλλά με νηὸς ἔφεσσαι, ἐπεί σε φυγὼν ἱκέτευσα,
15.278 μή με κατακτείνωσι: διωκέμεναι γὰρ ὀΐω.
15.279 τὸν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα:
15.280 οὐ μὲν δή σ᾽ ἐθέλοντά γ᾽ ἀπώσω νηὸς ἐΐσης,
15.281 ἀλλ᾽ ἕπευ: αὐτὰρ κεῖθι φιλήσεαι, οἷά κ᾽ ἔχωμεν.
15.282 ὣς ἄρα φωνήσας οἱ ἐδέξατο χάλκεον ἔγχος,
15.283 καὶ τό γ᾽ ἐπ᾽ ἰκριόφιν τάνυσεν νεὸς ἀμφιελίσσης:
15.284 ἂν δὲ καὶ αὐτὸς νηὸς ἐβήσετο ποντοπόροιο.
15.285 ἐν πρύμνῃ δ᾽ ἄρ᾽ ἔπειτα καθέζετο, πὰρ δὲ οἷ αὐτῷ
15.286 εἷσε Θεοκλύμενον: τοὶ δὲ πρυμνήσι᾽ ἔλυσαν.
15.287 Τηλέμαχος δ᾽ ἑτάροισιν ἐποτρύνας ἐκέλευσεν
15.288 ὅπλων ἅπτεσθαι: τοὶ δ᾽ ἐσσυμένως ἐπίθοντο.
15.289 ἱστὸν δ᾽ εἰλάτινον κοίλης ἔντοσθε μεσόδμης
15.290 στῆσαν ἀείραντες, κατὰ δὲ προτόνοισιν ἔδησαν,
15.291 ἕλκον δ᾽ ἱστία λευκὰ ἐϋστρέπτοισι βοεῦσι.
15.292 τοῖσιν δ᾽ ἴκμενον οὖρον ἵει γλαυκῶπις Ἀθήνη,
15.293 λάβρον ἐπαιγίζοντα δι᾽ αἰθέρος, ὄφρα τάχιστα
15.294 νηῦς ἀνύσειε θέουσα θαλάσσης ἁλμυρὸν ὕδωρ.
15.295 βὰν δὲ παρὰ Κρουνοὺς καὶ Χαλκίδα καλλιρέεθρον.
15.296 δύσετό τ᾽ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί:
15.297 ἡ δὲ Φεὰς ἐπέβαλλεν ἐπειγομένη Διὸς οὔρῳ
15.298 ἠδὲ παρ᾽ Ἤλιδα δῖαν, ὅθι κρατέουσιν Ἐπειοί.
15.299 ἔνθεν δ᾽ αὖ νήσοισιν ἐπιπροέηκε θοῇσιν,
15.300 ὁρμαίνων ἤ κεν θάνατον φύγοι ἦ κεν ἁλώῃ.
15.301 τὼ δ᾽ αὖτ᾽ ἐν κλισίῃ Ὀδυσεὺς καὶ δῖος ὑφορβὸς
15.302 δορπείτην: παρὰ δέ σφιν ἐδόρπεον ἀνέρες ἄλλοι.
15.303 αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
15.304 τοῖς δ᾽ Ὀδυσεὺς μετέειπε, συβώτεω πειρητίζων,
15.305 ἤ μιν ἔτ᾽ ἐνδυκέως φιλέοι μεῖναί τε κελεύοι
15.306 αὐτοῦ ἐνὶ σταθμῷ, ἦ ὀτρύνειε πόλινδε:
15.307 κέκλυθι νῦν, Εὔμαιε, καὶ ἄλλοι πάντες ἑταῖροι:
15.308 ἠῶθεν προτὶ ἄστυ λιλαίομαι ἀπονέεσθαι
15.309 πτωχεύσων, ἵνα μή σε κατατρύχω καὶ ἑταίρους.
15.310 ἀλλά μοι εὖ θ᾽ ὑπόθευ καὶ ἅμ᾽ ἡγεμόν᾽ ἐσθλὸν ὄπασσον
15.311 ὅς κέ με κεῖσ᾽ ἀγάγῃ: κατὰ δὲ πτόλιν αὐτὸς ἀνάγκῃ
15.312 πλάγξομαι, αἴ κέν τις κοτύλην καὶ πύρνον ὀρέξῃ.
15.313 καί κ᾽ ἐλθὼν πρὸς δώματ᾽ Ὀδυσσῆος θείοιο
15.314 ἀγγελίην εἴποιμι περίφρονι Πηνελοπείῃ,
15.315 καί κε μνηστήρεσσιν ὑπερφιάλοισι μιγείην,
15.316 εἴ μοι δεῖπνον δοῖεν ὀνείατα μυρί᾽ ἔχοντες.
15.317 αἶψά κεν εὖ δρώοιμι μετὰ σφίσιν ἅσσ᾽ ἐθέλοιεν.
15.318 ἐκ γάρ τοι ἐρέω, σὺ δὲ σύνθεο καί μευ ἄκουσον:
15.319 Ἑρμείαο ἕκητι διακτόρου, ὅς ῥά τε πάντων
15.320 ἀνθρώπων ἔργοισι χάριν καὶ κῦδος ὀπάζει,
15.321 δρηστοσύνῃ οὐκ ἄν μοι ἐρίσσειε βροτὸς ἄλλος,
15.322 πῦρ τ᾽ εὖ νηῆσαι διά τε ξύλα δανὰ κεάσσαι,
15.323 δαιτρεῦσαί τε καὶ ὀπτῆσαι καὶ οἰνοχοῆσαι,
15.324 οἷά τε τοῖς ἀγαθοῖσι παραδρώωσι χέρηες.
15.325 τὸν δὲ μέγ᾽ ὀχθήσας προσέφης, Εὔμαιε συβῶτα:
15.326 ὤ μοι, ξεῖνε, τίη τοι ἐνὶ φρεσὶ τοῦτο νόημα
15.327 ἔπλετο; ἦ σύ γε πάγχυ λιλαίεαι αὐτόθ᾽ ὀλέσθαι.
15.328 εἰ δὴ μνηστήρων ἐθέλεις καταδῦναι ὅμιλον,
15.329 τῶν ὕβρις τε βίη τε σιδήρεον οὐρανὸν ἵκει.
15.330 οὔ τοι τοιοίδ᾽ εἰσὶν ὑποδρηστῆρες ἐκείνων,
15.331 ἀλλὰ νέοι, χλαίνας εὖ εἱμένοι ἠδὲ χιτῶνας,
15.332 αἰεὶ δὲ λιπαροὶ κεφαλὰς καὶ καλὰ πρόσωπα,
15.333 οἵ σφιν ὑποδρώωσιν: ἐΰξεστοι δὲ τράπεζαι
15.334 σίτου καὶ κρειῶν ἠδ᾽ οἴνου βεβρίθασιν.
15.335 ἀλλὰ μέν᾽: οὐ γάρ τίς τοι ἀνιᾶται παρεόντι,
15.336 οὔτ᾽ ἐγὼ οὔτε τις ἄλλος ἑταίρων, οἵ μοι ἔασιν.
15.337 αὐτὰρ ἐπὴν ἔλθῃσιν Ὀδυσσῆος φίλος υἱός,
15.338 κεῖνός σε χλαῖνάν τε χιτῶνά τε εἵματα ἕσσει,
15.339 πέμψει δ᾽ ὅππη σε κραδίη θυμός τε κελεύει.
15.340 τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς:
15.341 αἴθ᾽ οὕτως, Εὔμαιε, φίλος Διὶ πατρὶ γένοιο
15.342 ὡς ἐμοί, ὅττι μ᾽ ἔπαυσας ἄλης καὶ ὀϊζύος αἰνῆς.
15.343 πλαγκτοσύνης δ᾽ οὐκ ἔστι κακώτερον ἄλλο βροτοῖσιν:
15.344 ἀλλ᾽ ἕνεκ᾽ οὐλομένης γαστρὸς κακὰ κήδε᾽ ἔχουσιν
15.345 ἀνέρες, ὅν τιν᾽ ἵκηται ἄλη καὶ πῆμα καὶ ἄλγος.
15.346 νῦν δ᾽ ἐπεὶ ἰσχανάᾳς μεῖναι τέ με κεῖνον ἄνωγας,
15.347 εἴπ᾽ ἄγε μοι περὶ μητρὸς Ὀδυσσῆος θείοιο
15.348 πατρός θ᾽, ὃν κατέλειπεν ἰὼν ἐπὶ γήραος οὐδῷ,
15.349 ἤ που ἔτι ζώουσιν ὑπ᾽ αὐγὰς ἠελίοιο,
15.350 ἦ ἤδη τεθνᾶσι καὶ εἰν Ἀΐδαο δόμοισι.
15.351 τὸν δ᾽ αὖτε προσέειπε συβώτης, ὄρχαμος ἀνδρὼν:
15.352 τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλ᾽ ἀτρεκέως ἀγορεύσω.
15.353 Λαέρτης μὲν ἔτι ζώει, Διὶ δ᾽ εὔχεται αἰεὶ
15.354 θυμὸν ἀπὸ μελέων φθίσθαι οἷς ἐν μεγάροισιν:
15.355 ἐκπάγλως γὰρ παιδὸς ὀδύρεται οἰχομένοιο
15.356 κουριδίης τ᾽ ἀλόχοιο δαΐφρονος, ἥ ἑ μάλιστα
15.357 ἤκαχ᾽ ἀποφθιμένη καὶ ἐν ὠμῷ γήραϊ θῆκεν.
15.358 ἡ δ᾽ ἄχεϊ οὗ παιδὸς ἀπέφθιτο κυδαλίμοιο,
15.359 λευγαλέῳ θανάτῳ, ὡς μὴ θάνοι ὅς τις ἐμοί γε
15.360 ἐνθάδε ναιετάων φίλος εἴη καὶ φίλα ἔρδοι.
15.361 ὄφρα μὲν οὖν δὴ κείνη ἔην, ἀχέουσά περ ἔμπης,
15.362 τόφρα τί μοι φίλον ἔσκε μεταλλῆσαι καὶ ἐρέσθαι,
15.363 οὕνεκά μ᾽ αὐτὴ θρέψεν ἅμα Κτιμένῃ τανυπέπλῳ,
15.364 θυγατέρ᾽ ἰφθίμῃ, τὴν ὁπλοτάτην τέκε παίδων:
15.365 τῇ ὁμοῦ ἐτρεφόμην, ὀλίγον δέ τί μ᾽ ἧσσον ἐτίμα.
15.366 αὐτὰρ ἐπεί ῥ᾽ ἥβην πολυήρατον ἱκόμεθ᾽ ἄμφω,
15.367 τὴν μὲν ἔπειτα Σάμηνδ᾽ ἔδοσαν καὶ μυρί᾽ ἕλοντο,
15.368 αὐτὰρ ἐμὲ χλαῖνάν τε χιτῶνά τε εἵματ᾽ ἐκείνη
15.369 καλὰ μάλ᾽ ἀμφιέσασα, ποσὶν δ᾽ ὑποδήματα δοῦσα
15.370 ἀγρόνδε προΐαλλε: φίλει δέ με κηρόθι μᾶλλον.
15.371 νῦν δ᾽ ἤδη τούτων ἐπιδεύομαι: ἀλλά μοι αὐτῷ
15.372 ἔργον ἀέξουσιν μάκαρες θεοὶ ᾧ ἐπιμίμνω:
15.373 τῶν ἔφαγόν τ᾽ ἔπιόν τε καὶ αἰδοίοισιν ἔδωκα.
15.374 ἐκ δ᾽ ἄρα δεσποίνης οὐ μείλιχον ἔστιν ἀκοῦσαι
15.375 οὔτ᾽ ἔπος οὔτε τι ἔργον, ἐπεὶ κακὸν ἔμπεσεν οἴκῳ,
15.376 ἄνδρες ὑπερφίαλοι: μέγα δὲ δμῶες χατέουσιν
15.377 ἀντία δεσποίνης φάσθαι καὶ ἕκαστα πυθέσθαι
15.378 καὶ φαγέμεν πιέμεν τε, ἔπειτα δὲ καί τι φέρεσθαι
15.379 ἀγρόνδ᾽, οἷά τε θυμὸν ἀεὶ δμώεσσιν ἰαίνει.
15.380 τὸν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς:
15.381 ὢ πόποι, ὡς ἄρα τυτθὸς ἐών, Εὔμαιε συβῶτα,
15.382 πολλὸν ἀπεπλάγχθης σῆς πατρίδος ἠδὲ τοκήων.
15.383 ἀλλ᾽ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,
15.384 ἠὲ διεπράθετο πτόλις ἀνδρῶν εὐρυάγυια,
15.385 ᾗ ἔνι ναιετάασκε πατὴρ καὶ πότνια μήτηρ,
15.386 ἦ σέ γε μουνωθέντα παρ᾽ οἴεσιν ἢ παρὰ βουσὶν
15.387 ἄνδρες δυσμενέες νηυσὶν λάβον ἠδ᾽ ἐπέρασσαν
15.388 τοῦδ᾽ ἀνδρὸς πρὸς δώμαθ᾽, ὁ δ᾽ ἄξιον ὦνον ἔδωκε.
15.389 τὸν δ᾽ αὖτε προσέειπε συβώτης, ὄρχαμος ἀνδρῶν:
15.390 ξεῖν᾽, ἐπεὶ ἂρ δὴ ταῦτά μ᾽ ἀνείρεαι ἠδὲ μεταλλᾷς,
15.391 σιγῇ νῦν ξυνίει καὶ τέρπεο, πῖνέ τε οἶνον
15.392 ἥμενος. αἵδε δὲ νύκτες ἀθέσφατοι: ἔστι μὲν εὕδειν,
15.393 ἔστι δὲ τερπομένοισιν ἀκούειν: οὐδέ τί σε χρή,
15.394 πρὶν ὥρη, καταλέχθαι: ἀνίη καὶ πολὺς ὕπνος.
15.395 τῶν δ᾽ ἄλλων ὅτινα κραδίη καὶ θυμὸς ἀνώγει,
15.396 εὑδέτω ἐξελθών: ἅμα δ᾽ ἠοῖ φαινομένηφι
15.397 δειπνήσας ἅμ᾽ ὕεσσιν ἀνακτορίῃσιν ἑπέσθω.
15.398 νῶϊ δ᾽ ἐνὶ κλισίῃ πίνοντέ τε δαινυμένω τε
15.399 κήδεσιν ἀλλήλων τερπώμεθα λευγαλέοισι,
15.400 μνωομένω: μετὰ γάρ τε καὶ ἄλγεσι τέρπεται ἀνήρ,
15.401 ὅς τις δὴ μάλα πολλὰ πάθῃ καὶ πόλλ᾽ ἐπαληθῇ.
15.402 τοῦτο δέ τοι ἐρέω ὅ μ᾽ ἀνείρεαι ἠδὲ μεταλλᾷς.
15.403 νῆσός τις Συρίη κικλήσκεται, εἴ που ἀκούεις,
15.404 Ὀρτυγίης καθύπερθεν, ὅθι τροπαὶ ἠελίοιο,
15.405 οὔ τι περιπληθὴς λίην τόσον, ἀλλ᾽ ἀγαθὴ μέν,
15.406 εὔβοτος, εὔμηλος, οἰνοπληθής, πολύπυρος.
15.407 πείνη δ᾽ οὔ ποτε δῆμον ἐσέρχεται, οὐδέ τις ἄλλη
15.408 νοῦσος ἐπὶ στυγερὴ πέλεται δειλοῖσι βροτοῖσιν:
15.409 ἀλλ᾽ ὅτε γηράσκωσι πόλιν κάτα φῦλ᾽ ἀνθρώπων,
15.410 ἐλθὼν ἀργυρότοξος Ἀπόλλων Ἀρτέμιδι ξὺν
15.411 οἷς ἀγανοῖς βελέεσσιν ἐποιχόμενος κατέπεφνεν.
15.412 ἔνθα δύω πόλιες, δίχα δέ σφισι πάντα δέδασται:
15.413 τῇσιν δ᾽ ἀμφοτέρῃσι πατὴρ ἐμὸς ἐμβασίλευε,
15.414 Κτήσιος Ὀρμενίδης, ἐπιείκελος ἀθανάτοισιν.
15.415 ἔνθα δὲ Φοίνικες ναυσίκλυτοι ἤλυθον ἄνδρες,
15.416 τρῶκται, μυρί᾽ ἄγοντες ἀθύρματα νηῒ μελαίνῃ.
15.417 ἔσκε δὲ πατρὸς ἐμοῖο γυνὴ Φοίνισσ᾽ ἐνὶ οἴκῳ,
15.418 καλή τε μεγάλη τε καὶ ἀγλαὰ ἔργα ἰδυῖα:
15.419 τὴν δ᾽ ἄρα Φοίνικες πολυπαίπαλοι ἠπερόπευον.
15.420 πλυνούσῃ τις πρῶτα μίγη κοίλῃ παρὰ νηῒ
15.421 εὐνῇ καὶ φιλότητι, τά τε φρένας ἠπεροπεύει
15.422 θηλυτέρῃσι γυναιξί, καὶ ἥ κ᾽ εὐεργὸς ἔῃσιν.
15.423 εἰρώτα δὴ ἔπειτα τίς εἴη καὶ πόθεν ἔλθοι:
15.424 ἡ δὲ μάλ᾽ αὐτίκα πατρὸς ἐπέφραδεν ὑψερεφὲς δῶ:
15.425 ἐκ μὲν Σιδῶνος πολυχάλκου εὔχομαι εἶναι,
15.426 κούρη δ᾽ εἴμ᾽ Ἀρύβαντος ἐγὼ ῥυδὸν ἀφνειοῖο:
15.427 ἀλλά μ᾽ ἀνήρπαξαν Τάφιοι ληΐστορες ἄνδρες
15.428 ἀγρόθεν ἐρχομένην, πέρασαν δέ τε δεῦρ᾽ ἀγαγόντες
15.429 τοῦδ᾽ ἀνδρὸς πρὸς δώμαθ᾽: ὁ δ᾽ ἄξιον ὦνον ἔδωκε.
15.430 τὴν δ᾽ αὖτε προσέειπεν ἀνήρ, ὃς ἐμίσγετο λάθρη:
15.431 ἦ ῥά κε νῦν πάλιν αὖτις ἅμ᾽ ἡμῖν οἴκαδ᾽ ἕποιο,
15.432 ὄφρα ἴδῃ πατρὸς καὶ μητέρος ὑψερεφὲς δῶ
15.433 αὐτούς τ᾽; ἦ γὰρ ἔτ᾽ εἰσὶ καὶ ἀφνειοὶ καλέονται.
15.434 τὸν δ᾽ αὖτε προσέειπε γυνὴ καὶ ἀμείβετο μύθῳ:
15.435 εἴη κεν καὶ τοῦτ᾽, εἴ μοι ἐθέλοιτέ γε, ναῦται,
15.436 ὅρκῳ πιστωθῆναι ἀπήμονά μ᾽ οἴκαδ᾽ ἀπάξειν.
15.437 ὣς ἔφαθ᾽, οἱ δ᾽ ἄρα πάντες ἐπώμνυον ὡς ἐκέλευεν.
15.438 αὐτὰρ ἐπεί ῥ᾽ ὄμοσάν τε τελεύτησάν τε τὸν ὅρκον,
15.439 τοῖς δ᾽ αὖτις μετέειπε γυνὴ καὶ ἀμείβετο μύθῳ:
15.440 σιγῇ νῦν, μή τίς με προσαυδάτω ἐπέεσσιν
15.441 ὑμετέρων ἑτάρων, ξυμβλήμενος ἢ ἐν ἀγυιῇ,
15.442 ἤ που ἐπὶ κρήνῃ: μή τις ποτὶ δῶμα γέροντι
15.443 ἐλθὼν ἐξείπῃ, ὁ δ᾽ ὀϊσάμενος καταδήσῃ
15.444 δεσμῷ ἐν ἀργαλέῳ, ὑμῖν δ᾽ ἐπιφράσσετ᾽ ὄλεθρον.
15.445 ἀλλ᾽ ἔχετ᾽ ἐν φρεσὶ μῦθον, ἐπείγετε δ᾽ ὦνον ὁδαίων.
15.446 ἀλλ᾽ ὅτε κεν δὴ νηῦς πλείη βιότοιο γένηται,
15.447 ἀγγελίη μοι ἔπειτα θοῶς ἐς δώμαθ᾽ ἱκέσθω:
15.448 οἴσω γὰρ καὶ χρυσόν, ὅτις χ᾽ ὑποχείριος ἔλθῃ:
15.449 καὶ δέ κεν ἄλλ᾽ ἐπίβαθρον ἐγὼν ἐθέλουσά γε δοίην.
15.450 παῖδα γὰρ ἀνδρὸς ἑῆος ἐνὶ μεγάροις ἀτιτάλλω,
15.451 κερδαλέον δὴ τοῖον, ἅμα τροχόωντα θύραζε:
15.452 τόν κεν ἄγοιμ᾽ ἐπὶ νηός, ὁ δ᾽ ὑμῖν μυρίον ὦνον
15.453 ἄλφοι, ὅπῃ περάσητε κατ᾽ ἀλλοθρόους ἀνθρώπους.
15.454 ἡ μὲν ἄρ᾽ ὣς εἰποῦσ᾽ ἀπέβη πρὸς δώματα καλά,
15.455 οἱ δ᾽ ἐνιαυτὸν ἅπαντα παρ᾽ ἡμῖν αὖθι μένοντες
15.456 ἐν νηῒ γλαφυρῇ βίοτον πολὺν ἐμπολόωντο.
15.457 ἀλλ᾽ ὅτε δὴ κοίλη νηῦς ἤχθετο τοῖσι νέεσθαι,
15.458 καὶ τότ᾽ ἄρ᾽ ἄγγελον ἧκαν, ὃς ἀγγείλειε γυναικί.
15.459 ἤλυθ᾽ ἀνὴρ πολύϊδρις ἐμοῦ πρὸς δώματα πατρὸς
15.460 χρύσεον ὅρμον ἔχων, μετὰ δ᾽ ἠλέκτροισιν ἔερτο.
15.461 τὸν μὲν ἄρ᾽ ἐν μεγάρῳ δμῳαὶ καὶ πότνια μήτηρ
15.462 χερσίν τ᾽ ἀμφαφόωντο καὶ ὀφθαλμοῖσιν ὁρῶντο,
15.463 ὦνον ὑπισχόμεναι: ὁ δὲ τῇ κατένευσε σιωπῇ.
15.464 ἦ τοι ὁ καννεύσας κοίλην ἐπὶ νῆα βεβήκει,
15.465 ἡ δ᾽ ἐμὲ χειρὸς ἑλοῦσα δόμων ἐξῆγε θύραζε.
15.466 εὗρε δ᾽ ἐνὶ προδόμῳ ἠμὲν δέπα ἠδὲ τραπέζας
15.467 ἀνδρῶν δαιτυμόνων, οἵ μευ πατέρ᾽ ἀμφεπένοντο.
15.468 οἱ μὲν ἄρ᾽ ἐς θῶκον πρόμολον, δήμοιό τε φῆμιν,
15.469 ἡ δ᾽ αἶψα τρί᾽ ἄλεισα κατακρύψασ᾽ ὑπὸ κόλπῳ
15.470 ἔκφερεν: αὐτὰρ ἐγὼν ἑπόμην ἀεσιφροσύνῃσι.
15.471 δύσετό τ᾽ ἠέλιος, σκιόωντό τε πᾶσαι ἀγυιαί:
15.472 ἡμεῖς δ᾽ ἐς λιμένα κλυτὸν ἤλθομεν ὦκα κιόντες,
15.473 ἔνθ᾽ ἄρα Φοινίκων ἀνδρῶν ἦν ὠκύαλος νηῦς.
15.474 οἱ μὲν ἔπειτ᾽ ἀναβάντες ἐπέπλεον ὑγρὰ κέλευθα,
15.475 νὼ ἀναβησάμενοι: ἐπὶ δὲ Ζεὺς οὖρον ἴαλλεν.
15.476 ἑξῆμαρ μὲν ὁμῶς πλέομεν νύκτας τε καὶ ἦμαρ:
15.477 ἀλλ᾽ ὅτε δὴ ἕβδομον ἦμαρ ἐπὶ Ζεὺς θῆκε Κρονίων,
15.478 τὴν μὲν ἔπειτα γυναῖκα βάλ᾽ Ἄρτεμις ἰοχέαιρα,
15.479 ἄντλῳ δ᾽ ἐνδούπησε πεσοῦσ᾽ ὡς εἰναλίη κήξ.
15.480 καὶ τὴν μὲν φώκῃσι καὶ ἰχθύσι κύρμα γενέσθαι
15.481 ἔκβαλον: αὐτὰρ ἐγὼ λιπόμην ἀκαχήμενος ἦτορ:
15.482 τοὺς δ᾽ Ἰθάκῃ ἐπέλασσε φέρων ἄνεμός τε καὶ ὕδωρ,
15.483 ἔνθα με Λαέρτης πρίατο κτεάτεσσιν ἑοῖσιν.
15.484 οὕτω τήνδε τε γαῖαν ἐγὼν ἴδον ὀφθαλμοῖσι.
15.485 τὸν δ᾽ αὖ διογενὴς Ὀδυσεὺς ἠμείβετο μύθῳ:
15.486 Εὔμαι᾽, ἦ μάλα δή μοι ἐνὶ φρεσὶ θυμὸν ὄρινας
15.487 ταῦτα ἕκαστα λέγων, ὅσα δὴ πάθες ἄλγεα θυμῷ.
15.488 ἀλλ᾽ ἦ τοι σοὶ μὲν παρὰ καὶ κακῷ ἐσθλὸν ἔθηκε
15.489 Ζεύς, ἐπεὶ ἀνδρὸς δώματ᾽ ἀφίκεο πολλὰ μογήσας
15.490 ἠπίου, ὃς δή τοι παρέχει βρῶσίν τε πόσιν τε
15.491 ἐνδυκέως, ζώεις δ᾽ ἀγαθὸν βίον: αὐτὰρ ἐγώ γε
15.492 πολλὰ βροτῶν ἐπὶ ἄστε᾽ ἀλώμενος ἐνθάδ᾽ ἱκάνω.
15.493 ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
15.494 καδδραθέτην δ᾽ οὐ πολλὸν ἐπὶ χρόνον, ἀλλὰ μίνυνθα:
15.495 αἶψα γὰρ Ἠὼς ἦλθεν ἐΰθρονος. οἱ δ᾽ ἐπὶ χέρσου
15.496 Τηλεμάχου ἕταροι λύον ἱστία, κὰδ δ᾽ ἕλον ἱστὸν
15.497 καρπαλίμως, τὴν δ᾽ εἰς ὅρμον προέρυσσαν ἐρετμοῖς:
15.498 ἐκ δ᾽ εὐνὰς ἔβαλον, κατὰ δὲ πρυμνήσι᾽ ἔδησαν:
15.499 ἐκ δὲ καὶ αὐτοὶ βαῖνον ἐπὶ ῥηγμῖνι θαλάσσης,
15.500 δεῖπνόν τ᾽ ἐντύνοντο κερῶντό τε αἴθοπα οἶνον.
15.501 αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
15.502 τοῖσι δὲ Τηλέμαχος πεπνυμένος ἤρχετο μύθων:
15.503 ὑμεῖς μὲν νῦν ἄστυδ᾽ ἐλαύνετε νῆα μέλαιναν,
15.504 αὐτὰρ ἐγὼν ἀγροὺς ἐπιείσομαι ἠδὲ βοτῆρας:
15.505 ἑσπέριος δ᾽ εἰς ἄστυ ἰδὼν ἐμὰ ἔργα κάτειμι.
15.506 ἠῶθεν δέ κεν ὔμμιν ὁδοιπόριον παραθείμην,
15.507 δαῖτ᾽ ἀγαθὴν κρειῶν τε καὶ οἴνου ἡδυπότοιο.
15.508 τὸν δ᾽ αὖτε προσέειπε Θεοκλύμενος θεοειδής:
15.509 πῆ γὰρ ἐγώ, φίλε τέκνον, ἴω; τεῦ δώμαθ᾽ ἵκωμαι
15.510 ἀνδρῶν οἳ κραναὴν Ἰθάκην κάτα κοιρανέουσιν;
15.511 ἦ ἰθὺς σῆς μητρὸς ἴω καὶ σοῖο δόμοιο;
15.512 τὸν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα:
15.513 ἄλλως μέν σ᾽ ἂν ἐγώ γε καὶ ἡμέτερόνδε κελοίμην
15.514 ἔρχεσθ᾽: οὐ γάρ τι ξενίων ποθή: ἀλλὰ σοὶ αὐτῷ
15.515 χεῖρον, ἐπεί τοι ἐγὼ μὲν ἀπέσσομαι, οὐδέ σε μήτηρ
15.516 ὄψεται: οὐ μὲν γάρ τι θαμὰ μνηστῆρσ᾽ ἐνὶ οἴκῳ
15.517 φαίνεται, ἀλλ᾽ ἀπὸ τῶν ὑπερωΐῳ ἱστὸν ὑφαίνει.
15.518 ἀλλά τοι ἄλλον φῶτα πιφαύσκομαι ὅν κεν ἵκοιο,
15.519 Εὐρύμαχον, Πολύβοιο δαΐφρονος ἀγλαὸν υἱόν,
15.520 τὸν νῦν ἶσα θεῷ Ἰθακήσιοι εἰσορόωσι:
15.521 καὶ γὰρ πολλὸν ἄριστος ἀνὴρ μέμονέν τε μάλιστα
15.522 μητέρ᾽ ἐμὴν γαμέειν καὶ Ὀδυσσῆος γέρας ἕξειν.
15.523 ἀλλὰ τά γε Ζεὺς οἶδεν Ὀλύμπιος, αἰθέρι ναίων,
15.524 εἴ κέ σφι πρὸ γάμοιο τελευτήσει κακὸν ἦμαρ.
15.525 ὣς ἄρα οἱ εἰπόντι ἐπέπτατο δεξιὸς ὄρνις,
15.526 κίρκος, Ἀπόλλωνος ταχὺς ἄγγελος: ἐν δὲ πόδεσσι
15.527 τίλλε πέλειαν ἔχων, κατὰ δὲ πτερὰ χεῦεν ἔραζε
15.528 μεσσηγὺς νηός τε καὶ αὐτοῦ Τηλεμάχοιο.
15.529 τὸν δὲ Θεοκλύμενος ἑτάρων ἀπονόσφι καλέσσας
15.530 ἔν τ᾽ ἄρα οἱ φῦ χειρὶ ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζε:
15.531 Τηλέμαχ᾽, οὔ τοι ἄνευ θεοῦ ἔπτατο δεξιὸς ὄρνις
15.532 ἔγνων γάρ μιν ἐσάντα ἰδὼν οἰωνὸν ἐόντα.
15.533 ὑμετέρου δ᾽ οὐκ ἔστι γένος βασιλεύτερον ἄλλο
15.534 ἐν δήμῳ Ἰθάκης, ἀλλ᾽ ὑμεῖς καρτεροὶ αἰεί.
15.535 τὸν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα:
15.536 αἲ γὰρ τοῦτο, ξεῖνε, ἔπος τετελεσμένον εἴη:
15.537 τῷ κε τάχα γνοίης φιλότητά τε πολλά τε δῶρα
15.538 ἐξ ἐμεῦ, ὡς ἄν τίς σε συναντόμενος μακαρίζοι.
15.539 ἦ καὶ Πείραιον προσεφώνεε, πιστὸν ἑταῖρον:
15.540 Πείραιε Κλυτίδη, σὺ δέ μοι τά περ ἄλλα μάλιστα
15.541 πείθῃ ἐμῶν ἑτάρων, οἵ μοι Πύλον εἰς ἅμ᾽ ἕποντο:
15.542 καὶ νῦν μοι τὸν ξεῖνον ἄγων ἐν δώμασι σοῖσιν
15.543 ἐνδυκέως φιλέειν καὶ τιέμεν, εἰς ὅ κεν ἔλθω.
15.544 τὸν δ᾽ αὖ Πείραιος δουρικλυτὸς ἀντίον ηὔδα:
15.545 Τηλέμαχ᾽, εἰ γάρ κεν σὺ πολὺν χρόνον ἐνθάδε μίμνοι,
15.546 τόνδε τ᾽ ἐγὼ κομιῶ, ξενίων δέ οἱ οὐ ποθὴ ἔσται.
15.547 ὣς εἰπὼν ἐπὶ νηὸς ἔβη, ἐκέλευσε δ᾽ ἑταίρους
15.548 αὐτούς τ᾽ ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι.
15.549 οἱ δ᾽ αἶψ᾽ εἴσβαινον καὶ ἐπὶ κληῗσι καθῖζον.
15.550 Τηλέμαχος δ᾽ ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα,
15.551 εἵλετο δ᾽ ἄλκιμον ἔγχος, ἀκαχμένον ὀξέϊ χαλκῷ,
15.552 νηὸς ἀπ᾽ ἰκριόφιν: τοὶ δὲ πρυμνήσι᾽ ἔλυσαν.
15.553 οἱ μὲν ἀνώσαντες πλέον ἐς πόλιν, ὡς ἐκέλευσε
15.554 Τηλέμαχος, φίλος υἱὸς Ὀδυσσῆος θείοιο:
15.555 τὸν δ᾽ ὦκα προβιβάντα πόδες φέρον, ὄφρ᾽ ἵκετ᾽ αὐλήν,
15.556 ἔνθα οἱ ἦσαν ὕες μάλα μυρίαι, ᾗσι συβώτης
15.557 ἐσθλὸς ἐὼν ἐνίαυεν, ἀνάκτεσιν ἤπια εἰδώς,
16.1 τὼ δ᾽ αὖτ᾽ ἐν κλισίῃ Ὀδυσεὺς καὶ δῖος ὑφορβὸς
16.2 ἐντύνοντο ἄριστον ἅμ᾽ ἠοῖ, κηαμένω πῦρ,
16.3 ἔκπεμψάν τε νομῆας ἅμ᾽ ἀγρομένοισι σύεσσι:
16.4 Τηλέμαχον δὲ περίσσαινον κύνες ὑλακόμωροι,
16.5 οὐδ᾽ ὕλαον προσιόντα. νόησε δὲ δῖος Ὀδυσσεὺς
16.6 σαίνοντάς τε κύνας, περί τε κτύπος ἦλθε ποδοῖϊν.
16.7 αἶψα δ᾽ ἄρ᾽ Εὔμαιον ἔπεα πτερόεντα προσηύδα:
16.8 Εὔμαι᾽, ἦ μάλα τίς τοι ἐλεύσεται ἐνθάδ᾽ ἑταῖρος
16.9 ἢ καὶ γνώριμος ἄλλος, ἐπεὶ κύνες οὐχ ὑλάουσιν,
16.10 ἀλλὰ περισσαίνουσι: ποδῶν δ᾽ ὑπὸ δοῦπον ἀκούω.
16.11 οὔ πω πᾶν εἴρητο ἔπος, ὅτε οἱ φίλος υἱὸς
16.12 ἔστη ἐνὶ προθύροισι. ταφὼν δ᾽ ἀνόρουσε συβώτης,
16.13 ἐκ δ᾽ ἄρα οἱ χειρῶν πέσον ἄγγεα, τοῖς ἐπονεῖτο,
16.14 κιρνὰς αἴθοπα οἶνον. ὁ δ᾽ ἀντίος ἦλθεν ἄνακτος,
16.15 κύσσε δέ μιν κεφαλήν τε καὶ ἄμφω φάεα καλὰ
16.16 χεῖράς τ᾽ ἀμφοτέρας: θαλερὸν δέ οἱ ἔκπεσε δάκρυ.
16.17 ὡς δὲ πατὴρ ὃν παῖδα φίλα φρονέων ἀγαπάζῃ
16.18 ἐλθόντ᾽ ἐξ ἀπίης γαίης δεκάτῳ ἐνιαυτῷ,
16.19 μοῦνον τηλύγετον, τῷ ἔπ᾽ ἄλγεα πολλὰ μογήσῃ,
16.20 ὣς τότε Τηλέμαχον θεοειδέα δῖος ὑφορβὸς
16.21 πάντα κύσεν περιφύς, ὡς ἐκ θανάτοιο φυγόντα:
16.22 καί ῥ᾽ ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα:
16.23 ἦλθες, Τηλέμαχε, γλυκερὸν φάος. οὔ σ᾽ ἔτ᾽ ἐγώ γε
16.24 ὄψεσθαι ἐφάμην, ἐπεὶ ᾤχεο νηῒ Πύλονδε.
16.25 ἀλλ᾽ ἄγε νῦν εἴσελθε, φίλον τέκος, ὄφρα σε θυμῷ
16.26 τέρψομαι εἰσορόων νέον ἄλλοθεν ἔνδον ἐόντα.
16.27 οὐ μὲν γάρ τι θάμ᾽ ἀγρὸν ἐπέρχεαι οὐδὲ νομῆας,
16.28 ἀλλ᾽ ἐπιδημεύεις: ὣς γάρ νύ τοι εὔαδε θυμῷ,
16.29 ἀνδρῶν μνηστήρων ἐσορᾶν ἀΐδηλον ὅμιλον.
16.30 τὸν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα:
16.31 ἔσσεται οὕτως, ἄττα: σέθεν δ᾽ ἕνεκ᾽ ἐνθάδ᾽ ἱκάνω,
16.32 ὄφρα σέ τ᾽ ὀφθαλμοῖσιν ἴδω καὶ μῦθον ἀκούσω,
16.33 ἤ μοι ἔτ᾽ ἐν μεγάροις μήτηρ μένει, ἦέ τις ἤδη
16.34 ἀνδρῶν ἄλλος ἔγημεν, Ὀδυσσῆος δέ που εὐνὴ
16.35 χήτει ἐνευναίων κάκ᾽ ἀράχνια κεῖται ἔχουσα.
16.36 τὸν δ᾽ αὖτε προσέειπε συβώτης, ὄρχαμος ἀνδρῶν:
16.37 καὶ λίην κείνη γε μένει τετληότι θυμῷ
16.38 σοῖσιν ἐνὶ μεγάροισιν: ὀϊζυραὶ δέ οἱ αἰεὶ
16.39 φθίνουσιν νύκτες τε καὶ ἤματα δάκρυ χεούσῃ.
16.40 ὣς ἄρα φωνήσας οἱ ἐδέξατο χάλκεον ἔγχος:
16.41 αὐτὰρ ὅ γ᾽ εἴσω ἴεν καὶ ὑπέρβη λάϊνον οὐδόν.
16.42 τῷ δ᾽ ἕδρης ἐπιόντι πατὴρ ὑπόειξεν Ὀδυσσεύς:
16.43 Τηλέμαχος δ᾽ ἑτέρωθεν ἐρήτυε φώνησέν τε:
16.44 ἧσ᾽, ὦ ξεῖν᾽: ἡμεῖς δὲ καὶ ἄλλοθι δήομεν ἕδρην
16.45 σταθμῷ ἐν ἡμετέρῳ: πάρα δ᾽ ἀνὴρ ὃς καταθήσει.
16.46 ὣς φάθ᾽, ὁ δ᾽ αὖτις ἰὼν κατ᾽ ἄρ᾽ ἕζετο: τῷ δὲ συβώτης.
16.47 χεῦεν ὕπο χλωρὰς ῥῶπας καὶ κῶας ὕπερθεν:
16.48 ἔνθα καθέζετ᾽ ἔπειτα Ὀδυσσῆος φίλος υἱός.
16.49 τοῖσιν δ᾽ αὖ κρειῶν πίνακας παρέθηκε συβώτης
16.50 ὀπταλέων, ἅ ῥα τῇ προτέρῃ ὑπέλειπον ἔδοντες,
16.51 σῖτον δ᾽ ἐσσυμένως παρενήνεεν ἐν κανέοισιν,
16.52 ἐν δ᾽ ἄρα κισσυβίῳ κίρνη μελιηδέα οἶνον:
16.53 αὐτὸς δ᾽ ἀντίον ἷζεν Ὀδυσσῆος θείοιο.
16.54 οἱ δ᾽ ἐπ᾽ ὀνείαθ᾽ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
16.55 αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
16.56 δὴ τότε Τηλέμαχος προσεφώνεε δῖον ὑφορβόν:
16.57 ἄττα, πόθεν τοι ξεῖνος ὅδ᾽ ἵκετο; πῶς δέ ἑ ναῦται
16.58 ἤγαγον εἰς Ἰθάκην; τίνες ἔμμεναι εὐχετόωντο;
16.59 οὐ μὲν γάρ τί ἑ πεζὸν ὀΐομαι ἐνθάδ᾽ ἱκέσθαι.
16.60 τὸν δ᾽ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα:
16.61 τοιγὰρ ἐγώ τοι, τέκνον, ἀληθέα πάντ᾽ ἀγορεύσω.
16.62 ἐκ μὲν Κρητάων γένος εὔχεται εὐρειάων,
16.63 φησὶ δὲ πολλὰ βροτῶν ἐπὶ ἄστεα δινηθῆναι
16.64 πλαζόμενος: ὣς γάρ οἱ ἐπέκλωσεν τά γε δαίμων.
16.65 νῦν αὖ Θεσπρωτῶν ἀνδρῶν ἐκ νηὸς ἀποδρὰς
16.66 ἤλυθ᾽ ἐμὸν πρὸς σταθμόν, ἐγὼ δέ τοι ἐγγυαλίξω:
16.67 ἔρξον ὅπως ἐθέλεις: ἱκέτης δέ τοι εὔχεται εἶναι.
16.68 τὸν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα:
16.69 Εὔμαι᾽, ἦ μάλα τοῦτο ἔπος θυμαλγὲς ἔειπες:
16.70 πῶς γὰρ δὴ τὸν ξεῖνον ἐγὼν ὑποδέξομαι οἴκῳ;
16.71 αὐτὸς μὲν νέος εἰμὶ καὶ οὔ πω χερσὶ πέποιθα
16.72 ἄνδρ᾽ ἀπαμύνασθαι, ὅτε τις πρότερος χαλεπήνῃ:
16.73 μητρὶ δ᾽ ἐμῇ δίχα θυμὸς ἐνὶ φρεσὶ μερμηρίζει,
16.74 ἢ αὐτοῦ παρ᾽ ἐμοί τε μένῃ καὶ δῶμα κομίζῃ,
16.75 εὐνήν τ᾽ αἰδομένη πόσιος δήμοιό τε φῆμιν,
16.76 ἦ ἤδη ἅμ᾽ ἕπηται Ἀχαιῶν ὅς τις ἄριστος
16.77 μνᾶται ἐνὶ μεγάροισιν ἀνὴρ καὶ πλεῖστα πόρῃσιν.
16.78 ἀλλ᾽ ἦ τοὶ τὸν ξεῖνον, ἐπεὶ τεὸν ἵκετο δῶμα,
16.79 ἕσσω μιν χλαῖνάν τε χιτῶνά τε, εἵματα καλά,
16.80 δώσω δὲ ξίφος ἄμφηκες καὶ ποσσὶ πέδιλα,
16.81 πέμψω δ᾽ ὅππη μιν κραδίη θυμός τε κελεύει.
16.82 εἰ δ᾽ ἐθέλεις, σὺ κόμισσον ἐνὶ σταθμοῖσιν ἐρύξας:
16.83 εἵματα δ᾽ ἐνθάδ᾽ ἐγὼ πέμψω καὶ σῖτον ἅπαντα
16.84 ἔδμεναι, ὡς ἂν μή σε κατατρύχῃ καὶ ἑταίρους.
16.85 κεῖσε δ᾽ ἂν οὔ μιν ἐγώ γε μετὰ μνηστῆρας ἐῷμι
16.86 ἔρχεσθαι: λίην γὰρ ἀτάσθαλον ὕβριν ἔχουσι:
16.87 μή μιν κερτομέωσιν, ἐμοὶ δ᾽ ἄχος ἔσσεται αἰνόν.
16.88 πρῆξαι δ᾽ ἀργαλέον τι μετὰ πλεόνεσσιν ἐόντα
16.89 ἄνδρα καὶ ἴφθιμον, ἐπεὶ ἦ πολὺ φέρτεροί εἰσι.
16.90 τὸν δ᾽ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς:
16.91 ὦ φίλ᾽, ἐπεί θήν μοι καὶ ἀμείψασθαι θέμις ἐστίν,
16.92 ἦ μάλα μευ καταδάπτετ᾽ ἀκούοντος φίλον ἦτορ,
16.93 οἷά φατε μνηστῆρας ἀτάσθαλα μηχανάασθαι
16.94 ἐν μεγάροις, ἀέκητι σέθεν τοιούτου ἐόντος.
16.95 εἰπέ μοι ἠὲ ἑκὼν ὑποδάμνασαι, ἦ σέ γε λαοὶ
16.96 ἐχθαίρουσ᾽ ἀνὰ δῆμον, ἐπισπόμενοι θεοῦ ὀμφῇ,
16.97 ἦ τι κασιγνήτοις ἐπιμέμφεαι, οἷσί περ ἀνὴρ
16.98 μαρναμένοισι πέποιθε, καὶ εἰ μέγα νεῖκος ὄρηται.
16.99 αἲ γάρ ἐγὼν οὕτω νέος εἴην τῷδ᾽ ἐπὶ θυμῷ,
16.100 ἢ παῖς ἐξ Ὀδυσῆος ἀμύμονος ἠὲ καὶ αὐτός:
16.101 ἔλθοι ἀλητεύων. ἔτι γὰρ καὶ ἐλπιδος αἶσα.
16.102 αὐτίκ᾽ ἔπειτ᾽ ἀπ᾽ ἐμεῖο κάρη τάμοι ἀλλότριος φώς,
16.103 εἰ μὴ ἐγὼ κείνοισι κακὸν πάντεσσι γενοίμην,
16.104 ἐλθὼν ἐς μέγαρον Λαερτιάδεω Ὀδυσῆος.
16.105 εἰ δ᾽ αὖ με πληθυῖ δαμασαίατο μοῦνον ἐόντα,
16.106 βουλοίμην κ᾽ ἐν ἐμοῖσι κατακτάμενος μεγάροισι
16.107 τεθνάμεν ἢ τάδε γ᾽ αἰὲν ἀεικέα ἔργ᾽ ὁράασθαι,
16.108 ξείνους τε στυφελιζομένους δμῳάς τε γυναῖκας
16.109 ῥυστάζοντας ἀεικελίως κατὰ δώματα καλά,
16.110 καὶ οἶνον διαφυσσόμενον, καὶ σῖτον ἔδοντας
16.111 μὰψ αὔτως, ἀτέλεστον, ἀνηνύστῳ ἐπὶ ἔργῳ.
16.112 τὸν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα:
16.113 τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλ᾽ ἀτρεκέως ἀγορεύσω.
16.114 οὔτε τί μοι πᾶς δῆμος ἀπεχθόμενος χαλεπαίνει,
16.115 οὔτε κασιγνήτοις ἐπιμέμφομαι, οἷσί περ ἀνὴρ
16.116 μαρναμένοισι πέποιθε, καὶ εἰ μέγα νεῖκος ὄρηται.
16.117 ὧδε γὰρ ἡμετέρην γενεὴν μούνωσε Κρονίων:
16.118 μοῦνον Λαέρτην Ἀρκείσιος υἱὸν ἔτικτε,
16.119 μοῦνον δ᾽ αὖτ᾽ Ὀδυσῆα πατὴρ τέκεν: αὐτὰρ Ὀδυσσεὺς
16.120 μοῦνον ἔμ᾽ ἐν μεγάροισι τεκὼν λίπεν οὐδ᾽ ἀπόνητο.
16.121 τῷ νῦν δυσμενέες μάλα μυρίοι εἴσ᾽ ἐνὶ οἴκῳ.
16.122 ὅσσοι γὰρ νήσοισιν ἐπικρατέουσιν ἄριστοι,
16.123 Δουλιχίῳ τε Σάμῃ τε καὶ ὑλήεντι Ζακύνθῳ,
16.124 ἠδ᾽ ὅσσοι κραναὴν Ἰθάκην κάτα κοιρανέουσι,
16.125 τόσσοι μητέρ᾽ ἐμὴν μνῶνται, τρύχουσι δὲ οἶκον.
16.126 ἡ δ᾽ οὔτ᾽ ἀρνεῖται στυγερὸν γάμον οὔτε τελευτὴν
16.127 ποιῆσαι δύναται: τοὶ δὲ φθινύθουσιν ἔδοντες
16.128 οἶκον ἐμόν: τάχα δή με διαρραίσουσι καὶ αὐτόν.
16.129 ἀλλ᾽ ἦ τοι μὲν ταῦτα θεῶν ἐν γούνασι κεῖται:
16.130 ἄττα, σὺ δ᾽ ἔρχεο θᾶσσον, ἐχέφρονι Πηνελοπείῃ
16.131 εἴφ᾽ ὅτι οἱ σῶς εἰμὶ καὶ ἐκ Πύλου εἰλήλουθα.
16.132 αὐτὰρ ἐγὼν αὐτοῦ μενέω, σὺ δὲ δεῦρο νέεσθαι,
16.133 οἴῃ ἀπαγγείλας: τῶν δ᾽ ἄλλων μή τις Ἀχαιῶν
16.134 πευθέσθω: πολλοὶ γὰρ ἐμοὶ κακὰ μηχανόωνται.
16.135 τὸν δ᾽ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα:
16.136 γιγνώσκω, φρονέω: τά γε δὴ νοέοντι κελεύεις.
16.137 ἀλλ᾽ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,
16.138 ἦ καὶ Λαέρτῃ αὐτὴν ὁδὸν ἄγγελος ἔλθω
16.139 δυσμόρῳ, ὃς τῆος μὲν Ὀδυσσῆος μέγ᾽ ἀχεύων
16.140 ἔργα τ᾽ ἐποπτεύεσκε μετὰ δμώων τ᾽ ἐνὶ οἴκῳ
16.141 πῖνε καὶ ἦσθ᾽, ὅτε θυμὸς ἐνὶ στήθεσσιν ἀνώγοι:
16.142 αὐτὰρ νῦν, ἐξ οὗ σύ γε ᾤχεο νηῒ Πύλονδε,
16.143 οὔ πω μίν φασιν φαγέμεν καὶ πιέμεν αὔτως,
16.144 οὐδ᾽ ἐπὶ ἔργα ἰδεῖν, ἀλλὰ στοναχῇ τε γόῳ τε
16.145 ἧσται ὀδυρόμενος, φθινύθει δ᾽ ἀμφ᾽ ὀστεόφι χρώς.
16.146 τὸν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα:
16.147 ἄλγιον, ἀλλ᾽ ἔμπης μιν ἐάσομεν, ἀχνύμενοί περ:
16.148 εἰ γὰρ πως εἴη αὐτάγρετα πάντα βροτοῖσι,
16.149 πρῶτόν κεν τοῦ πατρὸς ἑλοίμεθα νόστιμον ἦμαρ.
16.150 ἀλλὰ σύ γ᾽ ἀγγείλας ὀπίσω κίε, μηδὲ κατ᾽ ἀγροὺς
16.151 πλάζεσθαι μετ᾽ ἐκεῖνον: ἀτὰρ πρὸς μητέρα εἰπεῖν
16.152 ἀμφίπολον ταμίην ὀτρυνέμεν ὅττι τάχιστα
16.153 κρύβδην: κείνη γὰρ κεν ἀπαγγείλειε γέροντι.
16.154 ἦ ῥα καὶ ὦρσε συφορβόν: ὁ δ᾽ εἵλετο χερσὶ πέδιλα,
16.155 δησάμενος δ᾽ ὑπὸ ποσσὶ πόλινδ᾽ ἴεν. οὐδ᾽ ἄρ᾽ Ἀθήνην
16.156 λῆθεν ἀπὸ σταθμοῖο κιὼν Εὔμαιος ὑφορβός,
16.157 ἀλλ᾽ ἥ γε σχεδὸν ἦλθε: δέμας δ᾽ ἤϊκτο γυναικὶ
16.158 καλῇ τε μεγάλῃ τε καὶ ἀγλαὰ ἔργα ἰδυίῃ.
16.159 στῆ δὲ κατ᾽ ἀντίθυρον κλισίης Ὀδυσῆϊ φανεῖσα:
16.160 οὐδ᾽ ἄρα Τηλέμαχος ἴδεν ἀντίον οὐδ᾽ ἐνόησεν,
16.161 οὐ γὰρ πω πάντεσσι θεοὶ φαίνονται ἐναργεῖς,
16.162 ἀλλ᾽ Ὀδυσεύς τε κύνες τε ἴδον, καί ῥ᾽ οὐχ ὑλάοντο
16.163 κνυζηθμῷ δ᾽ ἑτέρωσε διὰ σταθμοῖο φόβηθεν.
16.164 ἡ δ᾽ ἄρ᾽ ἐπ᾽ ὀφρύσι νεῦσε: νόησε δὲ δῖος Ὀδυσσεύς,
16.165 ἐκ δ᾽ ἦλθεν μεγάροιο παρὲκ μέγα τειχίον αὐλῆς,
16.166 στῆ δὲ πάροιθ᾽ αὐτῆς: τὸν δὲ προσέειπεν Ἀθήνη:
16.167 διογενὲς Λαερτιάδη, πολυμήχαν᾽ Ὀδυσσεῦ.
16.168 ἤδη νῦν σῷ παιδὶ ἔπος φάο μηδ᾽ ἐπίκευθε,
16.169 ὡς ἄν μνηστῆρσιν θάνατον καὶ κῆρ᾽ ἀραρόντε
16.170 ἔρχησθον προτὶ ἄστυ περικλυτόν: οὐδ᾽ ἐγὼ αὐτὴ
16.171 δηρὸν ἀπὸ σφῶϊν ἔσομαι μεμαυῖα μάχεσθαι.
16.172 ἦ καὶ χρυσείῃ ῥάβδῳ ἐπεμάσσατ᾽ Ἀθήνη.
16.173 φᾶρος μέν οἱ πρῶτον ἐϋπλυνὲς ἠδὲ χιτῶνα
16.174 θῆκ᾽ ἀμφὶ στήθεσσι, δέμας δ᾽ ὤφελλε καὶ ἥβην.
16.175 ἂψ δὲ μελαγχροιὴς γένετο, γναθμοὶ δὲ τάνυσθεν,
16.176 κυάνεαι δ᾽ ἐγένοντο γενειάδες ἀμφὶ γένειον.
16.177 ἡ μὲν ἄρ᾽ ὣς ἔρξασα πάλιν κίεν: αὐτὰρ Ὀδυσσεὺς
16.178 ἤϊεν ἐς κλισίην: θάμβησε δέ μιν φίλος υἱός,
16.179 ταρβήσας δ᾽ ἑτέρωσε βάλ᾽ ὄμματα, μὴ θεὸς εἴη,
16.180 καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα:
16.181 ἀλλοῖός μοι, ξεῖνε, φάνης νέον ἠὲ πάροιθεν,
16.182 ἄλλα δὲ εἵματ᾽ ἔχεις, καί τοι χρὼς οὐκέθ᾽ ὁμοῖος.
16.183 ἦ μάλα τις θεός ἐσσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν:
16.184 ἀλλ᾽ ἵληθ᾽, ἵνα τοι κεχαρισμένα δώομεν ἱρὰ
16.185 ἠδὲ χρύσεα δῶρα, τετυγμένα: φείδεο δ᾽ ἡμέων
16.186 τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς:
16.187 οὔ τίς τοι θεός εἰμι: τί μ᾽ ἀθανάτοισιν ἐΐσκεις;
16.188 ἀλλὰ πατὴρ τεός εἰμι, τοῦ εἵνεκα σὺ στεναχίζων
16.189 πάσχεις ἄλγεα πολλά, βίας ὑποδέγμενος ἀνδρῶν.
16.190 ὣς ἄρα φωνήσας υἱὸν κύσε, κὰδ δὲ παρειῶν
16.191 δάκρυον ἧκε χαμᾶζε: πάρος δ᾽ ἔχε νωλεμὲς αἰεί.
16.192 Τηλέμαχος δ᾽, οὐ γάρ πω ἐπείθετο ὃν πατέρ᾽ εἶναι,
16.193 ἐξαῦτίς μιν ἔπεσσιν ἀμειβόμενος προσέειπεν:
16.194 οὐ σύ γ᾽ Ὀδυσσεύς ἐσσι, πατὴρ ἐμός, ἀλλά με δαίμων
16.195 θέλγει, ὄφρ᾽ ἔτι μᾶλλον ὀδυρόμενος στεναχίζω.
16.196 οὐ γάρ πως ἂν θνητὸς ἀνὴρ τάδε μηχανόῳτο
16.197 ᾧ αὐτοῦ γε νόῳ, ὅτε μὴ θεὸς αὐτὸς ἐπελθὼν
16.198 ῥηϊδίως ἐθέλων θείη νέον ἠὲ γέροντα.
16.199 ἦ γάρ τοι νέον ἦσθα γέρων καὶ ἀεικέα ἕσσο:
16.200 νῦν δὲ θεοῖσιν ἔοικας, οἳ οὐρανὸν εὐρὺν ἔχουσι.
16.201 τὸν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς:
16.202 Τηλέμαχ᾽, οὔ σε ἔοικε φίλον πατέρ ἔνδον ἐόντα
16.203 οὔτε τι θαυμάζειν περιώσιον οὔτ᾽ ἀγάασθαι:
16.204 οὐ μὲν γάρ τοι ἔτ᾽ ἄλλος ἐλεύσεται ἐνθάδ᾽ Ὀδυσσεύς,
16.205 ἀλλ᾽ ὅδ᾽ ἐγὼ τοιόσδε, παθὼν κακά, πολλὰ δ᾽ ἀληθείς,
16.206 ἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν.
16.207 αὐτάρ τοι τόδε ἔργον Ἀθηναίης ἀγελείης,
16.208 ἥ τέ με τοῖον ἔθηκεν, ὅπως ἐθέλει, δύναται γὰρ,
16.209 ἄλλοτε μὲν πτωχῷ ἐναλίγκιον, ἄλλοτε δ᾽ αὖτε
16.210 ἀνδρὶ νέῳ καὶ καλὰ περὶ χροῒ εἵματ᾽ ἔχοντι.
16.211 ῥηΐδιον δὲ θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,
16.212 ἠμὲν κυδῆναι θνητὸν βροτὸν ἠδὲ κακῶσαι.
16.213 ὣς ἄρα φωνήσας κατ᾽ ἄρ᾽ ἕζετο, Τηλέμαχος δὲ
16.214 ἀμφιχυθεὶς πατέρ᾽ ἐσθλὸν ὀδύρετο, δάκρυα λείβων,
16.215 ἀμφοτέροισι δὲ τοῖσιν ὑφ᾽ ἵμερος ὦρτο γόοιο:
16.216 κλαῖον δὲ λιγέως, ἀδινώτερον ἤ τ᾽ οἰωνοί,
16.217 φῆναι ἢ αἰγυπιοὶ γαμψώνυχες, οἷσί τε τέκνα
16.218 ἀγρόται ἐξείλοντο πάρος πετεηνὰ γενέσθαι:
16.219 ὣς ἄρα τοί γ᾽ ἐλεεινὸν ὑπ᾽ ὀφρύσι δάκρυον εἶβον.
16.220 καί νύ κ᾽ ὀδυρομένοισιν ἔδυ φάος ἠελίοιο,
16.221 εἰ μὴ Τηλέμαχος προσεφώνεεν ὃν πατέρ᾽ αἶψα:
16.222 ποίῃ γὰρ νῦν δεῦρο, πάτερ φίλε, νηΐ σε ναῦται
16.223 ἤγαγον εἰς Ἰθάκην; τίνες ἔμμεναι εὐχετόωντο;
16.224 οὐ μὲν γάρ τί σε πεζὸν ὀΐομαι ἐνθάδ᾽ ἱκέσθαι.
16.225 τὸν δ᾽ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς:
16.226 τοιγὰρ ἐγώ τοι, τέκνον, ἀληθείην καταλέξω.
16.227 Φαίηκές μ᾽ ἄγαγον ναυσίκλυτοι, οἵ τε καὶ ἄλλους
16.228 ἀνθρώπους πέμπουσιν, ὅτις σφέας εἰσαφίκηται:
16.229 καί μ᾽ εὕδοντ᾽ ἐν νηῒ θοῇ ἐπὶ πόντον ἄγοντες
16.230 κάτθεσαν εἰς Ἰθάκην, ἔπορον δέ μοι ἀγλαὰ δῶρα,
16.231 χαλκόν τε χρυσόν τε ἅλις ἐσθῆτά θ᾽ ὑφαντήν.
16.232 καὶ τὰ μὲν ἐν σπήεσσι θεῶν ἰότητι κέονται:
16.233 νῦν αὖ δεῦρ᾽ ἱκόμην ὑποθημοσύνῃσιν Ἀθήνης,
16.234 ὄφρα κε δυσμενέεσσι φόνου πέρι βουλεύσωμεν.
16.235 ἀλλ᾽ ἄγε μοι μνηστῆρας ἀριθμήσας κατάλεξον,
16.236 ὄφρ᾽ εἰδέω ὅσσοι τε καὶ οἵ τινες ἀνέρες εἰσί:
16.237 καί κεν ἐμὸν κατὰ θυμὸν ἀμύμονα μερμηρίξας
16.238 φράσσομαι, ἤ κεν νῶϊ δυνησόμεθ᾽ ἀντιφέρεσθαι
16.239 μούνω ἄνευθ᾽ ἄλλων, ἦ καὶ διζησόμεθ᾽ ἄλλους.
16.240 τὸν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα:
16.241 ὦ πάτερ, ἦ τοι σεῖο μέγα κλέος αἰὲν ἄκουον,
16.242 χεῖράς τ᾽ αἰχμητὴν ἔμεναι καὶ ἐπίφρονα βουλήν:
16.243 ἀλλὰ λίην μέγα εἶπες: ἄγη μ᾽ ἔχει: οὐδέ κεν εἴη
16.244 ἄνδρε δύω πολλοῖσι καὶ ἰφθίμοισι μάχεσθαι.
16.245 μνηστήρων δ᾽ οὔτ᾽ ἂρ δεκὰς ἀτρεκὲς οὔτε δύ᾽ οἶαι,
16.246 ἀλλὰ πολὺ πλέονες: τάχα δ᾽ εἴσεαι ἐνθάδ᾽ ἀριθμόν.
16.247 ἐκ μὲν Δουλιχίοιο δύω καὶ πεντήκοντα
16.248 κοῦροι κεκριμένοι, ἓξ δὲ δρηστῆρες ἕπονται:
16.249 ἐκ δὲ Σάμης πίσυρές τε καὶ εἴκοσι φῶτες ἔασιν,
16.250 ἐκ δὲ Ζακύνθου ἔασιν ἐείκοσι κοῦροι Ἀχαιῶν,
16.251 ἐκ δ᾽ αὐτῆς Ἰθάκης δυοκαίδεκα πάντες ἄριστοι,
16.252 καί σφιν ἅμ᾽ ἐστὶ Μέδων κῆρυξ καὶ θεῖος ἀοιδὸς
16.253 καὶ δοιὼ θεράποντε, δαήμονε δαιτροσυνάων.
16.254 τῶν εἴ κεν πάντων ἀντήσομεν ἔνδον ἐόντων,
16.255 μὴ πολύπικρα καὶ αἰνὰ βίας ἀποτίσεαι ἐλθών.
16.256 ἀλλὰ σύ γ᾽, εἰ δύνασαί τιν᾽ ἀμύντορα μερμηρίξαι,
16.257 φράζευ, ὅ κέν τις νῶϊν ἀμύνοι πρόφρονι θυμῷ.
16.258 τὸν δ᾽ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς:
16.259 τοιγὰρ ἐγὼν ἐρέω, σὺ δὲ σύνθεο καί μευ ἄκουσον:
16.260 καὶ φράσαι ἤ κεν νῶϊν Ἀθήνη σὺν Διὶ πατρὶ
16.261 ἀρκέσει, ἦέ τιν᾽ ἄλλον ἀμύντορα μερμηρίξω.
16.262 τὸν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα:
16.263 ἐσθλώ τοι τούτω γ᾽ ἐπαμύντορε, τοὺς ἀγορεύεις,
16.264 ὕψι περ ἐν νεφέεσσι καθημένω: ὥ τε καὶ ἄλλοις
16.265 ἀνδράσι τε κρατέουσι καὶ ἀθανάτοισι θεοῖσι.
16.266 τὸν δ᾽ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς:
16.267 οὐ μέν τοι κείνω γε πολὺν χρόνον ἀμφὶς ἔσεσθον
16.268 φυλόπιδος κρατερῆς, ὁπότε μνηστῆρσι καὶ ἡμῖν
16.269 ἐν μεγάροισιν ἐμοῖσι μένος κρίνηται Ἄρηος.
16.270 ἀλλὰ σὺ μὲν νῦν ἔρχευ ἅμ᾽ ἠοῖ φαινομένηφιν
16.271 οἴκαδε, καὶ μνηστῆρσιν ὑπερφιάλοισιν ὁμίλει:
16.272 αὐτὰρ ἐμὲ προτὶ ἄστυ συβώτης ὕστερον ἄξει,
16.273 πτωχῷ λευγαλέῳ ἐναλίγκιον ἠδὲ γέροντι.
16.274 εἰ δέ μ᾽ ἀτιμήσουσι δόμον κάτα, σὸν δὲ φίλον κῆρ
16.275 τετλάτω ἐν στήθεσσι κακῶς πάσχοντος ἐμεῖο,
16.276 ἤν περ καὶ διὰ δῶμα ποδῶν ἕλκωσι θύραζε
16.277 ἢ βέλεσι βάλλωσι: σὺ δ᾽ εἰσορόων ἀνέχεσθαι.
16.278 ἀλλ᾽ ἦ τοι παύεσθαι ἀνωγέμεν ἀφροσυνάων,
16.279 μειλιχίοις ἐπέεσσι παραυδῶν: οἱ δέ τοι οὔ τι
16.280 πείσονται: δὴ γάρ σφι παρίσταται αἴσιμον ἦμαρ.
16.281 ἄλλο δέ τοι ἐρέω, σὺ δ᾽ ἐνὶ φρεσὶ βάλλεο σῇσιν:
16.282 ὁππότε κεν πολύβουλος ἐνὶ φρεσὶ θῇσιν Ἀθήνη,
16.283 νεύσω μέν τοι ἐγὼ κεφαλῇ, σὺ δ᾽ ἔπειτα νοήσας
16.284 ὅσσα τοι ἐν μεγάροισιν Ἀρήϊα τεύχεα κεῖται
16.285 ἐς μυχὸν ὑψηλοῦ θαλάμου καταθεῖναι ἀείρας
16.286 πάντα μάλ᾽: αὐτὰρ μνηστῆρας μαλακοῖς ἐπέεσσι
16.287 παρφάσθαι, ὅτε κέν σε μεταλλῶσιν ποθέοντες:
16.288 ἐκ καπνοῦ κατέθηκ᾽, ἐπεὶ οὐκέτι τοῖσιν ἐῴκει
16.289 οἷά ποτε Τροίηνδε κιὼν κατέλειπεν Ὀδυσσεύς,
16.290 ἀλλὰ κατῄκισται, ὅσσον πυρὸς ἵκετ᾽ ἀϋτμή.
16.291 πρὸς δ᾽ ἔτι καὶ τόδε μεῖζον ἐνὶ φρεσὶ θῆκε Κρονίων,
16.292 μή πως οἰνωθέντες, ἔριν στήσαντες ἐν ὑμῖν,
16.293 ἀλλήλους τρώσητε καταισχύνητέ τε δαῖτα
16.294 καὶ μνηστύν: αὐτὸς γὰρ ἐφέλκεται ἄνδρα σίδηρος.
16.295 νῶϊν δ᾽ οἴοισιν δύο φάσγανα καὶ δύο δοῦρε
16.296 καλλιπέειν καὶ δοιὰ βοάγρια χερσὶν ἑλέσθαι,
16.297 ὡς ἂν ἐπιθύσαντες ἑλοίμεθα: τοὺς δέ κ᾽ ἔπειτα
16.298 Παλλὰς Ἀθηναίη θέλξει καὶ μητίετα Ζεύς.
16.299 ἄλλο δέ τοι ἐρέω, σὺ δ᾽ ἐνὶ φρεσὶ βάλλεο σῇσιν:
16.300 εἰ ἐτεόν γ᾽ ἐμός ἐσσι καὶ αἵματος ἡμετέροιο,
16.301 μή τις ἔπειτ᾽ Ὀδυσῆος ἀκουσάτω ἔνδον ἐόντος,
16.302 μήτ᾽ οὖν Λαέρτης ἴστω τό γε μήτε συβώτης
16.303 μήτε τις οἰκήων μήτ᾽ αὐτὴ Πηνελόπεια,
16.304 ἀλλ᾽ οἶοι σύ τ᾽ ἐγώ τε γυναικῶν γνώομεν ἰθύν:
16.305 καί κέ τεο δμώων ἀνδρῶν ἔτι πειρηθεῖμεν,
16.306 ἠμὲν ὅπου τις νῶϊ τίει καὶ δείδιε θυμῷ,
16.307 ἠδ᾽ ὅτις οὐκ ἀλέγει, σὲ δ᾽ ἀτιμᾷ τοῖον ἐόντα.
16.308 τὸν δ᾽ ἀπαμειβόμενος προσεφώνεε φαίδιμος υἱός
16.309 ὦ πάτερ, ἦ τοι ἐμὸν θυμὸν καὶ ἔπειτά γ᾽, ὀΐω,
16.310 γνώσεαι: οὐ μὲν γάρ τι χαλιφροσύναι γέ μ᾽ ἔχουσιν:
16.311 ἀλλ᾽ οὔ τοι τόδε κέρδος ἐγὼν ἔσσεσθαι ὀΐω
16.312 ἡμῖν ἀμφοτέροισι: σὲ δὲ φράζεσθαι ἄνωγα.
16.313 δηθὰ γὰρ αὔτως εἴσῃ ἑκάστου πειρητίζων,
16.314 ἔργα μετερχόμενος: τοὶ δ᾽ ἐν μεγάροισιν ἕκηλοι
16.315 χρήματα δαρδάπτουσιν ὑπέρβιον οὐδ᾽ ἔπι φειδώ.
16.316 ἀλλ᾽ ἦ τοί σε γυναῖκας ἐγὼ δεδάασθαι ἄνωγα,
16.317 αἵ τέ σ᾽ ἀτιμάζουσι καὶ αἳ νηλείτιδές εἰσιν:
16.318 ἀνδρῶν δ᾽ οὐκ ἂν ἐγώ γε κατὰ σταθμοὺς ἐθέλοιμι
16.319 ἡμέας πειράζειν, ἀλλ᾽ ὕστερα ταῦτα πένεσθαι,
16.320 εἰ ἐτεόν γέ τι οἶσθα Διὸς τέρας αἰγιόχοιο.
16.321 ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
16.322 ἡ δ᾽ ἄρ᾽ ἔπειτ᾽ Ἰθάκηνδε κατήγετο νηῦς εὐεργής,
16.323 ἣ φέρε Τηλέμαχον Πυλόθεν καὶ πάντας ἑταίρους.
16.324 οἱ δ᾽ ὅτε δὴ λιμένος πολυβενθέος ἐντὸς ἵκοντο,
16.325 νῆα μὲν οἵ γε μέλαιναν ἐπ᾽ ἠπείροιο ἔρυσσαν,
16.326 τεύχεα δέ σφ᾽ ἀπένεικαν ὑπέρθυμοι θεράποντες,
16.327 αὐτίκα δ᾽ ἐς Κλυτίοιο φέρον περικαλλέα δῶρα.
16.328 αὐτὰρ κήρυκα πρόεσαν δόμον εἰς Ὀδυσῆος,
16.329 ἀγγελίην ἐρέοντα περίφρονι Πηνελοπείῃ,
16.330 οὕνεκα Τηλέμαχος μὲν ἐπ᾽ ἀγροῦ, νῆα δ᾽ ἀνώγει
16.331 ἄστυδ᾽ ἀποπλείειν, ἵνα μὴ δείσασ᾽ ἐνὶ θυμῷ
16.332 ἰφθίμη βασίλεια τέρεν κατὰ δάκρυον εἴβοι
16.333 τὼ δὲ συναντήτην κῆρυξ καὶ δῖος ὑφορβὸς
16.334 τῆς αὐτῆς ἕνεκ᾽ ἀγγελίης, ἐρέοντε γυναικί.
16.335 ἀλλ᾽ ὅτε δή ῥ᾽ ἵκοντο δόμον θείου βασιλῆος,
16.336 κῆρυξ μέν ῥα μέσῃσι μετὰ δμῳῇσιν ἔειπεν:
16.337 ἤδη τοι, βασίλεια, φίλος πάϊς εἰλήλουθε.
16.338 Πηνελοπείῃ δ᾽ εἶπε συβώτης ἄγχι παραστὰς
16.339 πάνθ᾽ ὅσα οἱ φίλος υἱὸς ἀνώγει μυθήσασθαι.
16.340 αὐτὰρ ἐπεὶ δὴ πᾶσαν ἐφημοσύνην ἀπέειπε,
16.341 βῆ ῥ᾽ ἴμεναι μεθ᾽ ὕας, λίπε δ᾽ ἕρκεά τε μέγαρόν τε.
16.342 μνηστῆρες δ᾽ ἀκάχοντο κατήφησάν τ᾽ ἐνὶ θυμῷ,
16.343 ἐκ δ᾽ ἦλθον μεγάροιο παρὲκ μέγα τειχίον αὐλῆς,
16.344 αὐτοῦ δὲ προπάροιθε θυράων ἑδριόωντο.
16.345 τοῖσιν δ᾽ Εὐρύμαχος, Πολύβου πάϊς, ἦρχ᾽ ἀγορεύειν:
16.346 ὦ φίλοι, ἦ μέγα ἔργον ὑπερφιάλως τετέλεσται
16.347 Τηλεμάχῳ ὁδὸς ἥδε: φάμεν δέ οἱ οὐ τελέεσθαι.
16.348 ἀλλ᾽ ἄγε νῆα μέλαιναν ἐρύσσομεν ἥ τις ἀρίστη,
16.349 ἐς δ᾽ ἐρέτας ἁλιῆας ἀγείρομεν, οἵ κε τάχιστα
16.350 κείνοις ἀγγείλωσι θοῶς οἶκόνδε νέεσθαι.
16.351 οὔ πω πᾶν εἴρηθ᾽, ὅτ᾽ ἄρ᾽ Ἀμφίνομος ἴδε νῆα,
16.352 στρεφθεὶς ἐκ χώρης, λιμένος πολυβενθέος ἐντός,
16.353 ἱστία τε στέλλοντας ἐρετμά τε χερσὶν ἔχοντας.
16.354 ἡδὺ δ᾽ ἄρ᾽ ἐκγελάσας μετεφώνεεν οἷς ἑτάροισι:
16.355 μή τιν᾽ ἔτ᾽ ἀγγελίην ὀτρύνομεν: οἵδε γὰρ ἔνδον.
16.356 ἤ τίς σφιν τόδ᾽ ἔειπε θεῶν, ἢ εἴσιδον αὐτοὶ
16.357 νῆα παρερχομένην, τὴν δ᾽ οὐκ ἐδύναντο κιχῆναι.
16.358 ὣς ἔφαθ᾽, οἱ δ᾽ ἀνστάντες ἔβαν ἐπὶ θῖνα θαλάσσης,
16.359 αἶψα δὲ νῆα μέλαιναν ἐπ᾽ ἠπείροιο ἔρυσσαν,
16.360 τεύχεα δέ σφ᾽ ἀπένεικαν ὑπέρθυμοι θεράποντες.
16.361 αὐτοὶ δ᾽ εἰς ἀγορὴν κίον ἀθρόοι, οὐδέ τιν᾽ ἄλλον
16.362 εἴων οὔτε νέων μεταΐζειν οὔτε γερόντων.
16.363 τοῖσιν δ᾽ Ἀντίνοος μετέφη, Εὐπείθεος υἱός:
16.364 ὢ πόποι, ὡς τόνδ᾽ ἄνδρα θεοὶ κακότητος ἔλυσαν.
16.365 ἤματα μὲν σκοποὶ ἷζον ἐπ᾽ ἄκριας ἠνεμοέσσας
16.366 αἰὲν ἐπασσύτεροι: ἅμα δ᾽ ἠελίῳ καταδύντι
16.367 οὔ ποτ᾽ ἐπ᾽ ἠπείρου νύκτ᾽ ἄσαμεν, ἀλλ᾽ ἐνὶ πόντῳ
16.368 νηῒ θοῇ πλείοντες ἐμίμνομεν Ἠῶ δῖαν,
16.369 Τηλέμαχον λοχόωντες, ἵνα φθίσωμεν ἑλόντες
16.370 αὐτόν: τὸν δ᾽ ἄρα τῆος ἀπήγαγεν οἴκαδε δαίμων,
16.371 ἡμεῖς δ᾽ ἐνθάδε οἱ φραζώμεθα λυγρὸν ὄλεθρον
16.372 Τηλεμάχῳ, μηδ᾽ ἧμας ὑπεκφύγοι: οὐ γὰρ ὀΐω
16.373 τούτου γε ζώοντος ἀνύσσεσθαι τάδε ἔργα.
16.374 αὐτὸς μὲν γὰρ ἐπιστήμων βουλῇ τε νόῳ τε,
16.375 λαοὶ δ᾽ οὐκέτι πάμπαν ἐφ᾽ ἡμῖν ἦρα φέρουσιν.
16.376 ἀλλ᾽ ἄγετε, πρὶν κεῖνον ὁμηγυρίσασθαι Ἀχαιοὺς
16.377 εἰς ἀγορήν—οὐ γάρ τι μεθησέμεναί μιν ὀΐω,
16.378 ἀλλ᾽ ἀπομηνίσει, ἐρέει δ᾽ ἐν πᾶσιν ἀναστὰς
16.379 οὕνεκά οἱ φόνον αἰπὺν ἐράπτομεν οὐδ᾽ ἐκίχημεν:
16.380 οἱ δ᾽ οὐκ αἰνήσουσιν ἀκούοντες κακὰ ἔργα:
16.381 μή τι κακὸν ῥέξωσι καὶ ἡμέας ἐξελάσωσι
16.382 γαίης ἡμετέρης, ἄλλων δ᾽ ἀφικώμεθα δῆμον:
16.383 ἀλλὰ φθέωμεν ἑλόντες ἐπ᾽ ἀγροῦ νόσφι πόληος
16.384 ἢ ἐν ὁδῷ: βίοτον δ᾽ αὐτοὶ καὶ κτήματ᾽ ἔχωμεν,
16.385 δασσάμενοι κατὰ μοῖραν ἐφ᾽ ἡμέας, οἰκία δ᾽ αὖτε
16.386 κείνου μητέρι δοῖμεν ἔχειν ἠδ᾽ ὅστις ὀπυίοι.
16.387 εἰ δ᾽ ὑμῖν ὅδε μῦθος ἀφανδάνει, ἀλλὰ βόλεσθε
16.388 αὐτόν τε ζώειν καὶ ἔχειν πατρώϊα πάντα,
16.389 μή οἱ χρήματ᾽ ἔπειτα ἅλις θυμηδέ᾽ ἔδωμεν
16.390 ἐνθάδ᾽ ἀγειρόμενοι, ἀλλ᾽ ἐκ μεγάροιο ἕκαστος
16.391 μνάσθω ἐέδνοισιν διζήμενος: ἡ δέ κ᾽ ἔπειτα
16.392 γήμαιθ᾽ ὅς κε πλεῖστα πόροι καὶ μόρσιμος ἔλθοι.
16.393 ὣς ἔφαθ᾽, οἱ δ᾽ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ.
16.394 τοῖσιν δ᾽ Ἀμφίνομος ἀγορήσατο καὶ μετέειπε,
16.395 Νίσου φαίδιμος υἱός, Ἀρητιάδαο ἄνακτος,
16.396 ὅς ῥ᾽ ἐκ Δουλιχίου πολυπύρου, ποιήεντος,
16.397 ἡγεῖτο μνηστῆρσι, μάλιστα δὲ Πηνελοπείῃ
16.398 ἥνδανε μύθοισι: φρεσὶ γὰρ κέχρητ᾽ ἀγαθῇσιν:
16.399 ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν:
16.400 ὦ φίλοι, οὐκ ἂν ἐγώ γε κατακτείνειν ἐθέλοιμι
16.401 Τηλέμαχον: δεινὸν δὲ γένος βασιλήϊόν ἐστιν
16.402 κτείνειν: ἀλλὰ πρῶτα θεῶν εἰρώμεθα βουλάς.
16.403 εἰ μέν κ᾽ αἰνήσωσι Διὸς μεγάλοιο θέμιστες,
16.404 αὐτός τε κτενέω τούς τ᾽ ἄλλους πάντας ἀνώξω:
16.405 εἰ δέ κ᾽ ἀποτρωπῶσι θεοί, παύσασθαι ἄνωγα.
16.406 ὣς ἔφατ᾽ Ἀμφίνομος, τοῖσιν δ᾽ ἐπιήνδανε μῦθος.
16.407 αὐτίκ᾽ ἔπειτ᾽ ἀνστάντες ἔβαν δόμον εἰς Ὀδυσῆος,
16.408 ἐλθόντες δὲ καθῖζον ἐπὶ ξεστοῖσι θρόνοισιν.
16.409 ἡ δ᾽ αὖτ᾽ ἄλλ᾽ ἐνόησε περίφρων Πηνελόπεια,
16.410 μνηστήρεσσι φανῆναι ὑπέρβιον ὕβριν ἔχουσι.
16.411 πεύθετο γὰρ οὗ παιδὸς ἐνὶ μεγάροισιν ὄλεθρον:
16.412 κῆρυξ γὰρ οἱ ἔειπε Μέδων, ὃς ἐπεύθετο βουλάς.
16.413 βῆ δ᾽ ἰέναι μέγαρόνδε σὺν ἀμφιπόλοισι γυναιξίν.
16.414 ἀλλ᾽ ὅτε δὴ μνηστῆρας ἀφίκετο δῖα γυναικῶν,
16.415 στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο,
16.416 ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα,
16.417 Ἀντίνοον δ᾽ ἐνένιπεν ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζεν:
16.418 Ἀντίνο᾽, ὕβριν ἔχων, κακομήχανε, καὶ δέ σέ φασιν
16.419 ἐν δήμῳ Ἰθάκης μεθ᾽ ὁμήλικας ἔμμεν ἄριστον
16.420 βουλῇ καὶ μύθοισι: σὺ δ᾽ οὐκ ἄρα τοῖος ἔησθα.
16.421 μάργε, τίη δὲ σὺ Τηλεμάχῳ θάνατόν τε μόρον τε
16.422 ῥάπτεις, οὐδ᾽ ἱκέτας ἐμπάζεαι, οἷσιν ἄρα Ζεὺς
16.423 μάρτυρος; οὐδ᾽ ὁσίη κακὰ ῥάπτειν ἀλλήλοισιν.
16.424 ἦ οὐκ οἶσθ᾽ ὅτε δεῦρο πατὴρ τεὸς ἵκετο φεύγων,
16.425 δῆμον ὑποδείσας; δὴ γὰρ κεχολώατο λίην,
16.426 οὕνεκα ληϊστῆρσιν ἐπισπόμενος Ταφίοισιν
16.427 ἤκαχε Θεσπρωτούς: οἱ δ᾽ ἡμῖν ἄρθμιοι ἦσαν:
16.428 τόν ῥ᾽ ἔθελον φθῖσαι καὶ ἀπορραῖσαι φίλον ἦτορ
16.429 ἠδὲ κατὰ ζωὴν φαγέειν μενοεικέα πολλήν:
16.430 ἀλλ᾽ Ὀδυσεὺς κατέρυκε καὶ ἔσχεθεν ἱεμένους περ.
16.431 τοῦ νῦν οἶκον ἄτιμον ἔδεις, μνάᾳ δὲ γυναῖκα
16.432 παῖδά τ᾽ ἀποκτείνεις, ἐμὲ δὲ μεγάλως ἀκαχίζεις:
16.433 ἀλλά σε παύσασθαι κέλομαι καὶ ἀνωγέμεν ἄλλους.
16.434 τὴν δ᾽ αὖτ᾽ Εὐρύμαχος, Πολύβου πάϊς, ἀντίον ηὔδα:
16.435 κούρη Ἰκαρίοιο, περίφρον Πηνελόπεια,
16.436 θάρσει: μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων.
16.437 οὐκ ἔσθ᾽ οὗτος ἀνὴρ οὐδ᾽ ἔσσεται οὐδὲ γένηται,
16.438 ὅς κεν Τηλεμάχῳ σῷ υἱέϊ χεῖρας ἐποίσει
16.439 ζώοντός γ᾽ ἐμέθεν καὶ ἐπὶ χθονὶ δερκομένοιο.
16.440 ὧδε γὰρ ἐξερέω, καὶ μὴν τετελεσμένον ἔσται:
16.441 αἶψά οἱ αἷμα κελαινὸν ἐρωήσει περὶ δουρὶ
16.442 ἡμετέρῳ, ἐπεὶ ἦ καὶ ἐμὲ πτολίπορθος Ὀδυσσεὺς
16.443 πολλάκι γούνασιν οἷσιν ἐφεσσάμενος κρέας ὀπτὸν
16.444 ἐν χείρεσσιν ἔθηκεν, ἐπέσχε τε οἶνον ἐρυθρόν.
16.445 τῷ μοι Τηλέμαχος πάντων πολὺ φίλτατός ἐστιν
16.446 ἀνδρῶν, οὐδέ τί μιν θάνατον τρομέεσθαι ἄνωγα
16.447 ἔκ γε μνηστήρων: θεόθεν δ᾽ οὐκ ἔστ᾽ ἀλέασθαι.
16.448 ὣς φάτο θαρσύνων, τῷ δ᾽ ἤρτυεν αὐτὸς ὄλεθρον.
16.449 ἡ μὲν ἄρ᾽ εἰσαναβᾶσ᾽ ὑπερώϊα σιγαλόεντα
16.450 κλαῖεν ἔπειτ᾽ Ὀδυσῆα, φίλον πόσιν, ὄφρα οἱ ὕπνον
16.451 ἡδὺν ἐπὶ βλεφάροισι βάλε γλαυκῶπις Ἀθήνη.
16.452 ἑσπέριος δ᾽ Ὀδυσῆϊ καὶ υἱέϊ δῖος ὑφορβὸς
16.453 ἤλυθεν: οἱ δ᾽ ἄρα δόρπον ἐπισταδὸν ὡπλίζοντο,
16.454 σῦν ἱερεύσαντες ἐνιαύσιον. αὐτὰρ Ἀθήνη,
16.455 ἄγχι παρισταμένη, Λαερτιάδην Ὀδυσῆα
16.456 ῥάβδῳ πεπληγυῖα πάλιν ποίησε γέροντα,
16.457 λυγρὰ δὲ εἵματα ἕσσε περὶ χροΐ, μή ἑ συβώτης
16.458 γνοίη ἐσάντα ἰδὼν καὶ ἐχέφρονι Πηνελοπείῃ
16.459 ἔλθοι ἀπαγγέλλων μηδὲ φρεσὶν εἰρύσσαιτο.
16.460 τὸν καὶ Τηλέμαχος πρότερος πρὸς μῦθον ἔειπεν:
16.461 ἦλθες, δῖ᾽ Εὔμαιε. τί δὴ κλέος ἔστ᾽ ἀνὰ ἄστυ;
16.462 ἦ ῥ᾽ ἤδη μνηστῆρες ἀγήνορες ἔνδον ἔασιν
16.463 ἐκ λόχου, ἦ ἔτι μ᾽ αὖτ᾽ εἰρύαται οἴκαδ᾽ ἰόντα;
16.464 τὸν δ᾽ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα:
16.465 οὐκ ἔμελέν μοι ταῦτα μεταλλῆσαι καὶ ἐρέσθαι
16.466 ἄστυ καταβλώσκοντα: τάχιστά με θυμὸς ἀνώγει
16.467 ἀγγελίην εἰπόντα πάλιν δεῦρ᾽ ἀπονέεσθαι.
16.468 ὡμήρησε δέ μοι παρ᾽ ἑταίρων ἄγγελος ὠκύς,
16.469 κῆρυξ, ὃς δὴ πρῶτος ἔπος σῇ μητρὶ ἔειπεν.
16.470 ἄλλο δέ τοι τό γε οἶδα: τὸ γὰρ ἴδον ὀφθαλμοῖσιν.
16.471 ἤδη ὑπὲρ πόλιος, ὅθι θ᾽ Ἕρμαιος λόφος ἐστίν,
16.472 ἦα κιών, ὅτε νῆα θοὴν ἰδόμην κατιοῦσαν
16.473 ἐς λιμέν᾽ ἡμέτερον: πολλοὶ δ᾽ ἔσαν ἄνδρες ἐν αὐτῇ,
16.474 βεβρίθει δὲ σάκεσσι καὶ ἔγχεσιν ἀμφιγύοισι:
16.475 καὶ σφέας ὠΐσθην τοὺς ἔμμεναι, οὐδέ τι οἶδα.
16.476 ὣς φάτο, μείδησεν δ᾽ ἱερὴ ἲς Τηλεμάχοιο
16.477 ἐς πατέρ᾽ ὀφθαλμοῖσιν ἰδών, ἀλέεινε δ᾽ ὑφορβόν.
16.478 οἱ δ᾽ ἐπεὶ οὖν παύσαντο πόνου τετύκοντό τε δαῖτα,
16.479 δαίνυντ᾽, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης.
16.480 αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
16.481 κοίτου τε μνήσαντο καὶ ὕπνου δῶρον ἕλοντο.
17.1 ἦμος δ᾽ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
17.2 δὴ τότ᾽ ἔπειθ᾽ ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα
17.3 Τηλέμαχος, φίλος υἱὸς Ὀδυσσῆος θείοιο,
17.4 εἵλετο δ᾽ ἄλκιμον ἔγχος, ὅ οἱ παλάμηφιν ἀρήρει,
17.5 ἄστυδε ἱέμενος, καὶ ἑὸν προσέειπε συβώτην:
17.6 ἄττ᾽, ἦ τοι μὲν ἐγὼν εἶμ᾽ ἐς πόλιν, ὄφρα με μήτηρ
17.7 ὄψεται: οὐ γάρ μιν πρόσθεν παύσεσθαι ὀΐω
17.8 κλαυθμοῦ τε στυγεροῖο γόοιό τε δακρυόεντος,
17.9 πρίν γ᾽ αὐτόν με ἴδηται: ἀτὰρ σοί γ᾽ ὧδ᾽ ἐπιτέλλω.
17.10 τὸν ξεῖνον δύστηνον ἄγ᾽ ἐς πόλιν, ὄφρ᾽ ἂν ἐκεῖθι
17.11 δαῖτα πτωχεύῃ: δώσει δέ οἱ ὅς κ᾽ ἐθέλῃσι
17.12 πύρνον καὶ κοτύλην: ἐμὲ δ᾽ οὔ πως ἔστιν ἅπαντας
17.13 ἀνθρώπους ἀνέχεσθαι, ἔχοντά περ ἄλγεα θυμῷ:
17.14 ὁ ξεῖνος δ᾽ εἴ περ μάλα μηνίει, ἄλγιον αὐτῷ
17.15 ἔσσεται: ἦ γὰρ ἐμοὶ φίλ᾽ ἀληθέα μυθήσασθαι.
17.16 τὸν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς:
17.17 ὦ φίλος, οὐδέ τοι αὐτὸς ἐρύκεσθαι μενεαίνω:
17.18 πτωχῷ βέλτερόν ἐστι κατὰ πτόλιν ἠὲ κατ᾽ ἀγροὺς
17.19 δαῖτα πτωχεύειν: δώσει δέ μοι ὅς κ᾽ ἐθέλῃσιν.
17.20 οὐ γὰρ ἐπὶ σταθμοῖσι μένειν ἔτι τηλίκος εἰμί,
17.21 ὥστ᾽ ἐπιτειλαμένῳ σημάντορι πάντα πιθέσθαι.
17.22 ἀλλ᾽ ἔρχευ: ἐμὲ δ᾽ ἄξει ἀνὴρ ὅδε, τὸν σὺ κελεύεις,
17.23 αὐτίκ᾽ ἐπεί κε πυρὸς θερέω ἀλέη τε γένηται.
17.24 αἰνῶς γὰρ τάδε εἵματ᾽ ἔχω κακά: μή με δαμάσσῃ
17.25 στίβη ὑπηοίη: ἕκαθεν δέ τε ἄστυ φάτ᾽ εἶναι.
17.26 ὣς φάτο, Τηλέμαχος δὲ διὰ σταθμοῖο βεβήκει,
17.27 κραιπνὰ ποσὶ προβιβάς, κακὰ δὲ μνηστῆρσι φύτευεν.
17.28 αὐτὰρ ἐπεί ῥ᾽ ἵκανε δόμους εὖ ναιετάοντας,
17.29 ἔγχος μέν ῥ᾽ ἔστησε φέρων πρὸς κίονα μακρήν,
17.30 αὐτὸς δ᾽ εἴσω ἴεν καὶ ὑπέρβη λάϊνον οὐδόν.
17.31 τὸν δὲ πολὺ πρώτη εἶδε τροφὸς Εὐρύκλεια,
17.32 κώεα καστορνῦσα θρόνοις ἔνι δαιδαλέοισι,
17.33 δακρύσασα δ᾽ ἔπειτ᾽ ἰθὺς κίεν: ἀμφὶ δ᾽ ἄρ᾽ ἄλλαι
17.34 δμῳαὶ Ὀδυσσῆος ταλασίφρονος ἠγερέθοντο,
17.35 καὶ κύνεον ἀγαπαζόμεναι κεφαλήν τε καὶ ὤμους.
17.36 ἡ δ᾽ ἴεν ἐκ θαλάμοιο περίφρων Πηνελόπεια,
17.37 Ἀρτέμιδι ἰκέλη ἠὲ χρυσέῃ Ἀφροδίτῃ,
17.38 ἀμφὶ δὲ παιδὶ φίλῳ βάλε πήχεε δακρύσασα,
17.39 κύσσε δέ μιν κεφαλήν τε καὶ ἄμφω φάεα καλά,
17.40 καί ῥ᾽ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα:
17.41 ἦλθες, Τηλέμαχε, γλυκερὸν φάος. οὔ σ᾽ ἔτ᾽ ἐγώ γε
17.42 ὄψεσθαι ἐφάμην, ἐπεὶ ᾤχεο νηῒ Πύλονδε
17.43 λάθρη, ἐμεῦ ἀέκητι, φίλου μετὰ πατρὸς ἀκουήν.
17.44 ἀλλ᾽ ἄγε μοι κατάλεξον ὅπως ἤντησας ὀπωπῆς.
17.45 τὴν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα:
17.46 μῆτερ ἐμή, μή μοι γόον ὄρνυθι μηδέ μοι ἦτορ
17.47 ἐν στήθεσσιν ὄρινε φυγόντι περ αἰπὺν ὄλεθρον:
17.48 ἀλλ᾽ ὑδρηναμένη, καθαρὰ χροῒ εἵμαθ᾽ ἑλοῦσα,
17.49 εἰς ὑπερῷ᾽ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶν
17.50 εὔχεο πᾶσι θεοῖσι τεληέσσας ἑκατόμβας
17.51 ῥέξειν, αἴ κέ ποθι Ζεὺς ἄντιτα ἔργα τελέσσῃ.
17.52 αὐτὰρ ἐγὼν ἀγορὴν ἐσελεύσομαι, ὄφρα καλέσσω
17.53 ξεῖνον, ὅτις μοι κεῖθεν ἅμ᾽ ἕσπετο δεῦρο κιόντι.
17.54 τὸν μὲν ἐγὼ προὔπεμψα σὺν ἀντιθέοις ἑτάροισι,
17.55 Πείραιον δέ μιν ἠνώγεα προτὶ οἶκον ἄγοντα
17.56 ἐνδυκέως φιλέειν καὶ τιέμεν, εἰς ὅ κεν ἔλθω.
17.57 ὣς ἄρ᾽ ἐφώνησεν, τῇ δ᾽ ἄπτερος ἔπλετο μῦθος.
17.58 ἡ δ᾽ ὑδρηναμένη, καθαρὰ χροῒ εἵμαθ᾽ ἑλοῦσα,
17.59 εὔχετο πᾶσι θεοῖσι τεληέσσας ἑκατόμβας
17.60 ῥέξειν, αἴ κέ ποθι Ζεὺς ἄντιτα ἔργα τελέσσῃ.
17.61 Τηλέμαχος δ᾽ ἄρ᾽ ἔπειτα διὲκ μεγάροιο βεβήκει
17.62 ἔγχος ἔχων: ἅμα τῷ γε δύω κύνες ἀργοὶ ἕποντο.
17.63 θεσπεσίην δ᾽ ἄρα τῷ γε χάριν κατέχευεν Ἀθήνη:
17.64 τὸν δ᾽ ἄρα πάντες λαοὶ ἐπερχόμενον θηεῦντο.
17.65 ἀμφὶ δέ μιν μνηστῆρες ἀγήνορες ἠγερέθοντο
17.66 ἔσθλ᾽ ἀγορεύοντες, κακὰ δὲ φρεσὶ βυσσοδόμευον.
17.67 αὐτὰρ ὁ τῶν μὲν ἔπειτα ἀλεύατο πουλὺν ὅμιλον,
17.68 ἀλλ᾽ ἵνα Μέντωρ ἧστο καὶ Ἄντιφος ἠδ᾽ Ἁλιθέρσης,
17.69 οἵ τε οἱ ἐξ ἀρχῆς πατρώϊοι ἦσαν ἑταῖροι,
17.70 ἔνθα καθέζετ᾽ ἰών: τοὶ δ᾽ ἐξερέεινον ἕκαστα.
17.71 τοῖσι δὲ Πείραιος δουρικλυτὸς ἐγγύθεν ἦλθεν
17.72 ξεῖνον ἄγων ἀγορήνδε διὰ πτόλιν: οὐδ᾽ ἄρ᾽ ἔτι δὴν
17.73 Τηλέμαχος ξείνοιο ἑκὰς τράπετ᾽, ἀλλὰ παρέστη.
17.74 τὸν καὶ Πείραιος πρότερος πρὸς μῦθον ἔειπε:
17.75 Τηλέμαχ᾽, αἶψ᾽ ὄτρυνον ἐμὸν ποτὶ δῶμα γυναῖκας,
17.76 ὥς τοι δῶρ᾽ ἀποπέμψω, ἅ τοι Μενέλαος ἔδωκε.
17.77 τὸν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα:
17.78 Πείραι᾽, οὐ γάρ τ᾽ ἴδμεν ὅπως ἔσται τάδε ἔργα.
17.79 εἴ κεν ἐμὲ μνηστῆρες ἀγήνορες ἐν μεγάροισι
17.80 λάθρη κτείναντες πατρώϊα πάντα δάσωνται,
17.81 αὐτὸν ἔχοντά σε βούλομ᾽ ἐπαυρέμεν, ἤ τινα τῶνδε:
17.82 εἰ δέ κ᾽ ἐγὼ τούτοισι φόνον καὶ κῆρα φυτεύσω,
17.83 δὴ τότε μοι χαίροντι φέρειν πρὸς δώματα χαίρων.
17.84 ὣς εἰπὼν ξεῖνον ταλαπείριον ἦγεν ἐς οἶκον.
17.85 αὐτὰρ ἐπεί ῥ᾽ ἵκοντο δόμους εὖ ναιετάοντας,
17.86 χλαίνας μὲν κατέθεντο κατὰ κλισμούς τε θρόνους τε,
17.87 ἐς δ᾽ ἀσαμίνθους βάντες ἐϋξέστας λούσαντο.
17.88 τοὺς δ᾽ ἐπεὶ οὖν δμῳαὶ λοῦσαν καὶ χρῖσαν ἐλαίῳ,
17.89 ἀμφὶ δ᾽ ἄρα χλαίνας οὔλας βάλον ἠδὲ χιτῶνας,
17.90 ἔκ ῥ᾽ ἀσαμίνθων βάντες ἐπὶ κλισμοῖσι καθῖζον.
17.91 χέρνιβα δ᾽ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα
17.92 καλῇ χρυσείῃ, ὑπὲρ ἀργυρέοιο λέβητος,
17.93 νίψασθαι: παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.
17.94 σῖτον δ᾽ αἰδοίη ταμίη παρέθηκε φέρουσα,
17.95 εἴδατα πόλλ᾽ ἐπιθεῖσα, χαριζομένη παρεόντων.
17.96 μήτηρ δ᾽ ἀντίον ἷζε παρὰ σταθμὸν μεγάροιο
17.97 κλισμῷ κεκλιμένη, λέπτ᾽ ἠλάκατα στρωφῶσα.
17.98 οἱ δ᾽ ἐπ᾽ ὀνείαθ᾽ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον,
17.99 αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
17.100 τοῖσι δὲ μύθων ἦρχε περίφρων Πηνελόπεια:
17.101 Τηλέμαχ᾽, ἦ τοι ἐγὼν ὑπερώϊον εἰσαναβᾶσα
17.102 λέξομαι εἰς εὐνήν, ἥ μοι στονόεσσα τέτυκται,
17.103 αἰεὶ δάκρυσ᾽ ἐμοῖσι πεφυρμένη, ἐξ οὗ Ὀδυσσεὺς
17.104 ᾤχεθ᾽ ἅμ᾽ Ἀτρεΐδῃσιν ἐς Ἴλιον: οὐδέ μοι ἔτλης,
17.105 πρὶν ἐλθεῖν μνηστῆρας ἀγήνορας ἐς τόδε δῶμα,
17.106 νόστον σοῦ πατρὸς σάφα εἰπέμεν, εἴ που ἄκουσας.
17.107 τὴν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα:
17.108 τοιγὰρ ἐγώ τοι, μῆτερ, ἀληθείην καταλέξω.
17.109 ᾠχόμεθ᾽ ἔς τε Πύλον καὶ Νέστορα, ποιμένα λαῶν:
17.110 δεξάμενος δέ με κεῖνος ἐν ὑψηλοῖσι δόμοισιν
17.111 ἐνδυκέως ἐφίλει, ὡς εἴ τε πατὴρ ἑὸν υἱὸν
17.112 ἐλθόντα χρόνιον νέον ἄλλοθεν: ὣς ἐμὲ κεῖνος
17.113 ἐνδυκέως ἐκόμιζε σὺν υἱάσι κυδαλίμοισιν.
17.114 αὐτὰρ Ὀδυσσῆος ταλασίφρονος οὔ ποτ᾽ ἔφασκεν,
17.115 ζωοῦ οὐδὲ θανόντος, ἐπιχθονίων τευ ἀκοῦσαι:
17.116 ἀλλά μ᾽ ἐς Ἀτρεΐδην, δουρικλειτὸν Μενέλαον,
17.117 ἵπποισι προὔπεμψε καὶ ἅρμασι κολλητοῖσιν.
17.118 ἔνθ᾽ ἴδον Ἀργείην Ἑλένην, ἧς εἵνεκα πολλὰ
17.119 Ἀργεῖοι Τρῶές τε θεῶν ἰότητι μόγησαν.
17.120 εἴρετο δ᾽ αὐτίκ᾽ ἔπειτα βοὴν ἀγαθὸς Μενέλαος
17.121 ὅττευ χρηΐζων ἱκόμην Λακεδαίμονα δῖαν:
17.122 αὐτὰρ ἐγὼ τῷ πᾶσαν ἀληθείην κατέλεξα:
17.123 καὶ τότε δή με ἔπεσσιν ἀμειβόμενος προσέειπεν:
17.124 ὢ πόποι, ἦ μάλα δὴ κρατερόφρονος ἀνδρὸς ἐν εὐνῇ
17.125 ἤθελον εὐνηθῆναι, ἀνάλκιδες αὐτοὶ ἐόντες.
17.126 ὡς δ᾽ ὁπότ᾽ ἐν ξυλόχῳ ἔλαφος κρατεροῖο λέοντος
17.127 νεβροὺς κοιμήσασα νεηγενέας γαλαθηνοὺς
17.128 κνημοὺς ἐξερέῃσι καὶ ἄγκεα ποιήεντα
17.129 βοσκομένη, ὁ δ᾽ ἔπειτα ἑὴν εἰσήλυθεν εὐνήν,
17.130 ἀμφοτέροισι δὲ τοῖσιν ἀεικέα πότμον ἐφῆκεν,
17.131 ὣς Ὀδυσεὺς κείνοισιν ἀεικέα πότμον ἐφήσει.
17.132 αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,
17.133 τοῖος ἐὼν οἷός ποτ᾽ ἐϋκτιμένῃ ἐνὶ Λέσβῳ
17.134 ἐξ ἔριδος Φιλομηλεΐδῃ ἐπάλαισεν ἀναστάς,
17.135 κὰδ δ᾽ ἔβαλε κρατερῶς, κεχάροντο δὲ πάντες Ἀχαιοί,
17.136 τοῖος ἐὼν μνηστῆρσιν ὁμιλήσειεν Ὀδυσσεύς:
17.137 πάντες κ᾽ ὠκύμοροί τε γενοίατο πικρόγαμοί τε.
17.138 ταῦτα δ᾽ ἅ μ᾽ εἰρωτᾷς καὶ λίσσεαι, οὐκ ἂν ἐγώ γε
17.139 ἄλλα παρὲξ εἴποιμι παρακλιδὸν οὐδ᾽ ἀπατήσω,
17.140 ἀλλὰ τὰ μέν μοι ἔειπε γέρων ἅλιος νημερτής,
17.141 τῶν οὐδέν τοι ἐγὼ κρύψω ἔπος οὐδ᾽ ἐπικεύσω.
17.142 φῆ μιν ὅ γ᾽ ἐν νήσῳ ἰδέειν κρατέρ᾽ ἄλγε᾽ ἔχοντα,
17.143 νύμφης ἐν μεγάροισι Καλυψοῦς, ἥ μιν ἀνάγκῃ
17.144 ἴσχει: ὁ δ᾽ οὐ δύναται ἣν πατρίδα γαῖαν ἱκέσθαι.
17.145 οὐ γάρ οἱ πάρα νῆες ἐπήρετμοι καὶ ἑταῖροι,
17.146 οἵ κέν μιν πέμποιεν ἐπ᾽ εὐρέα νῶτα θαλάσσης
17.147 ὣς ἔφατ᾽ Ἀτρεΐδης, δουρικλειτὸς Μενέλαος.
17.148 ταῦτα τελευτήσας νεόμην: ἔδοσαν δέ μοι οὖρον
17.149 ἀθάνατοι, τοί μ᾽ ὦκα φίλην ἐς πατρίδ᾽ ἔπεμψαν.
17.150 ὣς φάτο, τῇ δ᾽ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε.
17.151 τοῖσι δὲ καὶ μετέειπε Θεοκλύμενος θεοειδής:
17.152 ὦ γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος,
17.153 ἦ τοι ὅ γ᾽ οὐ σάφα οἶδεν, ἐμεῖο δὲ σύνθεο μῦθον:
17.154 ἀτρεκέως γάρ σοι μαντεύσομαι οὐδ᾽ ἐπικεύσω:
17.155 ἴστω νῦν Ζεὺς πρῶτα θεῶν, ξενίη τε τράπεζα
17.156 ἱστίη τ᾽ Ὀδυσῆος ἀμύμονος, ἣν ἀφικάνω,
17.157 ὡς ἦ τοι Ὀδυσεὺς ἤδη ἐν πατρίδι γαίῃ,
17.158 ἥμενος ἢ ἕρπων, τάδε πευθόμενος κακὰ ἔργα,
17.159 ἔστιν, ἀτὰρ μνηστῆρσι κακὸν πάντεσσι φυτεύει:
17.160 τοῖον ἐγὼν οἰωνὸν ἐϋσσέλμου ἐπὶ νηὸς
17.161 ἥμενος ἐφρασάμην καὶ Τηλεμάχῳ ἐγεγώνευν.
17.162 τὸν δ᾽ αὖτε προσέειπε περίφρων Πηνελόπεια:
17.163 αἲ γὰρ τοῦτο, ξεῖνε, ἔπος τετελεσμένον εἴη:
17.164 τῷ κε τάχα γνοίης φιλότητά τε πολλά τε δῶρα
17.165 ἐξ ἐμεῦ, ὡς ἄν τίς σε συναντόμενος μακαρίζοι.
17.166 ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
17.167 μνηστῆρες δὲ πάροιθεν Ὀδυσσῆος μεγάροιο
17.168 δίσκοισιν τέρποντο καὶ αἰγανέῃσιν ἱέντες,
17.169 ἐν τυκτῷ δαπέδῳ, ὅθι περ πάρος ὕβριν ἔχοντες.
17.170 ἀλλ᾽ ὅτε δὴ δείπνηστος ἔην καὶ ἐπήλυθε μῆλα
17.171 πάντοθεν ἐξ ἀγρῶν, οἱ δ᾽ ἤγαγον οἳ τὸ πάρος περ,
17.172 καὶ τότε δή σφιν ἔειπε Μέδων: ὃς γάρ ῥα μάλιστα
17.173 ἥνδανε κηρύκων, καὶ σφιν παρεγίγνετο δαιτί:
17.174 κοῦροι, ἐπεὶ δὴ πάντες ἐτέρφθητε φρέν᾽ ἀέθλοις,
17.175 ἔρχεσθε πρὸς δώμαθ᾽, ἵν᾽ ἐντυνώμεθα δαῖτα:
17.176 οὐ μὲν γάρ τι χέρειον ἐν ὥρῃ δεῖπνον ἑλέσθαι.
17.177 ὣς ἔφαθ᾽, οἱ δ᾽ ἀνστάντες ἔβαν πείθοντό τε μύθῳ.
17.178 αὐτὰρ ἐπεί ῥ᾽ ἵκοντο δόμους εὖ ναιετάοντας,
17.179 χλαίνας μὲν κατέθεντο κατὰ κλισμούς τε θρόνους τε,
17.180 οἱ δ᾽ ἱέρευον ὄϊς μεγάλους καὶ πίονας αἶγας,
17.181 ἵρευον δὲ σύας σιάλους καὶ βοῦν ἀγελαίην,
17.182 δαῖτ᾽ ἐντυνόμενοι. τοὶ δ᾽ ἐξ ἀγροῖο πόλινδε
17.183 ὠτρύνοντ᾽ Ὀδυσεύς τ᾽ ἰέναι καὶ δῖος ὑφορβός.
17.184 τοῖσι δὲ μύθων ἦρχε συβώτης, ὄρχαμος ἀνδρῶν:
17.185 ξεῖν᾽, ἐπεὶ ἂρ δὴ ἔπειτα πόλινδ᾽ ἰέναι μενεαίνεις
17.186 σήμερον, ὡς ἐπέτελλεν ἄναξ ἐμός—ἦ σ᾽ ἂν ἐγώ γε
17.187 αὐτοῦ βουλοίμην σταθμῶν ῥυτῆρα λιπέσθαι:
17.188 ἀλλὰ τὸν αἰδέομαι καὶ δείδια, μή μοι ὀπίσσω
17.189 νεικείῃ: χαλεπαὶ δέ τ᾽ ἀνάκτων εἰσὶν ὁμοκλαί—
17.190 ἀλλ᾽ ἄγε νῦν ἴομεν: δὴ γὰρ μέμβλωκε μάλιστα
17.191 ἦμαρ, ἀτὰρ τάχα τοι ποτὶ ἕσπερα ῥίγιον ἔσται.
17.192 τὸν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς:
17.193 γιγνώσκω, φρονέω: τά γε δὴ νοέοντι κελεύεις.
17.194 ἀλλ᾽ ἴομεν, σὺ δ᾽ ἔπειτα διαμπερὲς ἡγεμόνευε.
17.195 δὸς δέ μοι, εἴ ποθί τοι ῥόπαλον τετμημένον ἐστίν,
17.196 σκηρίπτεσθ᾽, ἐπεὶ ἦ φατ᾽ ἀρισφαλέ᾽ ἔμμεναι οὐδόν.
17.197 ἦ ῥα καὶ ἀμφ᾽ ὤμοισιν ἀεικέα βάλλετο πήρην,
17.198 πυκνὰ ῥωγαλέην: ἐν δὲ στρόφος ἦεν ἀορτήρ:
17.199 Εὔμαιος δ᾽ ἄρα οἱ σκῆπτρον θυμαρὲς ἔδωκε.
17.200 τὼ βήτην, σταθμὸν δὲ κύνες καὶ βώτορες ἄνδρες
17.201 ῥύατ᾽ ὄπισθε μένοντες: ὁ δ᾽ ἐς πόλιν ἦγεν ἄνακτα
17.202 πτωχῷ λευγαλέῳ ἐναλίγκιον ἠδὲ γέροντι,
17.203 σκηπτόμενον: τὰ δὲ λυγρὰ περὶ χροῒ εἵματα ἕστο.
17.204 ἀλλ᾽ ὅτε δὴ στείχοντες ὁδὸν κάτα παιπαλόεσσαν
17.205 ἄστεος ἐγγὺς ἔσαν καὶ ἐπὶ κρήνην ἀφίκοντο
17.206 τυκτὴν καλλίροον, ὅθεν ὑδρεύοντο πολῖται,
17.207 τὴν ποίησ᾽ Ἴθακος καὶ Νήριτος ἠδὲ Πολύκτωρ:
17.208 ἀμφὶ δ᾽ ἄρ᾽ αἰγείρων ὑδατοτρεφέων ἦν ἄλσος,
17.209 πάντοσε κυκλοτερές, κατὰ δὲ ψυχρὸν ῥέεν ὕδωρ
17.210 ὑψόθεν ἐκ πέτρης: βωμὸς δ᾽ ἐφύπερθε τέτυκτο
17.211 νυμφάων, ὅθι πάντες ἐπιρρέζεσκον ὁδῖται:
17.212 ἔνθα σφέας ἐκίχαν᾽ υἱὸς Δολίοιο Μελανθεὺς
17.213 αἶγας ἄγων, αἳ πᾶσι μετέπρεπον αἰπολίοισι,
17.214 δεῖπνον μνηστήρεσσι: δύω δ᾽ ἅμ᾽ ἕποντο νομῆες.
17.215 τοὺς δὲ ἰδὼν νείκεσσεν ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζεν,
17.216 ἔκπαγλον καὶ ἀεικές: ὄρινε δὲ κῆρ Ὀδυσῆος:
17.217 νῦν μὲν δὴ μάλα πάγχυ κακὸς κακὸν ἡγηλάζει,
17.218 ὡς αἰεὶ τὸν ὁμοῖον ἄγει θεὸς ὡς τὸν ὁμοῖν.
17.219 πῇ δὴ τόνδε μολοβρὸν ἄγεις, ἀμέγαρτε συβῶτα,
17.220 πτωχὸν ἀνιηρόν δαιτῶν ἀπολυμαντῆρα;
17.221 ὃς πολλῇς φλιῇσι παραστὰς θλίψεται ὤμους,
17.222 αἰτίζων ἀκόλους, οὐκ ἄορας οὐδὲ λέβητας:
17.223 τόν κ᾽ εἴ μοι δοίης σταθμῶν ῥυτῆρα γενέσθαι
17.224 σηκοκόρον τ᾽ ἔμεναι θαλλόν τ᾽ ἐρίφοισι φορῆναι,
17.225 καί κεν ὀρὸν πίνων μεγάλην ἐπιγουνίδα θεῖτο.
17.226 ἀλλ᾽ ἐπεὶ οὖν δὴ ἔργα κάκ᾽ ἔμμαθεν, οὐκ ἐθελήσει
17.227 ἔργον ἐποίχεσθαι, ἀλλὰ πτώσσων κατὰ δῆμον
17.228 βούλεται αἰτίζων βόσκειν ἣν γαστέρ᾽ ἄναλτον.
17.229 ἀλλ᾽ ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται:
17.230 αἴ κ᾽ ἔλθῃ πρὸς δώματ᾽ Ὀδυσσῆος θείοιο,
17.231 πολλά οἱ ἀμφὶ κάρη σφέλα ἀνδρῶν ἐκ παλαμάων
17.232 πλευραὶ ἀποτρίψουσι δόμον κάτα βαλλομένοιο.
17.233 ὣς φάτο, καὶ παριὼν λὰξ ἔνθορεν ἀφραδίῃσιν
17.234 ἰσχίῳ: οὐδέ μιν ἐκτὸς ἀταρπιτοῦ ἐστυφέλιξεν,
17.235 ἀλλ᾽ ἔμεν᾽ ἀσφαλέως: ὁ δὲ μερμήριξεν Ὀδυσσεὺς
17.236 ἠὲ μεταΐξας ῥοπάλῳ ἐκ θυμὸν ἕλοιτο,
17.237 ἦ πρὸς γῆν ἐλάσειε κάρη ἀμφουδὶς ἀείρας.
17.238 ἀλλ᾽ ἐπετόλμησε, φρεσὶ δ᾽ ἔσχετο: τὸν δὲ συβώτης
17.239 νείκεσ᾽ ἐσάντα ἰδών, μέγα δ᾽ εὔξατο χεῖρας ἀνασχών:
17.240 νύμφαι κρηναῖαι, κοῦραι Διός, εἴ ποτ᾽ Ὀδυσσεὺς
17.241 ὔμμ᾽ ἐπὶ μηρί᾽ ἔκηε, καλύψας πίονι δημῷ,
17.242 ἀρνῶν ἠδ᾽ ἐρίφων, τόδε μοι κρηήνατ᾽ ἐέλδωρ,
17.243 ὡς ἔλθοι μὲν κεῖνος ἀνήρ, ἀγάγοι δέ ἑ δαίμων:
17.244 τῷ κέ τοι ἀγλαΐας γε διασκεδάσειεν ἁπάσας,
17.245 τὰς νῦν ὑβρίζων φορέεις, ἀλαλήμενος αἰεὶ
17.246 ἄστυ κάτ᾽: αὐτὰρ μῆλα κακοὶ φθείρουσι νομῆες.
17.247 τὸν δ᾽ αὖτε προσέειπε Μελάνθιος, αἰπόλος αἰγῶν:
17.248 ὢ πόποι, οἶον ἔειπε κύων ὀλοφώϊα εἰδώς,
17.249 τόν ποτ᾽ ἐγὼν ἐπὶ νηὸς ἐϋσσέλμοιο μελαίνης
17.250 ἄξω τῆλ᾽ Ἰθάκης, ἵνα μοι βίοτον πολὺν ἄλφοι.
17.251 αἲ γὰρ Τηλέμαχον βάλοι ἀργυρότοξος Ἀπόλλων
17.252 σήμερον ἐν μεγάροις, ἢ ὑπὸ μνηστῆρσι δαμείη,
17.253 ὡς Ὀδυσῆΐ γε τηλοῦ ἀπώλετο νόστιμον ἦμαρ.
17.254 ὣς εἰπὼν τοὺς μὲν λίπεν αὐτοῦ ἦκα κιόντας,
17.255 αὐτὰρ ὁ βῆ, μάλα δ᾽ ὦκα δόμους ἵκανεν ἄνακτος.
17.256 αὐτίκα δ᾽ εἴσω ἴεν, μετὰ δὲ μνηστῆρσι καθῖζεν,
17.257 ἀντίον Εὐρυμάχου: τὸν γὰρ φιλέεσκε μάλιστα.
17.258 τῷ πάρα μὲν κρειῶν μοῖραν θέσαν οἳ πονέοντο,
17.259 σῖτον δ᾽ αἰδοίη ταμίη παρέθηκε φέρουσα
17.260 ἔδμεναι. ἀγχίμολον δ᾽ Ὀδυσεὺς καὶ δῖος ὑφορβὸς
17.261 στήτην ἐρχομένω, περὶ δέ σφεας ἤλυθ᾽ ἰωὴ
17.262 φόρμιγγος γλαφυρῆς: ἀνὰ γάρ σφισι βάλλετ᾽ ἀείδειν
17.263 Φήμιος: αὐτὰρ ὁ χειρὸς ἑλὼν προσέειπε συβώτην:
17.264 Εὔμαι᾽, ἦ μάλα δὴ τάδε δώματα κάλ᾽ Ὀδυσῆος,
17.265 ῥεῖα δ᾽ ἀρίγνωτ᾽ ἐστὶ καὶ ἐν πολλοῖσιν ἰδέσθαι.
17.266 ἐξ ἑτέρων ἕτερ᾽ ἐστίν, ἐπήσκηται δέ οἱ αὐλὴ
17.267 τοίχῳ καὶ θριγκοῖσι, θύραι δ᾽ εὐερκέες εἰσὶ
17.268 δικλίδες: οὐκ ἄν τίς μιν ἀνὴρ ὑπεροπλίσσαιτο.
17.269 γιγνώσκω δ᾽ ὅτι πολλοὶ ἐν αὐτῷ δαῖτα τίθενται
17.270 ἄνδρες, ἐπεὶ κνίση μὲν ἀνήνοθεν, ἐν δέ τε φόρμιγξ
17.271 ἠπύει, ἣν ἄρα δαιτὶ θεοὶ ποίησαν ἑταίρην.
17.272 τὸν δ᾽ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα:
17.273 ῥεῖ᾽ ἔγνως, ἐπεὶ οὐδὲ τά τ᾽ ἄλλα πέρ ἐσσ᾽ ἀνοήμων.
17.274 ἀλλ᾽ ἄγε δὴ φραζώμεθ᾽ ὅπως ἔσται τάδε ἔργα.
17.275 ἠὲ σὺ πρῶτος ἔσελθε δόμους εὖ ναιετάοντας,
17.276 δύσεο δὲ μνηστῆρας, ἐγὼ δ᾽ ὑπολείψομαι αὐτοῦ:
17.277 εἰ δ᾽ ἐθέλεις, ἐπίμεινον, ἐγὼ δ᾽ εἶμι προπάροιθε:
17.278 μηδὲ σὺ δηθύνειν, μή τίς σ᾽ ἔκτοσθε νοήσας
17.279 ἢ βάλῃ ἢ ἐλάσῃ: τὰ δέ σε φράζεσθαι ἄνωγα.
17.280 τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς:
17.281 γιγνώσκω, φρονέω: τά γε δὴ νοέοντι κελεύεις.
17.282 ἀλλ᾽ ἔρχευ προπάροιθεν, ἐγὼ δ᾽ ὑπολείψομαι αὐτοῦ.
17.283 οὐ γάρ τι πληγέων ἀδαήμων οὐδὲ βολάων:
17.284 τολμήεις μοι θυμός, ἐπεὶ κακὰ πολλὰ πέπονθα
17.285 κύμασι καὶ πολέμῳ: μετὰ καὶ τόδε τοῖσι γενέσθω:
17.286 γαστέρα δ᾽ οὔ πως ἔστιν ἀποκρύψαι μεμαυῖαν,
17.287 οὐλομένην, ἣ πολλὰ κάκ᾽ ἀνθρώποισι δίδωσι,
17.288 τῆς ἕνεκεν καὶ νῆες ἐΰζυγοι ὁπλίζονται
17.289 πόντον ἐπ᾽ ἀτρύγετον, κακὰ δυσμενέεσσι φέρουσαι.
17.290 ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον:
17.291 ἂν δὲ κύων κεφαλήν τε καὶ οὔατα κείμενος ἔσχεν,
17.292 Ἄργος, Ὀδυσσῆος ταλασίφρονος, ὅν ῥά ποτ᾽ αὐτὸς
17.293 θρέψε μέν, οὐδ᾽ ἀπόνητο, πάρος δ᾽ εἰς Ἴλιον ἱρὴν
17.294 ᾤχετο. τὸν δὲ πάροιθεν ἀγίνεσκον νέοι ἄνδρες
17.295 αἶγας ἐπ᾽ ἀγροτέρας ἠδὲ πρόκας ἠδὲ λαγωούς:
17.296 δὴ τότε κεῖτ᾽ ἀπόθεστος ἀποιχομένοιο ἄνακτος,
17.297 ἐν πολλῇ κόπρῳ, ἥ οἱ προπάροιθε θυράων
17.298 ἡμιόνων τε βοῶν τε ἅλις κέχυτ᾽, ὄφρ᾽ ἂν ἄγοιεν
17.299 δμῶες Ὀδυσσῆος τέμενος μέγα κοπρήσοντες:
17.300 ἔνθα κύων κεῖτ᾽ Ἄργος, ἐνίπλειος κυνοραιστέων.
17.301 δὴ τότε γ᾽, ὡς ἐνόησεν Ὀδυσσέα ἐγγὺς ἐόντα,
17.302 οὐρῇ μέν ῥ᾽ ὅ γ᾽ ἔσηνε καὶ οὔατα κάββαλεν ἄμφω,
17.303 ἆσσον δ᾽ οὐκέτ᾽ ἔπειτα δυνήσατο οἷο ἄνακτος
17.304 ἐλθέμεν: αὐτὰρ ὁ νόσφιν ἰδὼν ἀπομόρξατο δάκρυ,
17.305 ῥεῖα λαθὼν Εὔμαιον, ἄφαρ δ᾽ ἐρεείνετο μύθῳ:
17.306 Εὔμαι᾽, ἦ μάλα θαῦμα, κύων ὅδε κεῖτ᾽ ἐνὶ κόπρῳ.
17.307 καλὸς μὲν δέμας ἐστίν, ἀτὰρ τόδε γ᾽ οὐ σάφα οἶδα,
17.308 εἰ δὴ καὶ ταχὺς ἔσκε θέειν ἐπὶ εἴδεϊ τῷδε,
17.309 ἦ αὔτως οἷοί τε τραπεζῆες κύνες ἀνδρῶν
17.310 γίγνοντ᾽: ἀγλαΐης δ᾽ ἕνεκεν κομέουσιν ἄνακτες.
17.311 τὸν δ᾽ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα:
17.312 καὶ λίην ἀνδρός γε κύων ὅδε τῆλε θανόντος.
17.313 εἰ τοιόσδ᾽ εἴη ἠμὲν δέμας ἠδὲ καὶ ἔργα,
17.314 οἷόν μιν Τροίηνδε κιὼν κατέλειπεν Ὀδυσσεύς,
17.315 αἶψά κε θηήσαιο ἰδὼν ταχυτῆτα καὶ ἀλκήν.
17.316 οὐ μὲν γάρ τι φύγεσκε βαθείης βένθεσιν ὕλης
17.317 κνώδαλον, ὅττι δίοιτο: καὶ ἴχνεσι γὰρ περιῄδη:
17.318 νῦν δ᾽ ἔχεται κακότητι, ἄναξ δέ οἱ ἄλλοθι πάτρης
17.319 ὤλετο, τὸν δὲ γυναῖκες ἀκηδέες οὐ κομέουσι.
17.320 δμῶες δ᾽, εὖτ᾽ ἂν μηκέτ᾽ ἐπικρατέωσιν ἄνακτες,
17.321 οὐκέτ᾽ ἔπειτ᾽ ἐθέλουσιν ἐναίσιμα ἐργάζεσθαι:
17.322 ἥμισυ γάρ τ᾽ ἀρετῆς ἀποαίνυται εὐρύοπα Ζεὺς
17.323 ἀνέρος, εὖτ᾽ ἄν μιν κατὰ δούλιον ἦμαρ ἕλῃσιν.
17.324 ὣς εἰπὼν εἰσῆλθε δόμους εὖ ναιετάοντας,
17.325 βῆ δ᾽ ἰθὺς μεγάροιο μετὰ μνηστῆρας ἀγαυούς.
17.326 Ἄργον δ᾽ αὖ κατὰ μοῖρ᾽ ἔλαβεν μέλανος θανάτοιο,
17.327 αὐτίκ᾽ ἰδόντ᾽ Ὀδυσῆα ἐεικοστῷ ἐνιαυτῷ.
17.328 τὸν δὲ πολὺ πρῶτος ἴδε Τηλέμαχος θεοειδὴς
17.329 ἐρχόμενον κατὰ δῶμα συβώτην, ὦκα δ᾽ ἔπειτα
17.330 νεῦσ᾽ ἐπὶ οἷ καλέσας: ὁ δὲ παπτήνας ἕλε δίφρον
17.331 κείμενον, ἔνθα τε δαιτρὸς ἐφίζεσκε κρέα πολλὰ
17.332 δαιόμενος μνηστῆρσι δόμον κάτα δαινυμένοισι:
17.333 τὸν κατέθηκε φέρων πρὸς Τηλεμάχοιο τράπεζαν
17.334 ἀντίον, ἔνθα δ᾽ ἄρ᾽ αὐτὸς ἐφέζετο: τῷ δ᾽ ἄρα κῆρυξ
17.335 μοῖραν ἑλὼν ἐτίθει κανέου τ᾽ ἐκ σῖτον ἀείρας.
17.336 ἀγχίμολον δὲ μετ᾽ αὐτὸν ἐδύσετο δώματ᾽ Ὀδυσσεύς,
17.337 πτωχῷ λευγαλέῳ ἐναλίγκιος ἠδὲ γέροντι,
17.338 σκηπτόμενος: τὰ δὲ λυγρὰ περὶ χροΐ εἵματα ἕστο.
17.339 ἷζε δ᾽ ἐπὶ μελίνου οὐδοῦ ἔντοσθε θυράων,
17.340 κλινάμενος σταθμῷ κυπαρισσίνῳ, ὅν ποτε τέκτων
17.341 ξέσσεν ἐπισταμένως καὶ ἐπὶ στάθμην ἴθυνεν.
17.342 Τηλέμαχος δ᾽ ἐπὶ οἷ καλέσας προσέειπε συβώτην,
17.343 ἄρτον τ᾽ οὖλον ἑλὼν περικαλλέος ἐκ κανέοιο
17.344 καὶ κρέας, ὥς οἱ χεῖρες ἐχάνδανον ἀμφιβαλόντι:
17.345 δὸς τῷ ξείνῳ ταῦτα φέρων αὐτόν τε κέλευε
17.346 αἰτίζειν μάλα πάντας ἐποιχόμενον μνηστῆρας:
17.347 αἰδὼς δ᾽ οὐκ ἀγαθὴ κεχρημένῳ ἀνδρὶ παρεῖναι.
17.348 ὣς φάτο, βῆ δὲ συφορβός, ἐπεὶ τὸν μῦθον ἄκουσεν,
17.349 ἀγχοῦ δ᾽ ἱστάμενος ἔπεα πτερόεντ᾽ ἀγόρευε:
17.350 Τηλέμαχός τοι, ξεῖνε, διδοῖ τάδε, καί σε κελεύει
17.351 αἰτίζειν μάλα πάντας ἐποιχόμενον μνηστῆρας:
17.352 αἰδῶ δ᾽ οὐκ ἀγαθήν φησ᾽ ἔμμεναι ἀνδρὶ προΐκτῃ.
17.353 τὸν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς:
17.354 Ζεῦ ἄνα, Τηλέμαχόν μοι ἐν ἀνδράσιν ὄλβιον εἶναι,
17.355 καί οἱ πάντα γένοιθ᾽ ὅσσα φρεσὶν ᾗσι μενοινᾷ.
17.356 ἦ ῥα καὶ ἀμφοτέρῃσιν ἐδέξατο καὶ κατέθηκεν
17.357 αὖθι ποδῶν προπάροιθεν, ἀεικελίης ἐπὶ πήρης,
17.358 ἤσθιε δ᾽ ἧος ἀοιδὸς ἐνὶ μεγάροισιν ἄειδεν:
17.359 εὖθ᾽ ὁ δεδειπνήκειν, ὁ δ᾽ ἐπαύετο θεῖος ἀοιδός.
17.360 μνηστῆρες δ᾽ ὁμάδησαν ἀνὰ μέγαρ᾽. αὐτὰρ Ἀθήνη,
17.361 ἄγχι παρισταμένη Λαερτιάδην Ὀδυσῆα
17.362 ὤτρυν᾽, ὡς ἂν πύρνα κατὰ μνηστῆρας ἀγείροι,
17.363 γνοίη θ᾽ οἵ τινές εἰσιν ἐναίσιμοι οἵ τ᾽ ἀθέμιστοι:
17.364 ἀλλ᾽ οὐδ᾽ ὥς τιν᾽ ἔμελλ᾽ ἀπαλεξήσειν κακότητος.
17.365 βῆ δ᾽ ἴμεν αἰτήσων ἐνδέξια φῶτα ἕκαστον,
17.366 πάντοσε χεῖρ᾽ ὀρέγων, ὡς εἰ πτωχὸς πάλαι εἴη.
17.367 οἱ δ᾽ ἐλεαίροντες δίδοσαν, καὶ ἐθάμβεον αὐτόν,
17.368 ἀλλήλους τ᾽ εἴροντο τίς εἴη καὶ πόθεν ἔλθοι.
17.369 τοῖσι δὲ καὶ μετέειπε Μελάνθιος, αἰπόλος αἰγῶν:
17.370 κέκλυτέ μευ, μνηστῆρες ἀγακλειτῆς βασιλείης,
17.371 τοῦδε περὶ ξείνου: ἦ γάρ μιν πρόσθεν ὄπωπα.
17.372 ἦ τοι μέν οἱ δεῦρο συβώτης ἡγεμόνευεν,
17.373 αὐτὸν δ᾽ οὐ σάφα οἶδα, πόθεν γένος εὔχεται εἶναι.
17.374 ὣς ἔφατ᾽, Ἀντίνοος δ᾽ ἔπεσιν νείκεσσε συβώτην:
17.375 ὦ ἀρίγνωτε συβῶτα, τίη δὲ σὺ τόνδε πόλινδε
17.376 ἤγαγες; ἦ οὐχ ἅλις ἧμιν ἀλήμονές εἰσι καὶ ἄλλοι,
17.377 πτωχοὶ ἀνιηροί, δαιτῶν ἀπολυμαντῆρες;
17.378 ἦ ὄνοσαι ὅτι τοι βίοτον κατέδουσιν ἄνακτος
17.379 ἐνθάδ᾽ ἀγειρόμενοι, σὺ δὲ καὶ προτὶ τόνδ᾽ ἐκάλεσσας;
17.380 τὸν δ᾽ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα:
17.381 Ἀντίνο᾽, οὐ μὲν καλὰ καὶ ἐσθλὸς ἐὼν ἀγορεύεις:
17.382 τίς γὰρ δὴ ξεῖνον καλεῖ ἄλλοθεν αὐτὸς ἐπελθὼν
17.383 ἄλλον γ᾽, εἰ μὴ τῶν οἳ δημιοεργοὶ ἔασι,
17.384 μάντιν ἢ ἰητῆρα κακῶν ἢ τέκτονα δούρων,
17.385 ἢ καὶ θέσπιν ἀοιδόν, ὅ κεν τέρπῃσιν ἀείδων;
17.386 οὗτοι γὰρ κλητοί γε βροτῶν ἐπ᾽ ἀπείρονα γαῖαν:
17.387 πτωχὸν δ᾽ οὐκ ἄν τις καλέοι τρύξοντα ἓ αὐτόν.
17.388 ἀλλ᾽ αἰεὶ χαλεπὸς περὶ πάντων εἶς μνηστήρων
17.389 δμωσὶν Ὀδυσσῆος, πέρι δ᾽ αὖτ᾽ ἐμοί: αὐτὰρ ἐγώ γε
17.390 οὐκ ἀλέγω, ἧός μοι ἐχέφρων Πηνελόπεια
17.391 ζώει ἐνὶ μεγάροις καὶ Τηλέμαχος θεοειδής.
17.392 τὸν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα:
17.393 σίγα, μή μοι τοῦτον ἀμείβεο πολλὰ ἔπεσσιν:
17.394 Ἀντίνοος δ᾽ εἴωθε κακῶς ἐρεθιζέμεν αἰεὶ
17.395 μύθοισιν χαλεποῖσιν, ἐποτρύνει δὲ καὶ ἄλλους.
17.396 ἦ ῥα καὶ Ἀντίνοον ἔπεα πτερόεντα προσηύδα:
17.397 Ἀντίνο᾽, ἦ μευ καλὰ πατὴρ ὣς κήδεαι υἷος,
17.398 ὃς τὸν ξεῖνον ἄνωγας ἀπὸ μεγάροιο διέσθαι
17.399 μύθῳ ἀναγκαίῳ: μὴ τοῦτο θεὸς τελέσειε.
17.400 δός οἱ ἑλών: οὔ τοι φθονέω: κέλομαι γὰρ ἐγώ γε:
17.401 μήτ᾽ οὖν μητέρ᾽ ἐμὴν ἅζευ τό γε μήτε τιν᾽ ἄλλον
17.402 δμώων, οἳ κατὰ δώματ᾽ Ὀδυσσῆος θείοιο.
17.403 ἀλλ᾽ οὔ τοι τοιοῦτον ἐνὶ στήθεσσι νόημα:
17.404 αὐτὸς γὰρ φαγέμεν πολὺ βούλεαι ἢ δόμεν ἄλλῳ.
17.405 τὸν δ᾽ αὖτ᾽ Ἀντίνοος ἀπαμειβόμενος προσέειπε:
17.406 Τηλέμαχ᾽ ὑψαγόρη, μένος ἄσχετε, ποῖον ἔειπες.
17.407 εἴ οἱ τόσσον ἅπαντες ὀρέξειαν μνηστῆρες,
17.408 καί κέν μιν τρεῖς μῆνας ἀπόπροθεν οἶκος ἐρύκοι.
17.409 ὣς ἄρ᾽ ἔφη, καὶ θρῆνυν ἑλὼν ὑπέφηνε τραπέζης
17.410 κείμενον, ᾧ ῥ᾽ ἔπεχεν λιπαροὺς πόδας εἰλαπινάζων:
17.411 οἱ δ᾽ ἄλλοι πάντες δίδοσαν, πλῆσαν δ᾽ ἄρα πήρην
17.412 σίτου καὶ κρειῶν: τάχα δὴ καὶ ἔμελλεν Ὀδυσσεὺς
17.413 αὖτις ἐπ᾽ οὐδὸν ἰὼν προικὸς γεύσεσθαι Ἀχαιῶν:
17.414 στῆ δὲ παρ᾽ Ἀντίνοον, καί μιν πρὸς μῦθον ἔειπε:
17.415 δός, φίλος: οὐ μέν μοι δοκέεις ὁ κάκιστος Ἀχαιῶν
17.416 ἔμμεναι, ἀλλ᾽ ὤριστος, ἐπεὶ βασιλῆϊ ἔοικας.
17.417 τῷ σε χρὴ δόμεναι καὶ λώϊον ἠέ περ ἄλλοι
17.418 σίτου: ἐγὼ δέ κέ σε κλείω κατ᾽ ἀπείρονα γαῖαν.
17.419 καὶ γὰρ ἐγώ ποτε οἶκον ἐν ἀνθρώποισιν ἔναιον
17.420 ὄλβιος ἀφνειὸν καὶ πολλάκι δόσκον ἀλήτῃ,
17.421 τοίῳ ὁποῖος ἔοι καὶ ὅτευ κεχρημένος ἔλθοι:
17.422 ἦσαν δὲ δμῶες μάλα μυρίοι ἄλλα τε πολλὰ
17.423 οἷσίν τ᾽ εὖ ζώουσι καὶ ἀφνειοὶ καλέονται.
17.424 ἀλλὰ Ζεὺς ἀλάπαξε Κρονίων—ἤθελε γάρ που—
17.425 ὅς μ᾽ ἅμα ληϊστῆρσι πολυπλάγκτοισιν ἀνῆκεν
17.426 Αἴγυπτόνδ᾽ ἰέναι, δολιχὴν ὁδόν, ὄφρ᾽ ἀπολοίμην.
17.427 στῆσα δ᾽ ἐν Αἰγύπτῳ ποταμῷ νέας ἀμφιελίσσας.
17.428 ἔνθ᾽ ἦ τοι μὲν ἐγὼ κελόμην ἐρίηρας ἑταίρους
17.429 αὐτοῦ πὰρ νήεσσι μένειν καὶ νῆας ἔρυσθαι,
17.430 ὀπτῆρας δὲ κατὰ σκοπιὰς ὤτρυνα νέεσθαι.
17.431 οἱ δ᾽ ὕβρει εἴξαντες, ἐπισπόμενοι μένεϊ σφῷ,
17.432 αἶψα μάλ᾽ Αἰγυπτίων ἀνδρῶν περικαλλέας ἀγροὺς
17.433 πόρθεον, ἐκ δὲ γυναῖκας ἄγον καὶ νήπια τέκνα,
17.434 αὐτούς τ᾽ ἔκτεινον: τάχα δ᾽ ἐς πόλιν ἵκετ᾽ ἀϋτή.
17.435 οἱ δὲ βοῆς ἀΐοντες ἅμ᾽ ἠοῖ φαινομένηφιν
17.436 ἦλθον: πλῆτο δὲ πᾶν πεδίον πεζῶν τε καὶ ἵππων
17.437 χαλκοῦ τε στεροπῆς: ἐν δὲ Ζεὺς τερπικέραυνος
17.438 φύζαν ἐμοῖς ἑτάροισι κακὴν βάλεν, οὐδέ τις ἔτλη
17.439 στῆναι ἐναντίβιον: περὶ γὰρ κακὰ πάντοθεν ἔστη.
17.440 ἔνθ᾽ ἡμέων πολλοὺς μὲν ἀπέκτανον ὀξέϊ χαλκῷ,
17.441 τοὺς δ᾽ ἄναγον ζωούς, σφίσιν ἐργάζεσθαι ἀνάγκῃ.
17.442 αὐτὰρ ἔμ᾽ ἐς Κύπρον ξείνῳ δόσαν ἀντιάσαντι,
17.443 Δμήτορι Ἰασίδῃ, ὃς Κύπρου ἶφι ἄνασσεν:
17.444 ἔνθεν δὴ νῦν δεῦρο τόδ᾽ ἵκω πήματα πάσχων.
17.445 τὸν δ᾽ αὖτ᾽ Ἀντίνοος ἀπαμείβετο φώνησέν τε:
17.446 τίς δαίμων τόδε πῆμα προσήγαγε, δαιτὸς ἀνίην;
17.447 στῆθ᾽ οὕτως ἐς μέσσον, ἐμῆς ἀπάνευθε τραπέζης,
17.448 μὴ τάχα πικρὴν Αἴγυπτον καὶ Κύπρον ἵκηαι:
17.449 ὥς τις θαρσαλέος καὶ ἀναιδής ἐσσι προΐκτης.
17.450 ἑξείης πάντεσσι παρίστασαι: οἱ δὲ διδοῦσι
17.451 μαψιδίως, ἐπεὶ οὔ τις ἐπίσχεσις οὐδ᾽ ἐλεητὺς
17.452 ἀλλοτρίων χαρίσασθαι, ἐπεὶ πάρα πολλὰ ἑκάστῳ.
17.453 τὸν δ᾽ ἀναχωρήσας προσέφη πολύμητις Ὀδυσσεύς:
17.454 ὢ πόποι, οὐκ ἄρα σοί γ᾽ ἐπὶ εἴδεϊ καὶ φρένες ἦσαν:
17.455 οὐ σύ γ᾽ ἂν ἐξ οἴκου σῷ ἐπιστάτῃ οὐδ᾽ ἅλα δοίης,
17.456 ὃς νῦν ἀλλοτρίοισι παρήμενος οὔ τί μοι ἔτλης
17.457 σίτου ἀποπροελὼν δόμεναι: τὰ δὲ πολλὰ πάρεστιν.
17.458 ὣς ἔφατ᾽, Ἀντίνοος δ᾽ ἐχολώσατο κηρόθι μᾶλλον,
17.459 καί μιν ὑπόδρα ἰδὼν ἔπεα πτερόεντα προσηύδα:
17.460 νῦν δή σ᾽ οὐκέτι καλὰ διὲκ μεγάροιό γ᾽ ὀΐω
17.461 ἂψ ἀναχωρήσειν, ὅτε δὴ καὶ ὀνείδεα βάζεις.
17.462 ὣς ἄρ᾽ ἔφη, καὶ θρῆνυν ἑλὼν βάλε δεξιὸν ὦμον,
17.463 πρυμνότατον κατὰ νῶτον: ὁ δ᾽ ἐστάθη ἠΰτε πέτρη
17.464 ἔμπεδον, οὐδ᾽ ἄρα μιν σφῆλεν βέλος Ἀντινόοιο,
17.465 ἀλλ᾽ ἀκέων κίνησε κάρη, κακὰ βυσσοδομεύων.
17.466 ἂψ δ᾽ ὅ γ᾽ ἐπ᾽ οὐδὸν ἰὼν κατ᾽ ἄρ᾽ ἕζετο, κὰδ δ᾽ ἄρα πήρην
17.467 θῆκεν ἐϋπλείην, μετὰ δὲ μνηστῆρσιν ἔειπε:
17.468 κέκλυτέ μευ, μνηστῆρες ἀγακλειτῆς βασιλείης,
17.469 ὄφρ᾽ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.
17.470 οὐ μὰν οὔτ᾽ ἄχος ἐστὶ μετὰ φρεσὶν οὔτε τι πένθος,
17.471 ὁππότ᾽ ἀνὴρ περὶ οἷσι μαχειόμενος κτεάτεσσι
17.472 βλήεται, ἢ περὶ βουσὶν ἢ ἀργεννῇς ὀΐεσσιν:
17.473 αὐτὰρ ἔμ᾽ Ἀντίνοος βάλε γαστέρος εἵνεκα λυγρῆς,
17.474 οὐλομένης, ἣ πολλὰ κάκ᾽ ἀνθρώποισι δίδωσιν.
17.475 ἀλλ᾽ εἴ που πτωχῶν γε θεοὶ καὶ Ἐρινύες εἰσίν,
17.476 Ἀντίνοον πρὸ γάμοιο τέλος θανάτοιο κιχείη.
17.477 τὸν δ᾽ αὖτ᾽ Ἀντίνοος προσέφη, Εὐπείθεος υἱός:
17.478 ἔσθι᾽ ἕκηλος, ξεῖνε, καθήμενος, ἢ ἄπιθ᾽ ἄλλῃ,
17.479 μή σε νέοι διὰ δώματ᾽ ἐρύσσωσ᾽, οἷ᾽ ἀγορεύεις,
17.480 ἢ ποδὸς ἢ καὶ χειρός, ἀποδρύψωσι δὲ πάντα.
17.481 ὣς ἔφαθ᾽, οἱ δ᾽ ἄρα πάντες ὑπερφιάλως νεμέσησαν:
17.482 ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων:
17.483 Ἀντίνο᾽, οὐ μὲν κάλ᾽ ἔβαλες δύστηνον ἀλήτην,
17.484 οὐλόμεν᾽, εἰ δή πού τις ἐπουράνιος θεός ἐστιν.
17.485 καί τε θεοὶ ξείνοισιν ἐοικότες ἀλλοδαποῖσι,
17.486 παντοῖοι τελέθοντες, ἐπιστρωφῶσι πόληας,
17.487 ἀνθρώπων ὕβριν τε καὶ εὐνομίην ἐφορῶντες.
17.488 ὣς ἄρ᾽ ἔφαν μνηστῆρες, ὁ δ᾽ οὐκ ἐμπάζετο μύθων.
17.489 Τηλέμαχος δ᾽ ἐν μὲν κραδίῃ μέγα πένθος ἄεξε
17.490 βλημένου, οὐδ᾽ ἄρα δάκρυ χαμαὶ βάλεν ἐκ βλεφάροιϊν,
17.491 ἀλλ᾽ ἀκέων κίνησε κάρη, κακὰ βυσσοδομεύων.
17.492 τοῦ δ᾽ ὡς οὖν ἤκουσε περίφρων Πηνελόπεια
17.493 βλημένου ἐν μεγάρῳ, μετ᾽ ἄρα δμῳῇσιν ἔειπεν:
17.494 αἴθ᾽ οὕτως αὐτόν σε βάλοι κλυτότοξος Ἀπόλλων.
17.495 τὴν δ᾽ αὖτ᾽ Εὐρυνόμη ταμίη πρὸς μῦθον ἔειπεν:
17.496 εἰ γὰρ ἐπ᾽ ἀρῇσιν τέλος ἡμετέρῃσι γένοιτο:
17.497 οὐκ ἄν τις τούτων γε ἐΰθρονον Ἠῶ ἵκοιτο.
17.498 τὴν δ᾽ αὖτε προσέειπε περίφρων Πηνελόπεια:
17.499 μαῖ᾽, ἐχθροὶ μὲν πάντες, ἐπεὶ κακὰ μηχανόωνται:
17.500 Ἀντίνοος δὲ μάλιστα μελαίνῃ κηρὶ ἔοικε.
17.501 ξεῖνός τις δύστηνος ἀλητεύει κατὰ δῶμα
17.502 ἀνέρας αἰτίζων: ἀχρημοσύνη γὰρ ἀνώγει:
17.503 ἔνθ᾽ ἄλλοι μὲν πάντες ἐνέπλησάν τ᾽ ἔδοσάν τε,
17.504 οὗτος δὲ θρήνυι πρυμνὸν βάλε δεξιὸν ὦμον.
17.505 ἡ μὲν ἄρ᾽ ὣς ἀγόρευε μετὰ δμῳῇσι γυναιξίν,
17.506 ἡμένη ἐν θαλάμῳ: ὁ δ᾽ ἐδείπνεε δῖος Ὀδυσσεύς:
17.507 ἡ δ᾽ ἐπὶ οἷ καλέσασα προσηύδα δῖον ὑφορβόν:
17.508 ἔρχεο, δῖ᾽ Εὔμαιε, κιὼν τὸν ξεῖνον ἄνωχθι
17.509 ἐλθέμεν, ὄφρα τί μιν προσπτύξομαι ἠδ᾽ ἐρέωμαι
17.510 εἴ που Ὀδυσσῆος ταλασίφρονος ἠὲ πέπυσται
17.511 ἢ ἴδεν ὀφθαλμοῖσι: πολυπλάγκτῳ γὰρ ἔοικε.
17.512 τὴν δ᾽ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα
17.513 εἰ γάρ τοι, βασίλεια, σιωπήσειαν Ἀχαιοί:
17.514 οἷ᾽ ὅ γε μυθεῖται, θέλγοιτό κέ τοι φίλον ἦτορ.
17.515 τρεῖς γὰρ δή μιν νύκτας ἔχον, τρία δ᾽ ἤματ᾽ ἔρυξα
17.516 ἐν κλισίῃ: πρῶτον γὰρ ἔμ᾽ ἵκετο νηὸς ἀποδράς:
17.517 ἀλλ᾽ οὔ πω κακότητα διήνυσεν ἣν ἀγορεύων.
17.518 ὡς δ᾽ ὅτ᾽ ἀοιδὸν ἀνὴρ ποτιδέρκεται, ὅς τε θεῶν ἒξ
17.519 ἀείδει δεδαὼς ἔπε᾽ ἱμερόεντα βροτοῖσι,
17.520 τοῦ δ᾽ ἄμοτον μεμάασιν ἀκουέμεν, ὁππότ᾽ ἀείδῃ:
17.521 ὣς ἐμὲ κεῖνος ἔθελγε παρήμενος ἐν μεγάροισι.
17.522 φησὶ δ᾽ Ὀδυσσῆος ξεῖνος πατρώϊος εἶναι,
17.523 Κρήτῃ ναιετάων, ὅθι Μίνωος γένος ἐστίν.
17.524 ἔνθεν δὴ νῦν δεῦρο τόδ᾽ ἵκετο πήματα πάσχων,
17.525 προπροκυλινδόμενος: στεῦται δ᾽ Ὀδυσῆος ἀκοῦσαι,
17.526 ἀγχοῦ, Θεσπρωτῶν ἀνδρῶν ἐν πίονι δήμῳ,
17.527 ζωοῦ: πολλὰ δ᾽ ἄγει κειμήλια ὅνδε δόμονδε.
17.528 τὸν δ᾽ αὖτε προσέειπε περίφρων Πηνελόπεια:
17.529 ἔρχεο, δεῦρο κάλεσσον, ἵν᾽ ἀντίον αὐτὸς ἐνίσπῃ.
17.530 οὗτοι δ᾽ ἠὲ θύρῃσι καθήμενοι ἑψιαάσθων.
17.531 ἢ αὐτοῦ κατὰ δώματ᾽, ἐπεί σφισι θυμὸς ἐΰφρων.
17.532 αὐτῶν μὲν γὰρ κτήματ᾽ ἀκήρατα κεῖτ᾽ ἐνὶ οἴκῳ,
17.533 σῖτος καὶ μέθυ ἡδύ: τὰ μὲν οἰκῆες ἔδουσιν,
17.534 οἱ δ᾽ εἰς ἡμέτερον πωλεύμενοι ἤματα πάντα,
17.535 βοῦς ἱερεύοντες καὶ ὄϊς καὶ πίονας αἶγας,
17.536 εἰλαπινάζουσιν πίνουσί τε αἴθοπα οἶνον,
17.537 μαψιδίως: τὰ δὲ πολλὰ κατάνεται. οὐ γὰρ ἔπ᾽ ἀνήρ,
17.538 οἷος Ὀδυσσεὺς ἔσκεν, ἀρὴν ἀπὸ οἴκου ἀμῦναι.
17.539 εἰ δ᾽ Ὀδυσεὺς ἔλθοι καὶ ἵκοιτ᾽ ἐς πατρίδα γαῖαν,
17.540 αἶψά κε σὺν ᾧ παιδὶ βίας ἀποτίσεται ἀνδρῶν.
17.541 ὣς φάτο, Τηλέμαχος δὲ μέγ᾽ ἔπταρεν, ἀμφὶ δὲ δῶμα
17.542 σμερδαλέον κονάβησε: γέλασσε δὲ Πηνελόπεια,
17.543 αἶψα δ᾽ ἄρ᾽ Εὔμαιον ἔπεα πτερόεντα προσηύδα:
17.544 ἔρχεό μοι, τὸν ξεῖνον ἐναντίον ὧδε κάλεσσον.
17.545 οὐχ ὁράᾳς ὅ μοι υἱὸς ἐπέπταρε πᾶσιν ἔπεσσι;
17.546 τῷ κε καὶ οὐκ ἀτελὴς θάνατος μνηστῆρσι γένοιτο
17.547 πᾶσι μάλ᾽, οὐδέ κέ τις θάνατον καὶ κῆρας ἀλύξει.
17.548 ἄλλο δέ τοι ἐρέω, σὺ δ᾽ ἐνὶ φρεσὶ βάλλεο σῇσιν:
17.549 αἴ κ᾽ αὐτὸν γνώω νημερτέα πάντ᾽ ἐνέποντα,
17.550 ἕσσω μιν χλαῖνάν τε χιτῶνά τε, εἵματα καλά.
17.551 ὣς φάτο, βῆ δὲ συφορβός, ἐπεὶ τὸν μῦθον ἄκουσεν:
17.552 ἀγχοῦ δ᾽ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα:
17.553 ξεῖνε πάτερ, καλέει σε περίφρων Πηνελόπεια,
17.554 μήτηρ Τηλεμάχοιο: μεταλλῆσαί τί ἑ θυμὸς
17.555 ἀμφὶ πόσει κέλεται, καὶ κήδεά περ πεπαθυίῃ.
17.556 εἰ δέ κέ σε γνώῃ νημερτέα πάντ᾽ ἐνέποντα,
17.557 ἕσσει σε χλαῖνάν τε χιτῶνά τε, τῶν σὺ μάλιστα
17.558 χρηΐζεις: σῖτον δὲ καὶ αἰτίζων κατὰ δῆμον
17.559 γαστέρα βοσκήσεις: δώσει δέ τοι ὅς κ᾽ ἐθέλῃσι.
17.560 τὸν δ᾽ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς:
17.561 Εὔμαι᾽, αἶψά κ᾽ ἐγὼ νημερτέα πάντ᾽ ἐνέποιμι
17.562 κούρῃ Ἰκαρίοιο, περίφρονι Πηνελοπείῃ:
17.563 οἶδα γὰρ εὖ περὶ κείνου, ὁμὴν δ᾽ ἀνεδέγμεθ᾽ ὀϊζύν.
17.564 ἀλλὰ μνηστήρων χαλεπῶν ὑποδείδι᾽ ὅμιλον,
17.565 τῶν ὕβρις τε βίη τε σιδήρεον οὐρανὸν ἵκει.
17.566 καὶ γὰρ νῦν, ὅτε μ᾽ οὗτος ἀνὴρ κατὰ δῶμα κιόντα
17.567 οὔ τι κακὸν ῥέξαντα βαλὼν ὀδύνῃσιν ἔδωκεν,
17.568 οὔτε τι Τηλέμαχος τό γ᾽ ἐπήρκεσεν οὔτε τις ἄλλος.
17.569 τῷ νῦν Πηνελόπειαν ἐνὶ μεγάροισιν ἄνωχθι
17.570 μεῖναι, ἐπειγομένην περ, ἐς ἠέλιον καταδύντα:
17.571 καὶ τότε μ᾽ εἰρέσθω πόσιος πέρι νόστιμον ἦμαρ,
17.572 ἀσσοτέρω καθίσασα παραὶ πυρί: εἵματα γάρ τοι
17.573 λύγρ᾽ ἔχω: οἶσθα καὶ αὐτός, ἐπεί σε πρῶθ᾽ ἱκέτευσα.
17.574 ὣς φάτο, βῆ δὲ συφορβός, ἐπεὶ τὸν μῦθον ἄκουσε.
17.575 τὸν δ᾽ ὑπὲρ οὐδοῦ βάντα προσηύδα Πηνελόπεια:
17.576 οὐ σύ γ᾽ ἄγεις, Εὔμαιε: τί τοῦτ᾽ ἐνόησεν ἀλήτης;
17.577 ἦ τινά που δείσας ἐξαίσιον ἦε καὶ ἄλλως
17.578 αἰδεῖται κατὰ δῶμα; κακὸς δ᾽ αἰδοῖος ἀλήτης.
17.579 τὴν δ᾽ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα:
17.580 μυθεῖται κατὰ μοῖραν, ἅ πέρ κ᾽ οἴοι